Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ἁγίους μάρτυρας (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Αγιογραφικά παραδείγματα συνεργασίας των αρετών

Αγιογραφική θεμελίωση της αναπόσπαστης σύνδεσης της νηστείας, της προσευχής, της ελεημοσύνης και της αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 3

Καλὸν ἡ νηστεία, ἀλλὰ χωρὶς προσευχῆς οὐκ ἐπιπατεῖ δαίμοσιν· «Τοῦτο γάρ», φησίν, «τὸ γένος οὐκ ἐξέρχεται εἰ μὴ ἐν νηστείᾳ καὶ προσευχῇ.» Καὶ καλὸν μὲν ἡ προσευχή, ἀλλὰ χωρὶς ἐλεημοσύνης εἰς οὐρανὸν ἀναβῆναι οὐ δύναται· ἀκήκοας γὰρ τοῦ ἀγγέλου πρὸς τὸν Κορνήλιον λέγοντος· «Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ.» Οὐκοῦν ἡ ἐλεημοσύνη τὴν προσευχὴν εἰς οὐρανὸν ἐβάστασεν. Θαυμαστὴ μὲν οὖν ἡ ἐλεημοσύνη, ἀλλὰ χωρὶς πίστεως ἁμαρτημάτων οὐκ ἐργάζεται λύτρωσιν· «Ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.» Ζηλωτὸν ἡ πραότης, ἀλλὰ χωρὶς τῆς ταπεινώσεως βασιλικὸν ἀποτελέσαι χαρακτῆρα οὐ δύναται· «Μάθετε γὰρ ἀπ᾽ ἐμοῦ, φησίν, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Καλὸν ἡ πίστις ὡς καὶ τὸ βραχύτατον αὐτῆς ὄρη δύνασθαι μεθιστᾶν, ἀλλὰ χωρὶς ἀγάπης εἰκαία καὶ περιττὴ καθέστηκεν· «Κἂν ἔχω γὰρ πίστιν», φησίν, «ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.» Σπουδάσωμεν οὖν, ἀγαπητοί, τὰς ἀρετὰς ταύτας μετελθεῖν, ἵνα τῆς τῶν οὐρανῶν βασιλείας καταξιωθῶμεν.