Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ἁγίους Πέτρον καὶ Παῦλον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Εγκώμιο του αποστόλου Πέτρου και το παρελθόν του Παύλου

Η προβολή του Πέτρου ως κορυφαίου της αποστολικής δυάδας, τα πνευματικά του χαρίσματα και η αναφορά στον Σαύλο ως πρώην διώκτη της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 3

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον. Καλὸν μὲν τὸ ῥόδον, τῆς ἐαρινῆς ὥρας αὐτῷ προσφερούσης ὀσφραίνεσθαι, ἀλλ᾽ ἐὰν τῷ κρίνῳ συμπλακῇ εἰκότως εὐωδέστερον γίνεται· μύρον γὰρ μύρῳ κιρνᾶται καὶ διπλῆ τῆς ἐντεῦθεν εὐωδίας ἀπόλαυσις γίνεται. Λαμπρὸς καθ᾽ ἑαυτὸν ὁ Πέτρος καὶ τῶν λαμπρῶν ὑπέρλαμπρος, ὡς ἀποστολικῆς ξυνωρίδος κορυφεύς, ὡς μαθητείας ὀφθαλμός, ὡς ὑπόμνημα ζήλου καὶ τῆς πίστεως πρόσωπον, ὡς σάλπιγξ τοῦ μυστηρίου, ὡς γλῶσσα καὶ πολλὰς γλώσσας διδάξασα, ὡς ποιμὴν ἀνέγκλητος, ὡς κυβερνήτης ἄϋπνος, ὡς ἀπλανὴς ἡνίοχος, ὡς φαρμακοπώλης τὸ μένον σκευάσας τῆς μετανοίας κολλούριον, ὡς ἁλιεὺς θαλάττης ᾧ οἱ ἰχθύες εἰς τὸν οὐρανὸν ἁλιεύονται—οὗ ἡ σαγήνη λίνον ἔχει τὰ θαύματα, τὰ παθήματα δέλεαρ, ἄγκιστρον τὸν σταυρὸν καὶ κόλπον τὴν ἀνάστασιν—, ὡς ταμιείου κλειδοῦχος, ἐν ᾧ τοὺς θησαυροὺς ὁ Πατὴρ ἔχει, τοὺς νυμφῶνας ὁ Υἱός, τὴν τράπεζαν τὸ Πνεῦμα, τὰς χορείας οἱ ἄγγελοι.

Ἀλλὰ Παύλου προστεθέντος, διπλοῦν τὸ τεῖχος καὶ ἁλῶναι μὴ δυνάμενον, δίστομος ἡ πηγὴ τὴν γῆν ὅλην ἀκαμάτως ποτίζουσα, διπρόσωπος ἡ λίμνη καὶ πᾶσά τις ὁλκὰς παραπλέουσα σῴζεται. Τρυγὼν μετὰ χελιδόνος λαλεῖ, περιστερὰ μετὰ τέττιγος φθέγγεται, αὐλὸς ὁμοῦ καὶ σῦριγξ μέλος ἱερὸν καὶ μειλίχιον ᾄδουσιν. «Νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς» αὐτῶν, καθάπερ ἐν Παροιμίαις ὁ σοφὸς ἐκήρυξεν. Ἀμνὸς καὶ λύκος ὁμοῦ νέμονται καὶ ὁ ποιμὴν δοξάζεται καὶ τοῦ παραδοξοποιητοῦ στεφανοῦται τὰ θαύματα. Ταῦρος καὶ λέων ἐν μιᾷ νομῇ βόσκονται καὶ τρυγᾷ τοὺς ἐπαίνους ὁ δυναμώσας τὸν ταῦρον καὶ χαλινώσας τὸν λέοντα. Ἦ οὐχὶ λέων ἐτύγχανεν ὁ Παῦλος ὅτε Σαῦλος ἐτύγχανεν, ἐπειδὴ φονεύων τὴν μάνδραν ἐσκόρπιζεν, τοὺς ποιμένας κατέπληττεν, ἔσω τῆς Ἰερουσαλὴμ ἔβρυχεν, καὶ τὰς πόλεις ἐπτόει, τὰς ἀγορὰς ἐθορύβει, καὶ τοὺς ἀγροὺς ἀοικήτους ἠργάζετο, «ἄνδρας σύρων εἰς φυλακὴν καὶ γυναῖκας» δεσμῶν οὐκ ἐπαύετο, πλὴν καὶ τῶν ἀνδρῶν τῆς ὑπομονῆς ἡττᾶτο καὶ τῆς τῶν γυναικῶν ἀνδρείας ἀσθενέστερος ἐτύγχανεν; Ἔτρεχεν εἰκῇ, τὴν γὰρ ὁδὸν οὐκ ἤνυεν· μάτην ἐπύκτευεν, ἐπειδὴ τοὺς δακτύλους ᾕμασσεν, εὑρεῖν δὲ οὐχ ὑπῆρχεν ἱκανὸς τὸν ἀντίδικον. Χριστὸς τοίνυν, ὡς αὐτὸς σοφός, αὐτὸς καὶ πάλιν ἀγαθὸς παρελθών, τῇ πραότητι κέχρηται καὶ παραλιπὼν τὰ ὑψηλὰ τὰ ταπεινὰ προβάλλεται.