Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ἁγίους Πέτρον καὶ Παῦλον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η κλήση και η μεταστροφή του αποστόλου Παύλου

Ο έλεγχος του Χριστού προς τον Σαύλο, η εκπλήρωση των προτυπώσεων του Νόμου, η ομολογία της θεότητας του Χριστού και η ριζική μεταστροφή του σε ευαγγελιστή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 3

Οὐ τοίνυν ἀνῆψεν πῦρ, οὐκ ἐκίνησεν λαίλαπας, οὐκ ἐσάλευσεν τῶν ὀρέων τὰ θεμέλια, ἀγγελικὴν οὐκ ἐγύμνωσεν ῥομφαίαν δίστομον, φωνῇ δὲ πραείᾳ καὶ φιλανθρώπῳ κέκληται· «Σαούλ, Σαούλ», λέγων, «τί με διώκεις;» Τίνα σου πλοῦτον ἀφειλάμην; Ποίας σε δόξης ἐγύμνωσα; Ποίων πρωτείων ἀπεστέρησα;

Μὴ γὰρ ἐγώ σοι τὸν παράδεισον ἔκλεισα; Μὴ τὰ φύλλα τῆς συκῆς δι᾽ ἐμὲ περιβέβλησαι; Μὴ γὰρ ἐγώ σοι τῆς εἰς γῆν ἀποστροφῆς παραίτιος γέγονα; Μὴ δι᾽ ἐμὲ τῆς ἀρχῆς ἐξέπεσες, τὸν κλῆρον ἐκολόβωσας, τὴν εἰκόνα ἐμείωσας; «Σαούλ, Σαούλ, τί με διώκεις;» Νόμον εἶχες, ἐγὼ δὲ ὡς ἀγαθὸς τὴν χάριν προσέθηκα. Ἔκαμνες τῷ γράμματι καὶ τὸ πνεῦμα παρέστησα. Ἐλύπουν αἱ σκιαὶ καὶ προσελθὼν τὴν ἀλήθειαν ἔδειξα. Προσέκοπτες τοῖς τύποις, ἐγὼ δὲ μίαν ὑπὲρ πολλὰς 〈ἰατρείαν〉 ἀντὶ τῶν φιλαργύρων τὴν ἀνάργυρον ἤγαγον, ἐγώ σοι τὸ σάββατον ἑρμηνεύσας ἐδόξασα, ἐγώ σου τῆς περιτομῆς τὴν πληγὴν ἔπαυσα, ἐγὼ τὸν βωμὸν στεναγμῶν ἠλευθέρωσα, ἀντὶ τῶν πολυστενάκτων θυσιῶν τὴν ἀειχαρῆ τὴν ἀστένακτον ἔδειξα. «Σαούλ, Σαούλ, τί με διώκεις;» Αἰσχύνου τοῦ Ἀβραὰμ τὴν σκηνὴν καὶ τοῦ βωμοῦ τοῦ Ἰσαὰκ μνημόνευε, τοῦ Ἰακὼβ τὴν πάλην ταῖς μνήμαις ἀναλάμβανε. Ἵνα τί τῇ λήθῃ τοὺς Ἰωσὴφ ὀνείρους παρέδωκας; Πῶς οὐκ ἐντρέπει τοῦ Μωυσέως τὴν ῥάβδον, τὴν Ἠλίου μηλωτήν, τὴν ἀνδρείαν Ἐλισαίου; Ἐμοὶ τύποι ταῦτα, αἱ τούτων προφητεῖαι περὶ ἐμοῦ τυγχάνουσιν. «Σαούλ, Σαούλ, τί με διώκεις;»

Ἐγὼ Ἰερεμίᾳ τὴν βακτηρίαν τὴν καρυΐνην ἔδειξα· ἐγὼ Ζαχαρίᾳ τὴν λυχνίαν ἐζωγράφησα τὴν χρυσῆν· ἐγὼ τὸν ἄτμητον λίθον τῷ Δανιὴλ ὑπέδειξα· ἐγὼ τῷ Ἰωνᾷ τοῦ κήτους τὴν κοιλίαν ἐπλάτυνα· ἐμὲ τῶν χερουβὶμ ἡνίοχον Ἰεζεκιὴλ ὁ μέγας ἐθεάσατο· ἐγὼ τὸ πολυθρύλητον Ἠσαΐου εἰμὶ πρόβατον. «Σαούλ, Σαούλ, τί με διώκεις;» Πρόσσχες ποῦ τὰ τόξα τείνεις· «Ἐμοὶ γὰρ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον.» Ποῦ τὰ βέλη πέμπεις; «Ἐγὼ γὰρ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.» Πρὸς τίνα βάλλεις τοὺς λίθους; Ἐγὼ «ἐμέτρησα τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί.» Κατὰ τίνος τὴν γλῶσσαν ὁπλίζεις; Ἐγὼ τῶν μογιλάλων τρανῶ τὰς γλώσσας, ἐγὼ δύσκωφον ἐποίησα 〈καὶ〉 κωφόν, ἐγὼ βλέποντα καὶ τυφλὸν ἐκεράμευσα. Ὅρα τίνα πλάνον καλεῖς· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην.» «Σαούλ, Σαούλ, τί με διώκεις;» Ἐμὲ γὰρ ὁ Δαυὶδ ψάλλει, σὺ δὲ λοιδορεῖς· ἐκεῖνος ὑμνεῖ, σὺ δὲ βλασφημεῖς· ἐκεῖνος κιθαρίζει, σὺ δὲ λακτίζεις· ἐκεῖνος τινάσσει τὰς χορδάς, σὺ δὲ τοῖς ὅπλοις κέχρησαι. «Σαούλ, Σαούλ, τί με διώκεις;» Τί με τοῖς ἐμοῖς πολεμεῖς, τοῦ νόμου προασπίζεις καὶ κατ᾽ ἐμοῦ στρατεύεις, δι᾽ ἐμὲ τρέχεις καὶ τοὺς ἐμοὺς κολάζεις; Τὴν ἐμὴν δόξαν ἐκδικεῖς, ἀλλ᾽ ἀγνοεῖς τὸ πόθεν ἅψασθαι χρὴ τῆς μάχης, πόθεν ἥκει συγκροτῆσαι πόλεμον.»

Ταῦτα πρὸς τὸν Σαῦλον ὁ Χριστός· αὐτὸς δὲ ἀποκρίνεται καὶ λέγει· «Τίς εἶ, κύριε;» Ἀγαθὸς ὁ τοῦ Παύλου ζῆλος, ἐπειδὴ κληθεὶς παραχρῆμα ὑπήκουσεν. Ἐδέξατο τὸν λόγον καὶ παραχρῆμα τῆς ἀξίας τοῦ λαλοῦντος ᾔσθετο καὶ ἔλεγεν· «Τίς εἶ, κύριε;» τῇ γὰρ αὐγῇ πεπλήρωμαι, ἑάλων τῷ φωτί, δεσμώτης τῆς ἀκτῖνος γεγένημαι. «Τίς εἶ, κύριε;» Ποθῶ γάρ σου τὸ κάλλος ἰδεῖν, ἀναπτῆναι πρὸς τὰς νεφέλας ἐπείγομαι, μαθεῖν ἐπιθυμῶ πόθεν τοῦτο τὸ «τῆς δόξης ἀπαύγασμα», τίς ὁ τῆς τοσαύτης «χαρακτὴρ ὑποστάσεως», τίς οὗτος ὁ «φέρων τὰ πάντα τῷ ῥήματι τῆς οἰκείας δυνάμεως». «Τίς εἶ, κύριε;» Ἤκουσα γάρ σου τῆς φωνῆς καὶ τοῦ νόμου κεκόρεσμαι, οὐκέτι μοι τοῦ νόμου πόθος, οὐκέτι κιβωτὸν ἐθέλω χρυσόξυλον εἶναι, ποθῶ φάτνην ἁγνὴν ἅπασαν βασιλικὴν χρυσόδωρον.» Πάντων τῶν αἱρετικῶν οἱ παῖδες αἰσχυνέσθωσαν καὶ τὰ τῶν αἱρετικῶν ἐντρεπέσθωσαν στόματα. Ἰδοὺ γὰρ κληθεὶς ὁ Παῦλος οὐ πολυπραγμονεῖ ἀλλὰ μόνον πιστεύει, προσκυνεῖ καὶ οὐ μάχεται, ὑμνολογεῖ καὶ ἡ μέμψις ἀπήλλακται. «Τίς εἶ, κύριε;» φησίν. Οὐκ ἂν δὲ κύριον ἐκάλει, εἰ μὴ θεοῦ τοῦ καλοῦντος ᾐσθάνετο. Ὃν δὲ θεὸν ᾔδει ποιητὴν ὡμολόγει, ὃν ὡμολόγει ποιητὴν ἀπαθῆ κατήγγελλεν, ἄφθαρτον εἶχεν. Ἔσεβεν ὡς ἀθάνατον ἐκεῖνον οὗ τὸν σταυρὸν ᾔδει καὶ τὸν τάφον ἐγίνωσκεν. Οὐκ ἠγνόει τοὺς κολάφους, τὴν λόγχην τῆς πλευρᾶς, τὰ ῥαπίσματα.

Τί δὲ ὅμως πρὸς αὐτὸν ὁ Χριστός; «Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.» Σύντομον τῆς πεύσεως τὴν ἀπόκρισιν λαμβάνει· «Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις», ἐγώ εἰμι Ἰησοῦς ὁ ποτὲ καὶ νῦν, ὁ πρὸ πάντων καὶ μετὰ πάντας, ὁ ἐν ἀρχῇ καὶ ἐπ᾽ ἐσχάτων, ὁ τοῦ Δαυὶδ υἱὸς ἀλλ᾽ αὐτὸς πρὸ Δαυίδ, ὁ ἐξ Ἀβραὰμ ποιητής, ὁ ἐξ Ἀδὰμ ἀλλ᾽ αὐτὸς τὸν Ἀδὰμ ἐκεράμευσεν, ἐξ Ἰσαὰκ ἀλλ᾽ αὐτὸς τοῦ Ἰσαὰκ τὸν βωμὸν ἐστεφάνωσεν, ἐξ Ἰακὼβ ἀλλ᾽ αὐτὸς ἐπὶ τῆς κλίμακος τοῖς δήμοις τῶν ἀγγέλων κυκλούμενος ἐθεάσατο. «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις», ἀλλὰ διώκων οὐ φθάνεις· ποῦ γὰρ ἢ πῶς θηράσεις «τὸ τῆς δόξης ἀπαύγασμα»; Ποία σαγήνη χωρῆσαι τὸν «χαρακτῆρα τῆς ὑποστάσεως» δύναται; Τίς ἐπιλαβέσθαι χειρὶ τοῦ «τῷ ῥήματι τῆς οἰκείας δυνάμεως τὰ πάντα φέροντος»; «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.» Νυμφαγωγόν σε τῆς ἐμῆς νύμφης τηρῶ. Τί με διώκεις ὑπὲρ οὗ μικρὸν ὕστερον διώκεσθαι μέλλεις; Ἀλλὰ σκύλλεις εἰκῇ τοὺς πόδας, μάτην ἱδροῖς, περιττῶς κοπιᾷς· ἐν τοῖς κόλποις τοῦ πατρὸς ὁ παρὰ σοῦ διωκόμενος κάθηται. «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις», ἀγνοῶν ὅτι πρὸς τὴν ἑαυτοῦ μάχει ζωήν. Τῷ σοφῷ τί σὺ πολεμεῖς, τοξεύεις εὐεργέτην οἷον οὐκ ἔχεις ἕτερον, τροφέα λακτίζεις δι᾽ ὃν ἡ γῆ σοι χωρὶς ὄκνου τῶν καρπῶν ἀνατέλλει τὴν τράπεζαν;

Σωτῆρα φαυλίζεις, ὃς ἐὰν σφίγξῃ τὴν χεῖρα, τίς σε τῶν ἁμαρτημάτων ἐλευθεροῖ, τίς ἀπολύει τῶν δεσμῶν, παρὰ τίνι εὑρήσεις τὸ χειρόγραφον;» Οὕτως οὖν οὗτος ὁ Παῦλος ὅ ποτε διώκτης νῦν εὐαγγελιστής, ὅ ποτε πειρατὴς νῦν κυβερνήτης, ὅ ποτε λύκος νῦν ποιμήν, ὅ ποτε μόλιβδος νῦν χρυσίον, ὅ ποτε βλάσφημος νῦν εὐφημῶν καὶ ὑπὸ πάντων εὐφημούμενος, οὗτος ἐν διδασκάλοις ἔξαρχος, ἐν θεοφόροις ἐξαίρετος, ἐν προφήταις τρανός, ἐν ἀποστόλοις σοφώτερος, ἐν ἀθληταῖς ἄτρωτος, τῶν τῆς ἀληθείας κηρύκων ἐνδοξότερος, τῶν τῆς εὐσεβείας στρατιωτῶν δυνατώτερος. Τίς γὰρ «τρὶς ἐρραβδίσθη» καὶ τέταρτον ηὔχετο; Τίς «πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβεν ὑπὸ τῶν Ἰουδαίων», ὡς ἐκεῖνος σεμνύνεται;