Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Λουκᾶν (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η θεογνωσία και το ιαματικό έργο του ευαγγελιστή

Περιγράφεται η πνευματική ανάβαση του ευαγγελιστή για την κατανόηση της ομοούσιας Τριάδας, και εξαίρεται ο ρόλος του ως πνευματικού ιατρού των ψυχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 4

Τί γὰρ εὐαγγελιστοῦ μεῖζον; Τί δὲ τῆς χάριτος ἐκείνου ἴσον, ὃς τῷ λογισμῷ πᾶσαν τὴν αἰσθητὴν κίνησιν ὑπερβαίνει, ὃς τῇ γλώττῃ τοὺς πατρικοὺς κόλπους ἠρεύνησεν, ὃς γέγονεν τοῦ ἀπορρήτου μυστηρίου βροντή; Ἄνθρωπος ὢν τρίπηχυς, πηλῷ συμπεπλεγμένος, πάθεσι πυκτεύων, ὑποκείμενος νόσοις, συγκεκληρωμένος θανάτῳ, εἰς τὸν οὐρανὸν ἀνέβη τοῖς λογισμοῖς, εἶδε τῇ πίστει τὴν ἄναρχον γέννησιν, ἐθεάσατο τὸν Λόγον ἐκ πατρικῶν κόλπων ἀπαθῶς προελθόντα καὶ θεὸν ἐκ θεοῦ γεννηθέντα καὶ εἰς δύο θεοὺς τὴν ἄκτιστον οὐσίαν μὴ μερισθεῖσαν, εἶδε τὴν ἐπὶ θρόνου ὁμοούσιον τριάδα προσκυνουμένην, ἐν ὑποστάσεσι διῃρημένην καὶ φύσει ἡνωμένην, οὔτε τῆς τριάδος εἰς ἓν πρόσωπον συγκεκλεισμένης, οὔτε τῆς οὐσίας εἰς ἀριθμὸν ἐκτεινομένης. Καὶ τῶν σεραφὶμ ηὑρέθη τολμηρότερος ὁ εὐαγγελιστής· ἐκεῖνα μὲν γὰρ διὰ τὴν ἀστραπὴν τὴν ὄψιν καλύπτει, οὗτος δὲ διὰ τὴν χάριν τὴν γέννησιν ἐθεολόγησεν.

Πάλιν δὲ οὐρανόθεν εἰς γῆν καταβὰς καὶ ἐγκύψας τῷ φρικτῷ σπηλαίῳ, τοῖς τῆς πίστεως ὄμμασιν εἶδε μυστήριον θεοῦ τροπῆς καὶ ἀλλοιώσεως ἀνώτερον, εἶδε παρθένον ἀνύμφευτον μητέρα, εἶδε γαστέρα οὐρανοῦ πλατυτέραν, εἶδε τόκον οὐκ ἀρχὴν θεοῦ ἀλλ᾽ ἐπιφάνειαν, εἶδε βρέφος σαρκωθέντα τὸν δημιουργὸν πάντων τῶν αἰώνων, εἶδε θεὸν ἐν δούλου μορφῇ κενωθέντα, εἶδε φάτνην μυστηρίου κλίνην, εἶδε σπάργανα οἰκουμένης λύτρα, εἶδε σταυρὸν εἰς οὐρανὸν γέφυραν, εἶδε τάφον κατὰ θανάτου ὅπλον, εἶδε Πνεύματος ἁγίου πλοῦτον αἰώνιον καὶ ἀπερινόητον, εἶδεν εἰς Αἴγυπτον φυγόντα σαρκὶ τὸν κατέχοντα τὴν γῆν δρακί.

Καὶ τὸ μὲν μυστήριον ἔλαθε τὰ σεραφίμ, ὁ δὲ εὐαγγελιστὴς τὸ θαῦμα ἐθεολόγησεν· διὰ τοῦτο Παῦλος, τῶν εὐαγγελιστῶν τὸ ἀξίωμα κηρύττων, ἐβόα· «ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος τοῦ θεοῦ σοφία.» Καὶ βλέπετέ μοι τὴν σοφίαν τοῦ δεσπότου· ἐκ πάσης ἐπιστήμης καὶ τέχνης ἑαυτῷ μαθητὰς ἐξελέξατο, ἐξ ἁλιέων τὸν Πέτρον, ἐκ τελωνῶν τὸν Μαθθαῖον, ἀπὸ σκηνορράφων τὸν Παῦλον, ἐξ ἰατρῶν τὸν Λουκᾶν. Καὶ οὐκ εἰκῇ οὐδὲ ἁπλῶς τοῦτο πεποίηκε· ἐν τῷ βυθῷ γὰρ τῆς πλάνης ἦν ἡ ἀνθρωπεία φύσις καὶ χρεία ἦν ἁλιέων. Πάλιν ἐτελώνησεν ὁ διάβολος τὸν Ἀδὰμ τὴν ἀθανασίαν ἀφαρπάσας· χρεία ἦν εὐαγγελιστοῦ τελώνου. Ἐνέδυσεν ἡ παρακοὴ τοὺς δερματίνους χιτῶνας τὸν ἄνθρωπον· χρεία ἦν τοῦ σκηνορράφου καὶ τῆς χάριτος, ἵνα διατέμῃ τῇ σμίλῃ τοῦ Λόγου τὴν τῶν παθῶν νέκρωσιν.

Ἐνόσει ποικίλως τὸ τῶν ἀνθρώπων γένος πυρετῷ ἀκολασίας, φθόνῳ φιλαργυρίας καὶ τῇ ἡδονῇ, βασκανίας ἀπογνώσει, εἰδωλολατρείας ἀλογίᾳ. Διὰ τοῦτο ἔμπειρον αὐτοῖς τὸν Λουκᾶν κατέστησεν ἰατρὸν καὶ βοᾷ Παῦλος· «Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρός»· τῷ ὄντι γὰρ ψυχικός ἐστιν ἰατρὸς ὁ Λουκᾶς. Θέλεις ἰδεῖν τούτου τὸ ἐργαστήριον; Βλέπε τὸν οὐρανόν. Θέλεις ἰδεῖν αὐτοῦ τὴν ἰατρείαν; Βλέπε τὴν οἰκουμενικὴν αὐτοῦ περιοδείαν.

Θέλεις ἰδεῖν αὐτοῦ τὴν φαρμακοθήκην; Βλέπε τὴν χειρουργίαν τῶν ἰουδαϊκῶν γλωσσῶν. Θέλεις ἰδεῖν αὐτοῦ τὰς βοτάνας; Βλέπε τὰς διαφόρους ἰάσεις. Θέλεις ἰδεῖν οὓς περιοδεύει ἀρρώστους; Βλέπε τοὺς γειτονεύοντας αἱρετικούς. Ἔνθεν μὲν γὰρ οἱ τὸ Πνεῦμα ἀθετοῦντες βλασφημίαν ἀρρωστοῦσιν, κἀκεῖθεν οἱ τὸν Υἱὸν ἀθετοῦντες ἀθεΐαν νοσοῦσιν, ἀλλ᾽ ἑκατέροις καθάπερ ἰατρὸς ἐπιτάττει τὰ πρόσφορα, τούτοις λέγων· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον», κἀκείνοις βοῶν· «Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ». Ὄντως μέγας ἰατρὸς ὁ Λουκᾶς.