Ὁ δὲ μακάριος Λουκᾶς, ὁ τῶν εὐαγγελιστῶν ἐξαίρετος καὶ τοῦ θαυμαστοῦ τούτου λίθου καὶ τιμίου μαργαρίτου ἔμπορος, ὁ ἄγρυπνος τῆς πόλεως φύλαξ, ὁ ἔμπειρος τῶν ψυχῶν ἰατρός, τὸ ἀπόρθητον τῶν βασιλέων τεῖχος, ὅλον ὁμοῦ διηγήσατο τὸ μυστήριον, τοῦ Γαβριὴλ τὰ εὐαγγέλια, τῆς παρθένου τὴν εὐλάβειαν, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν τοῦ θεοῦ μορφήν, τὴν ἀπαθῆ κένωσιν τῆς θεότητος, τὸ ἄτρεπτον τῆς ἐνανθρωπήσεως καὶ ἀσύγχυτον, τῆς παρθενίας τὸ ἄσυλον, τῆς συλλήψεως τὸ αὐτοσχέδιον, τοῦ τόκου τὸ ἄφθορον, τὸν τοῦ ἀγγέλου εὐαγγελισμὸν πρὸς τὴν παρθένον εἰπόντος· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.» Ὢ ἀσπασμὸς οὐδενὶ ἄλλῳ ἁρμόσας, εἰ μὴ μόνῃ τῇ ἁγίᾳ παρθένῳ. Ἔτεκεν Εὔα ἀλλ᾽ ἐν λύπαις, ἔτεκε Σάρρα ἀλλ᾽ ἐν πόνῳ, ἔτεκε Ῥεβέκκα ἀλλ᾽ ἐν στεναγμοῖς, ἔτεκεν Ἅννα ἀλλ᾽ ἐν δάκρυσιν, ἔτεκεν Ἐλισάβετ ἀλλ᾽ ἐν φθορᾷ, πᾶσαι ἐν λύπαις ἔτεκον ἐπειδὴ πᾶσαι μετὰ φθορᾶς συνέλαβον. Σὺ δὲ μόνη χαῖρε, ἡ πύλη τοῦ θεοῦ καὶ μυστηρίου νεφέλη. Σὺ μόνη χαῖρε, ὁ ἀστενοχώρητος τοῦ ἀπεριγράπτου ναός. Σὺ μόνη χαῖρε· ὁ γὰρ ἐκ σοῦ σαρκούμενος «ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου».