Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Στέφανον

Ἡσύχιος ὁ Πρεσβύτερος

Οι συκοφαντίες των ψευδομαρτύρων και η τυπολογική ερμηνεία των προφητειών

Οι κατηγορίες κατά του Στεφάνου και η αλληγορική ερμηνεία των προφητειών της Παλαιάς Διαθήκης σχετικά με το σταυρικό Πάθος, την Ανάσταση και τη μετάβαση της χάριτος στα έθνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 4

Τί δαὶ καὶ τῆς συκοφαντίας τὸ εἶδος ἐτύγχανεν; «Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου.» «Ὁ ἄνθρωπος οὗτος.» Ποῖος; «Ὁ τὰ ὑπὲρ ἄνθρωπον σημεῖα θαυματουργῶν καὶ τέρατα· ὁ τῆς σοφίας τὴν πηγὴν ἀντλήσας ὅλην· ὁ κενώσας εἰς ἑαυτὸν τὰ ταμεῖα τῆς χάριτος· ὁ δυνάμεις ποιῶν, ἃς ἡμεῖς καρτερεῖν οὐ δυνάμεθα· οὗ πρὸς τὸν ζῆλον καὶ πρὸς τὸν φθόνον τετήκαμεν· ᾧ κωφὸς ὑπακούει καλούμενος· καὶ τυφλὸς βλέπει πρὸς αὐτόν, παρ᾽ αὐτοῦ λαβὼν ὄμματα· καὶ χωλὸς αἰτεῖ πόδας, ἀπὸ τῆς τούτου γλώττης καὶ χεῖρας δανεισάμενος· δι᾽ ὃν ἐκενώθη τὰ τῶν ἀρρώστων κλινίδια, δι᾽ ὃν ὑγιαινόντων καὶ νοσούντων οὐκ ἔστιν διαφορά, δι᾽ ὃν οἱ λεπροὶ τοῦ πάθους ἐπελήσθησαν, δι᾽ ὃν οὐκ ἔστιν τῶν ἰατρῶν χρεία, δι᾽ ὃν περιττὰ τὰ τριβόμενα φάρμακα.» «Οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου.» Ποῖα δὴ ταῦτα; «Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυσῆς.» Εἰκότως ψευδεῖς μάρτυρες καὶ συκοφάνται λέγεσθε, ὅτι τὴν ἀλήθειαν ὡς οὐκ ἀλήθειαν φθέγγεσθε, ὅτι βλασφημίας τοῦ θεοῦ τὰς παρ᾽ αὐτοῦ καὶ περὶ αὐτοῦ προφητείας ὀνομάζετε, καὶ ἀθέτησιν εἶναι τοῦ νόμου νομίζετε ἅπερ αὐτὸς ἠπείλησεν ἐκβησόμενα.

Τίνος γὰρ φωνή, τίνος προφητεία, τίνος τυγχάνει κήρυγμα; Τίς εἰπεῖν οὕτω τὸν Ἠσαΐαν, τίς Μιχαίαν προσέταξεν· «Διὰ τοῦτο δι᾽ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται»· «Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ»;

Τίς καὶ τὸν Δαυὶδ τοιαῦτα εἰπεῖν ἐνέπνευσεν· «Μνήσθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἰερουσαλήμ, τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ»; Τί δαὶ καὶ Μωυσῆς; Οὐχὶ τοῖς εἰρημένοις παρὰ Στεφάνου καὶ αὐτὸς συμψηφίζεται; Οὐ ταύτας ὑμῶν κατέγραψεν τὰς ἀράς, αἵπερ αὐτῇ πείρᾳ νῦν εἰς ἔργον ἐξέβησαν, καὶ πᾶσι τὰς αἰτίας ὁρᾶν ὅθεν εἰσὶν ἐξενεχθεῖσαι παρέχουσι; Παρατιθέσθω τοῖς Μωυσέως ῥήμασιν τὰ συμβάντα τῷ λαῷ τῶν Ἰουδαίων τραύματα. Πρὸς λέξιν αὐτὰ ζητῶν, εὑρήσεις ὡς ἐκβέβηκεν οὐ δὲν οὐδαμοῦ μικρὸν ἢ μέγα ψευσάμενα. «Καὶ ἐὰν μετὰ ταῦτα πορεύεσθε πλάγιοι»· οὐδέποτε γὰρ εὐθῆ πρὸς τὸν θεὸν τὴν καρδίαν ἐκτήσαντο· πολὺ δὲ μᾶλλον ἐν τοῖς χρόνοις τοῖς ὕστερον, ἐν οἷς τὴν κλῆσιν τοῦ Χριστοῦ ἐπλαγίαζον. Διόπερ καὶ ἐπήγαγεν· «Καὶ ἐὰν μὴ βούλεσθε ὑπακούειν μου» —οὐ τοίνυν τοῦ Χριστοῦ καλοῦντος ὑπήκουσαν—, «προσθήσω ὑμᾶς πληγὰς ἑπτὰ κατὰ τὰς ἀνομίας ὑμῶν.» Ἐπειδὴ γὰρ ἠρνήσαντο τὰς ἑπτὰ χορηγίας τοῦ πνεύματος, εἰς ἑπτὰ πληγὰς αὐτοῖς τὰ ἑπτὰ γίνεται τῆς πονηρίας πνεύματα, ἅπερ εἰσελθόντα κατῴκησεν ἐν αὐτοῖς· καὶ γέγονεν αὐτῶν τὰ ἔσχατα χείρονα τῶν πρώτων. «Καὶ ἀποστέλλω ἐφ᾽ ὑμᾶς τὰ θηρία τῆς γῆς.» Τὰ ἔθνη λέγει· θηρία γὰρ πρότερον διὰ τὴν ἀγνωσίαν ἐτύγχανον, ὅτι ἐν εἰκόνι θηρίων καὶ τετραπόδων καὶ ἑρπετῶν τὸ θεῖον ἐθρήσκευον.

Οἷς ἐπαρώμενος ὁ Δαυὶδ ἔλεγεν· «Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτοῖς.» Ταῦτα νῦν αὐτοῖς ὁ θεὸς τὰ ἔθνη ἐπαπέστειλεν, τὰ ἑξῆς εἰρημένα τῷ νομοθέτῃ πράσσοντα· «Καὶ κατέδεται ὑμᾶς, καὶ ἀναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς· καὶ ἔρημοι ἔσονται αἱ ὁδοὶ ὑμῶν.» Τούτων γὰρ ἕκαστα αὐτοῖς, κατὰ τὸ αἰσθητὸν καὶ κατὰ τὸ νοητόν, ὑπὸ τῶν ἐθνῶν κυριευθεῖσιν, γεγένηται.

Οὐ μὴν μέχρι τούτου τὰς διὰ Μωυσέως ἀπειλὰς ὁ θεὸς τῷ λαῷ τῶν ἀγνωμόνων ἔστησεν, ἀλλὰ τῶν εἰρημένων χαλεπωτέρας καὶ μείζονας. Φησὶ γάρ· «Γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν. Οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· Ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν. Ὁ μόσχος σου ἐσφαγμένος ἐνώπιόν σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ.» Πολλά τε τούτοις ἐπαπειλήσας ἕτερα, τὴν αἰτίαν ἐξ ἧς ταῦτα οὐκ ἔκρυψεν, ἐπιφέρει δὲ αὐτὴν μετὰ πλήθους ἀπειλῶν, αἳ ταῖς ἔναγχος ἡμῖν εἰρημέναις ἐζευγμέναι τυγχάνουσιν· «Καὶ ἔσται σου ἡ ζωὴ κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου· καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου. Τὸ πρωῒ ἐρεῖς· ’Πῶς ἂν γένοιτο ἑσπέρα;’ Καὶ τὸ ἑσπέρας ἐρεῖς· ‘Πῶς ἂν γένοιτο πρωΐ;’ καὶ ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.» Ἄκουε τοίνυν τούτων τὸ πέρας· ἄκουε καὶ τὴν ἔκβασιν, καὶ μὴ μέμφου Στεφάνῳ δημηγοροῦντι τῷ νόμῳ καὶ τοῖς προφήταις σύμφωνα. «Γυναῖκα λήψῃ»· τὴν ἀρχαίαν διαθήκην, «καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν»· ὁ λαὸς γὰρ αὐτὴν ὁ ἐξ ἐθνῶν ἐκτήσατο. «Οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ.» Τὸν ναὸν εὔδηλον· ὁρᾷς γὰρ καταπεπτωκ〈ότα〉. «Ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν»· οὐδὲ γὰρ σταφυλὴν ἀλλ᾽ ἀκάνθας ἐποίησεν.

Ἢ καὶ τὴν ἄμπελον τὴν τοῦ Χριστοῦ νοήσωμεν· ἐξ αὐτῶν γὰρ ἦν ὁ Χριστός, ἡ τῆς ζωῆς τῆς ἡμετέρας ἄμπελος· ἀλλ᾽ ἡμεῖς αὐτοῦ τὴν σταφυλὴν τρυγῶμεν, ἡμεῖς τὸν οἶνον κιρνῶμεν, ἡμεῖς τὸ γλεῦκος πίνομεν. «Ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ»· αὐτῶν γὰρ ἡ τοῦ Χριστοῦ θυσία, αὐτοὶ τὸν ἐξ οὐρανῶν μόσχον εἰς τὸν βωμὸν ἀνήγαγον, ἀλλὰ καὶ ἡμῶν τὸ δεῖπνον, ἡμετέρα ἡ τράπεζα.

Καὶ τίνος χάριν; Ἐπειδήπερ ἀπιστίαν ἐνόσησαν, ἀντὶ γνώσεως ἀγνωσίαν προσήνεγκαν, ἐν καιρῷ θεολογίας εἰς βλασφημίαν ὠλίσθησαν. Ἔδυσαν τὴν παστάδα καὶ τὸν νυμφίον οὐκ ἐδέξαντο, τὸν γαμικὸν νυμφῶνα ἐστεφάνωσαν καὶ τὸν γάμον ἠρνήσαντο· καὶ πραττομένου τοῦ σταυροῦ, τὰ στοιχεῖα ἐσαλεύοντο, αὐτοὶ δὲ οὐ μετεβάλλοντο. Τοῦτο γάρ ἐστιν ὅπερ ἑξῆς ἐπήγαγεν· «Καὶ ἔσται σου ἡ ζωὴ κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου.» Τίς ἡ ζωή; Χριστὸς λέγων· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια.» Καὶ ποῦ κρέμαται;

Ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ. Ὁ γὰρ τὴν γῆν λόγῳ κρεμάσας ἐπὶ τοῦ ξύλου κρέμαται, ἐν ᾧ βαστάζεται βαστάζων, ἐν ᾧ κρέμαται κρεμνῶν, ἐν ᾧ ὑψοῦται ὑψῶν· «Ὅταν γὰρ ὑψωθῶ», φησίν, «πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» «Καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου.» Οὐκοῦν αἰτία τοῦ φόβου ἡ ἀπιστία γεγένηται. «Φοβηθήσῃ ἡμέρας καὶ νυκτός»· ἡμέρα γὰρ ἡ αὐτὴ καὶ νύξ, διὰ τὸ «Κατὰ πᾶσαν τὴν γῆν σκότος ἀπὸ ὥρας ἕκτης ἐτύγχανεν.» Ὅθεν ὁ Ζαχαρίας ἀπορεῖ τί χρὴ μᾶλλον αὐτὴν ὀνομάζειν, τί προσῆκον καλεῖν, πότερον ἀπὸ τοῦ συμβάντος σκότους ἢ ἀπὸ τοῦ νόμου τῆς ἡμέρας τοῦ σταυροῦ τὸν καιρὸν ὀνομάζεσθαι.

Οὕτω τοίνυν φησίν· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς· καὶ ψῦχος καὶ πάγος ἔσται. Ἡμέρα μεγάλη ἐστίν, γνωσθήσεται τῷ κυρίῳ. Οὐχ ἡμέρα οὐδὲ νύξ· καὶ ἔσται τὸ πρὸς ἑσπέραν ἔσται φῶς. Καὶ ἐξελεύσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ· τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.» Αἰσθητῶς δὲ ταῦτα καὶ νοητῶς συνέβαινεν. «Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς»· ὁ μὲν γὰρ ἥλιος μέσον ἡμέρας ἔδυνεν· σκότος δὲ καὶ ἀγνωσία ταῖς τῶν Ἰουδαίω〈ν〉 καρδίαις ἐκκέχυτο. «Ψῦχος καὶ πάγος ἔσται.» Μαρτυρεῖ δὲ ὁ Πέτρος, παρὰ τὴν ἀνθρακιὰν διὰ τὴν ἀκμὴν τῆς ὥρας τοῦ χειμῶνος θερμαινόμενος. Ἀλλὰ πρὸς τοῦτο ψῦχος καὶ πάγος ἦν, ἐπειδὴ ψυγεῖσα τότε μάλιστα τῶν Ἰουδαίων ἦν ἡ πρὸς τὸν θεὸν ἀγάπη· οὐ γὰρ ἂν τὸν ἐλθόντα παρ᾽ αὐτοῦ σωτῆρα καὶ λυτρωτὴν ἐσταύρωσαν. «Ἡμέρα μεγάλη ἐστίν.» Πῶς γὰρ οὐ μεγάλη, ἐν ᾗ ὁ Ἀδὰμ ἀνεπλάσθη, ἡ ἁμαρτία κατηργήθη, κατελύθη ὁ θάνατος, ἀπέλαβεν τὸ σκεῦος ὁ κεραμεύς, τὸ πρόβατον ὁ ποιμήν, τὸν μαργαρίτην ὁ ἔμπορος; «Γνωσθήσεται τῷ θεῷ.» Πῶς γὰρ ὁ πάντα εἰδὼς ἐκείνην τὴν ἡμέραν οὐκ ἐπιγνώσεται μάλιστα, ἐν ᾗ τὸν υἱὸν τὸν μονογενῆ πρὸς θυσίαν ἐκδέδωκεν; «Οὐχ ἡμέρα οὐδὲ νύξ», ἐπειδὴ δρόμος ἡμέρας οὐχὶ νυκτὸς ἐτύγχανεν. «Πρὸς ἑσπέραν ἔσται φῶς»· ἡνίκα μετὰ τὴν ἐνάτην ὥραν τὸ σκότος ἐπαύσατο.

Οὐκοῦν ἡ αὐτὴ καὶ νὺξ ἄρα καὶ ἡμέρα ἐγένετο. «Καὶ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ.» Πόθεν; Ἐκ τῆς πλευρᾶς τῆς ζωῆς· ὅθεν γὰρ ἡ Εὔα ἀνεπλάσθη, ἐκεῖθεν εἰκότως ἡ ἐκκλησία πλάττεται. «Τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην.» Δηλαδὴ τοῦ βαπτί〈σ〉ματος. «Καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.» Τῆς μετανοίας εὔδηλον. Τὰ γὰρ τῆς μετανοίας δάκρυα λείψανον τῆς δωρεᾶς ὑπάρχει τοῦ βαπτίσματος, ἀπόδειξις δὲ σαφής· ὁ μὴ βαπτισθεὶς μάτην μετανοεῖ, ἐὰν μὴ δραμὼν βαπτισθῇ· μάτην θύει τὴν προσευχήν, μάτην αἰτεῖ συγγνώμην, μάτην πηγάζει δάκρυα. Χωρὶς γὰρ βαπτίσματος ἄφεσις ἁμαρτημάτων οὐ πράττεται. Ὁ δὲ βαπτισθεὶς οὗτος ἐνεργὸν τὴν μετάνοιαν κέκτηται· δακρύει καὶ λέλυται· στενάζει καὶ πενθεῖ καὶ προσεύχεται, καὶ παραχρῆμα καθαίρεται.

Ἀλλὰ γὰρ ὅπως ἐκβαίνει καὶ τὰ λοιπὰ τῆς τοῦ νόμου προαγορεύσεως ἄκουε· «Τὸ πρωῒ ἐρεῖς· ‘Πῶς ἂν γένοιτο ἑσπέρα;’ Καὶ τὸ ἑσπέρας ἐρεῖς· ‘Πῶς ἂν γένοιτο πρωΐ;» Πόθεν; «Ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.» Ἐπειδὴ τῶν σημείων καὶ τῶν θαυμάτων ἕνεκα, ἃ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ ὑπῆρχε πραττόμενα, σειομένης τῆς γῆς, τοῦ ἡλίου φεύγοντος, κρυπτομένου τοῦ οὐρανοῦ, σχιζομένων τῶν πετρῶν, ῥηγνυμένου τοῦ καταπετάσματος, ἀνοιγομένων τῶν μνημάτων, δειλιῶντες καὶ ταραττόμενοι, λέγειν εἰκότως πρὸς ἀλλήλους ἠναγκάζοντο· «Πῶς ἂν γένοιτο ἑσπέρα;» ἵνα καθέλωμεν τὴν ζωὴν ἀπὸ τοῦ σταυροῦ, κρύψωμεν εἰς γῆν τὸν ἐξ οὐρανοῦ, συστείλωμεν ἐν τάφῳ τὸν ἀθάνατον, ἐκ μέσου τὸ θαῦμα ποιήσωμεν, ὅθεν ἡμῖν τὰ τηλικαῦτα φόβητρα.

Ἀλλὰ καὶ ταῦτα πράξαντες, οὐδὲν ἀπώναντο τοῦ σκοποῦ· εἰς τοὐναντίον δὲ αὐτοῖς τὸ ἐγχειρηθὲν γίγνεται. Καὶ διὰ τοῦτο ἔλεγον τὸ ἑσπέρας· «Πῶς ἂν γένοιτο πρωΐ;» Ἐπειδὴ φοβερὰ πάλιν τὰ ἐν τῇ νυκτὶ τῆς ἀναστάσεως τελούμενα θαύματα, ἐπειδὴ νυμφῶνα τὸν τάφον ἑώρων, ἐσφραγισμένον τὸ μνῆμα καὶ τὸν νεκρὸν μετὰ ζωῆς ἐκτρέχοντα, τοὺς στρατιώτας 〈ὡς〉 νεκρ〈ούς〉, τὰς γυναῖκας μυροφορούσας, ἀγγέλους τὰς ὀθόνας φυλάττοντας, ἄλλον ἐπὶ τοῦ λίθου καθεζόμενον τῆς ἀναστάσεως κήρυκα, τότε ἔλεγον· «Πῶς ἂν γένοιτο πρωΐ;» ἵνα παράσχωμεν τοῖς στρατιώταις ἀργύρια, ἵνα τὸν Πιλᾶτον διαφθείρωμεν, ἵνα κλέψωμεν ἀπάτῃ τὴν ἀλήθειαν, ἵνα φημίσωμεν «ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν, ἡμῶν κοιμωμένων».