Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Ἀβδίαν καὶ τὸν Ζαχαρίαν (ἐν ταῖς σειραῖς)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στον προφήτη Αβδία (στ. 1-7)

Το προφητικό κείμενο και η αλληγορική ερμηνεία του Ησυχίου για την καταδίκη της Ιδουμαίας και του νοητού Ησαύ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 2

Abdias (Textus) 1. Ὅρασις Ἀβδιού. Τάδε λέγει κύριος ὁ θεὸς τῇ Ἰδουμαίᾳ (α)· ἀκοὴν ἤκουσα παρὰ κυρίου (β), καὶ περιοχὴν (γ) εἰς τὰ ἔθνη ἐξαπέστειλεν· ἀνάστητε καὶ ἐξαναστῶμεν (δ) ἐπ’ αὐτὴν εἰς πόλεμον.

2. Ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν (ε)· ἠτιμωμένος σὺ εἶ σφόδρα (ϛ). 3. Ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν (ζ), ὑψῶν (η) κατοικίαν αὐτοῦ, λέγων ἐν καρδίᾳ αὐτοῦ (θ)· τίς κατάξει με ἐπὶ τὴν γῆν;

4. Ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσίαν σου (ι), ἐκεῖθεν κατάξω σε, λέγει κύριος. 5. Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτός (ια), ποῦ ἂν ἀπεῤῥίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ αὐτοῖς (ιβ); καὶ εἰ τρυγηταὶ (ιγ) εἰσῆλθον πρὸς σέ, οὐκ ἂν ἐπελείποντο ἐπιφυλλίδα (ιδ);

6. Πῶς ἐξηρευνήθη Ἡσαῦ (ιε), καὶ κατελήφθη τὰ κεκρυμμένα αὐτοῦ (ιϛ). 7. Ἕως τῶν ὁρίων ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαθήκης σου (ιζ)· ἀντέστησάν σοι· ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σοι, ἔθηκαν ἔνεδρα ὑποκάτω σου (ιη)·

Scholia Hesychii 1. (α) τῇ νοητῇ. (β) υἱὸς παρὰ πατρὸς ἢ πατὴρ παρὰ υἱοῦ· ὡς γὰρ ἴσην τὴν βουλὴν ἀνατίθεται. (γ) τὸ εὐαγγέλιον· περιέχει γὰρ λόγον τὸν σωτήριον. (δ) οἱ τῆς εὐσεβείας ζηλωταί· σὺν τούτοις γὰρ ὁ θεὸς παρατάττεται.

2. (ε) τὸν διάβολον· ἠλάττωσε γὰρ αὐτοῦ τὴν ἐν τοῖς ἔθνεσι δύναμιν. (ϛ) ἀφ’ οὗ κατεβλήθη τὰ εἴδωλα. 3. (ζ) ἐν ταῖς λιθίναις ψυχαῖς. (η) ὑψηλὰ φανταζόμενοι. (θ) τῇ φαντασίᾳ τῆς ὑπερηφανίας. 4. (ι) τοῦτο γὰρ ὡς ἀλαζὼν ἐφρυάξατο.

5. (ια) περὶ ὧν φησιν ὁ Χριστός· „Ἡ βασιλεία τῶν οὐρανῶν ἁρπάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν·“ οὗτοι γὰρ νυκτὸς τουτέστι λανθάνοντες συλῶσι τὸν διάβολον. (ιβ) τουτέστιν „ἔκλεψαν ἄν“. (ιγ) οἱ ἀπόστολοι. (ιδ) τὸ ἔσχατον τοῦ καρποῦ καὶ ἐλάχιστον.

6. (ιε) ὁ νοητός. (ιϛ) ἀσεβεῖς τελεταὶ καὶ πομπαί. 7. (ιζ) οἱ πρότερον ἀσεβεῖς, ἀλλὰ ἐπιστρέψαντες ὕστερον, ὅθεν ἕως τῶν ὁρίων ἐξαποστεῖλαι τὸν διάβολον ὡς πᾶσιν αὐτοῦ τοῖς ἔργοις ἀποταξάμενοι λέγονται. (ιη) οἱ γὰρ μετὰ τοῦ διαβόλου τὰς ἀπάτας τῶν εἰδώλων ἀρτύσαντες ἔθηκαν ἔνεδρα ὑποκάτω σου (ιη)· οὐκ ἔστι σύνεσις ἐν αὐτῷ (ιθ).

8. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ (κ), λέγει κύριος, ἀπολῶ σοφοὺς (κα) ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν (κβ) ἐξ ὄρους Ἡσαῦ. 9. Καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμάν (κγ), ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ (κδ),

10. Διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν ἀδελφοῦ σου Ἰακώβ (κε)· καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. 11. Ἀφ’ ἧς ἡμέρας ἀντέστης ἐξεναντίας (κϛ) ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους (κζ), καὶ ὑμεῖς ἔστε ὡς εἷς ἐξ αὐτῶν.

12. Καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων (κη), καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν (κθ) καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως (λ). 13. Μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν, καὶ μὴ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν (λα)· ἀπάτας τῶν εἰδώλων ἀρτύσαντες καὶ διὰ τοῦτο πρὸς αὐτὸν εἰρηνεύοντες μεταβληθέντες ὡς ἐχθρὸν ἐνεδρεύουσιν. (ιθ) οὐ γὰρ ἂν τὴν τάξιν τῶν ἀγγέλων κατέλιπεν.

8. (κ) ὅταν ἡ πλάνη τῶν εἰδώλων ἀπόληται. (κα) ἐπαοιδούς, οἰωνοσκόπους καὶ γόητας. (κβ) τὴν τοῦ κόσμου, ἣν ὁ Χριστὸς ἐμώρανεν. 9. (κγ) οἱ συλλογιστικοὶ τῶν ἐθνῶν. (κδ) ἵνα ἐκ τῆς ὑπερηφανίας τοῦ νοητοῦ Ἡσαῦ μεταστῶσιν οἱ ἄνθρωποι.

10. (κε) ἀδελφὸν ἐνταῦθα τοῦ διαβόλου τὸν Ἰακὼβ διὰ τὴν δημιουργίαν ὡς λογικὸν λογικοῦ προσηγόρευσεν, ὃν διὰ τῆς παραβάσεως ἔσφαξεν. 11. (κϛ) τῷ ἀνθρώπῳ, φανερῶς τὴν μάχην τὴν πρὸς αὐτὸν ἀράμενος. (κζ) ὅτε αἱ ἀλλογενεῖς τοῦ ἀνθρώπου, αἱ ἁμαρτίαι, τὴν δύναμιν αὐτοῦ τῆς ψυχῆς ᾐχμαλώτευσαν καὶ εἰς τὰς πύλας αὐτοῦ τῆς διανοίας εἰσέδραμον.

12. (κη) ἐν καιρῷ τῶν ἡδονῶν, ὑφ’ ὧν αἰχμάλωτος γίνεται. (κθ) ἐπὶ τοὺς ἐξομολογεῖσθαι μέλλοντας· εἰ γὰρ καὶ ἔν τινι καιρῷ ταῖς ἁμαρτίαις ἀπώλοντο. ἀλλ’ ἐπιστρέφοντες σώζονται. (λ) αἱ γὰρ θλίψεις στεφάνων τοῖς εὐσεβοῦσι πρόξενοι.

13. (λα) ἐπειδήπερ ἔχουσι τὸν ἐξ ὀλέθρου ῥυόμενον. (λβ) ἥξει γὰρ ὁ ζητῶν τὸ ἀπολτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν (λα)· μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν (λβ)· 14. Μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς (λγ) αὐτῶν ἐξολοθρεῦσαι τοὺς ἀνασωζομένους ἐξ αὐτῶν· μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως.

15. Διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη (λδ)· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι (λε)· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου. 16. Διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου (λϛ), πίονται πάντα τὰ ἔθνη οἶνον (λζ), πίονται καὶ καταπίονται (λη) καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες (λθ).

17. Ἐν δὲ τῷ ὄρει Σιὼν (μ) ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον· καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κληρονομήσαντας αὐτούς (μα). 18. Καὶ ἔσται ὁ οἶκος Ἰακὼβ (μβ) πῦρ καὶ ὁ οἶκος Ἰωσὴφ φλόξ (μγ), ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς, καὶ οὐκ ἔσται πυροφόρος (μδ) τῷ οἴκῳ Ἡσαῦ, ὅτι κύριος ἐλάλησεν.

19. Καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγὲβ (με) τὸ ὄρος τὸ Ἡσαῦ, καὶ οἱ ἐν τῇ Σεφηλᾷ (μϛ) τοὺς ἀλλοφύλους· καὶ κατακληρονομήσουσι τὸ ὄρος Ἐφραὶμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμὶν καὶ τὴν Γαλααδῖτιν (μζ). (λβ) ἥξει γὰρ ὁ ζητῶν τὸ ἀπολλόμενον πρόβατον.

14. (λγ) τὰς διεξόδους. 15. (λδ) ἡ εὐαγγελική, ἐν ᾗ τὰ ἔθνη συγκέκληκεν. (λε) ὥσπερ γὰρ δούλους ἀπατήσας τοὺς ἐλευθέρους ἐποίησας, οὕτως ἔσῃ τῶν ποτέ σοι δουλευσάντων αἰχμάλωτος. 16. (λϛ) πρὶν γὰρ ἐκπεσεῖν τῆς τοῦ θεοῦ λειτουργίας, ἀπήλαυες. (λζ) τὸν μυστικόν. (λη) τουτέστι τῶν μυστηρίων εἰς κόρον ἀπολαύσουσιν. (λθ) τὴν προτέραν αὐτῶν ἐν ἁμαρτίαις ὕπαρξιν.

17. (μ) ἔνθα παρέδωκεν ὁ Χριστὸς τὸ μυστήριον. (μα) τοὺς διαρπάσαντας αὐτοὺς διαρπάσουσιν. 18. (μβ) οἱ τὴν ὑπομονὴν ἀσκούμενοι. (μγ) οἱ τὴν σωφροσύνην γυμναζόμενοι· θείῳ πνεύματι πυροῦνται γὰρ ἑκάτεροι. (μδ) καρπὸν βαστάζων σίτινον, τουτέστι τρόφιμον.

19. (με) οἱ τὰς ἡδονὰς ἐκξηραίνοντες· ξηρασία γὰρ ἑρμηνεύεται. (μϛ) οἱ τὸ πλάτος τῶν ἀρετῶν ἀσκοῦντες· Σεφηλὰ γὰρ τὸ πλατὺ πεδίον ἑρμηνεύεται. (μζ) τοὺς Ἰουδαίους· οἱ γὰρ τὰς ἀρετὰς ἀσκούμενοι οὐ μόνον τῶν νοητῶν ἀλλοφύλων, ἀλλὰ

20. Καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ἰσραήλ (μη), γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν (μθ), καὶ ἡ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθά· κληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ (ν). 21. Καὶ ἀναβήσονται (να) ἀνασωζόμενοι ἐξ ὄρους Σιὼν τοῦ ἐκδικῆσαι (νβ) τὸ ὄρος Ἡσαῦ, καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία (νγ). τῶν νοητῶν ἀλλοφύλων, ἀλλὰ καὶ τῶν Ἰουδαίων τοὺς κλήρους διαρπάζουσιν.

20. (μη) τοῖς μετατιθεμένοις εἰς τὴν τοῦ Χριστοῦ πολιτείαν. (μθ) ἡ τῶν ἐθνῶν πίστις· ταύτης γὰρ χαρακτὴρ ἡ εὐαγγελικὴ Χαναναία καὶ ἡ Σαραφθία χήρα ἡ τὸν Ἠλίαν θρέψασα. (ν) ὅταν οἱ ἐξ Ἱερουσαλὴμ πρὸς τὸν ἐκ Βηθλεὲμ ἑαυτοὺς μετοικήσωσι·

Σαφαρὰ γὰρ Ἐφραθά, ἧς ἡ Βηθλεὲμ λέγεται· οὗτοι τοίνυν ἐθνῶν κληρονομίαν ἕξουσιν. 21. (να) τῇ προκοπῇ τῶν ἀρετῶν. (νβ) τιμωρήσασθαι. (νγ) ἡ τῶν ἀνθρώπων· οὐκέτι γὰρ ἡμᾶς τυραννεῖ ὁ διάβολος.