Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Ἠσαΐαν

Ἡσύχιος ὁ Πρεσβύτερος

Η άνθιση της Εκκλησίας και τα ιστορικά γεγονότα επί Εζεκία

Αναγγελία της πνευματικής άνθισης της Εκκλησίας, οι απειλές των Ασσυρίων, η προσευχή του Εζεκία και η διάσωση της Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 8 από 13

Κεφ. νʹ. Πρόρρησις συντελείας τῆς ὁρωμένης κτίσεως καθ’ ἣν ἀφανίζονται θυμῷ τοῦ θεοῦ μετὰ τῆς ἀσεβείας οἱ ταύτῃ προσχωρήσαντες, τοῖς εὐσεβέσι δὲ κληρονομία δίδοται. Προσαγάγετε ἔθνη, καὶ ἀκούσατε ἄρχοντες· ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ... διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν ... οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. ... καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ ... ἡ μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν. ὅτι θυσία κυρίῳ ἐν τῇ Βοσόρ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ, καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ’ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται. ἡμέρα γὰρ κρίσεως κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών. καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον· καὶ ἔσται αὐτῆς ἡ γῆ καιομένη ὡς πίσσα νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω ...

καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες· καὶ ἐπιβληθήσεται ἐπ’ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ. οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν. καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἄκανθα καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἐπαύλεις σειρήνων καὶ αὐλὴ στρουθῶν· καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις, καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον, ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, ... ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ ἔλαφοι συνήντησαν καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐξεζήτησαν, ὅτι κύριος ἐνετείλατο αὐτοῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτούς. καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισε βόσκεσθαι· εἰς τὸν αἰῶνα χρόνον κληρονομήσατε, εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ’ αὐτῆς.

Κεφ. ναʹ. Εὐαγγελισμὸς τοῦ τῆς ἐκκλησίας ἄνθους καὶ τῶν θαυμάτων ἃ σαρκωθεὶς ὁ Χριστὸς ἐπεδείξατο καὶ τῶν ἀγαθῶν τῆς δωρεᾶς τοῦ βαπτίσματος. Εὐφράνθητι ἔρημος ἡ διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ. ἰσχύσατε χεῖρες ἀνειμέναι ... παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν ... ... καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ, καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος· ἐκεῖ εὐφροσύνη ὄρνεων, ἐπαύλεις ποιμνίων καὶ ἕλη. ἐκεῖ ἔσται ὁδὸς καθαρὰ ... καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἐκεῖ ἔσται ὁδὸς ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ’ αὐτῆς καὶ οὐ μὴ πλανηθῶσιν.

καὶ οὐκ ἔσται ἐκεῖ λέων οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ’ αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι καὶ συνηγμένοι διὰ κύριον, ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ’ εὐφροσύνης, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

Κεφ. νβʹ. Διήγησις οἷα Ῥαψάκης τῇ Ἱερουσαλὴμ παρὰ τοῦ Σεναχηρεὶμ ἀποσταλεὶς ἠπείλησε· καὶ ὅπως τὴν ἀπειλὴν Ἐζεκίας μαθὼν πρὸς Ἡσαΐαν τοὺς ὑπὲρ αὐτῆς δεηθῆναι παρακαλοῦντας ἔπεμψεν· ὁ δὲ ἀσφάλειαν παρὰ θεοῦ τῇ πόλει, ἀποστροφὴν δὲ τοῦ Σεναχηρεὶμ εἰς τὴν χώραν τὴν οἰκείαν ἐμήνυσεν.

Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεκίου ... καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λαχὶς εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως ... ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ’ Αἴγυπτον· ... νῦν μίχθητε τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων ... καὶ πῶς δύνασθε ἀποστρέψαι τὸ πρόσωπον τῶν τοπαρχῶν; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ’ Αἰγυπτίοις, εἰς ἵππον καὶ ἀναβάτην. καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; καὶ εἶπε πρὸς αὐτὸν Ἐλιακεὶμ ... καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί· ... καὶ εἶπε πρὸς αὐτοὺς Ῥαψάκης ... οὐχὶ πρὸς τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι κόπρον ... καὶ ἔστη Ῥαψάκης καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ ... ... Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μέ ... ποῦ ἔστιν ὁ θεὸς Αἰμὰρ καὶ Ἀρφάθ; καὶ ὁ θεὸς τῆς πόλεως Σεπφαρείμ; ... καὶ εἰσῆλθεν Ἐλιακεὶμ ... πρὸς Ἐζεκίαν ἐσχισμένοι τοὺς χιτῶνας ... ... ... Τάδε λέγει Ἐζεκίας Ἡμέρα θλίψεως ... ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. ... καὶ δεηθήσῃ πρὸς κύριόν σου περὶ τῶν καταλελειμμένων τούτων ... ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ ... ...

καὶ ἤκουσε βασιλεὺς Ἀσσυρίων, ὅτι ἐξῆλθε Θαρακὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψε ... ἢ σὺ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων ... ποῦ εἰσὶν οἱ βασιλεῖς Ἀμὰρ καὶ Ἀρφὰθ καὶ πόλεως Σεπφαρείμ, Αἰνὰ καὶ Γαυά; καὶ ἔλαβεν Ἐζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων ... εἰσάκουσον κύριε, ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου ... οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ θεὸς Ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ. ... καὶ οὐκ ᾖρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ; ὅτι δι’ ἀγγέλων σου ὠνείδισας κύριον· σὺ γὰρ εἶπας Τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ, καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος. οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα; ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς· ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν ... νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι· ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρὸς μέ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.

τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, καὶ τῷ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα ... καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ῥίζαν κάτω καὶ ποιήσουσι σπέρμα ἄνω. ὅτι ἐξ Ἱερουσαλὴμ ἐξελεύσονται οἱ καταλελειμμένοι ... ... Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην ... οὐδ’ οὐ μὴ κυκλώσῃ ἐπ’ αὐτὴν χάρακα· ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν ἐν αὐτῇ ἀποστραφήσεται. τάδε λέγει κύριος Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι’ ἐμὲ καὶ διὰ Δαυῒδ τὸν παῖδά μου ...

Κεφ. νγʹ. Διήγησις τῆς ἀρρωστίας Ἐζεκίου ἐν ᾗ θάνατον μὲν αὐτῷ ὁ προφήτης ἐμήνυσεν, εὐξαμένῳ δὲ ὁ θεὸς χρόνον ζωῆς προσέθηκε· καὶ ᾠδὴ τοῦ αὐτοῦ· καὶ δῶρα ἐκ Περσῶν ἐφ’ οἷς αὐτὸς μὲν τοὺς θησαυροὺς τοὺς οἰκείους ἐπέδειξεν, ὁ προφήτης δὲ αὐτῷ τὴν ἐσομένην τῆς Ἱερουσαλὴμ προεφήτευσεν ἅλωσιν.

Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου· ... Τάξαι περὶ τοῦ οἴκου σου, ὅτι ἀποθνήσκεις σὺ ... ... Τάδε λέγει κύριος ὁ θεὸς Δαυῒδ τοῦ πατρός σου Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου ... τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου, ὅτι ὁ θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο· ἰδοὺ ἐγὼ στρέψω τὴν σκιὰν τῶν ἀναβαθμῶν ... ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. ...

Προσευχὴ Ἐζεκίου ... Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου Ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. εἶπα Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας μου, κατέλειπον τὸ λοιπὸν τῆς ζωῆς μου, ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ’ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας· τὸ πνεῦμά μου παρ’ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι, οὕτως τὰ ὀστᾶ μου συνέτριψεν· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην. ὡς χελιδὼν οὕτως φωνήσω, καὶ ὡς περιστερὰ οὕτως μελετήσω· ἐξέλειπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς. κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα. εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου, ... ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, κύριε τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, κατέναντι τοῦ οἴκου τοῦ θεοῦ ... ... Τοῦτο τὸ σημεῖον, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ θεοῦ. ...

καὶ ἐχάρη ἐπ’ αὐτοῖς Ἐζεκίας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον ... τῶν θυμιαμάτων ... καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης ... ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων. καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν Ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησε, γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.