Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Ἠσαΐαν
Η πνευματική λατρεία, ο έλεγχος των Ιουδαίων και η νέα Ιερουσαλήμ
Η αληθινή νηστεία, η αποδοχή των αλλογενών, η κρίση κατά της ιουδαϊκής αποστασίας και η μελλοντική δόξα της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η πνευματική λατρεία, ο έλεγχος των Ιουδαίων και η νέα Ιερουσαλήμ
Η αληθινή νηστεία, η αποδοχή των αλλογενών, η κρίση κατά της ιουδαϊκής αποστασίας και η μελλοντική δόξα της Εκκλησίας.
Οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ. ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; ... ... καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυῒδ τὰ πιστά. ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. ἔθνη ἃ οὐκ οἴδασί σε ἐπικαλέσονταί σε ... ἕνεκεν κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. ζητήσατε τὸν θεὸν καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα ἂν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ ... καὶ ἐπιστραφήτω ἐπὶ κύριον, καὶ ἐλεηθήσεται ... οὐ γάρ εἰσιν αἱ βουλαὶ μοῦ ὥσπερ αἱ βουλαὶ ὑμῶν ... ἀλλ’ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδὸς μοῦ ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μοῦ. ὡς γὰρ ἐὰν καταβῇ ὑετὸς ἢ χιὼν ἀπὸ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ, ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ βλαστήσῃ καὶ δῷ σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆμά μου ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου ... καὶ εὐοδώσω τὰς ὁδούς σου καὶ τὰ ἐντάλματά μου. ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε ...
τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις, καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.
Κεφ. οεʹ. Ἀπόφασις θεοῦ σάββατα ἡγεῖσθαι τὴν τῶν κακῶν ἀποχὴν καὶ ὑπὲρ τεκνογονίαν τιμᾶσθαι παρ’ αὐτῷ τῶν ἐντολῶν τὴν κατόρθωσιν· καὶ κατηγορία τοῦ Ἰσραὴλ ὡς οὔτε τὸν νόμον νοοῦντος καὶ ἀσωτίᾳ σχολάζοντος.
Τάδε λέγει κύριος Φυλάσσεσθε κρίσιν, ποιήσατε δικαιοσύνην· ἤγγικε γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι. μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν, καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα. μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς κύριον Ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι ἐγώ εἰμι ξύλον ξηρόν. τάδε λέγει κύριος τοῖς εὐνούχοις Ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω ... δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν, κρείττω υἱῶν καὶ θυγατέρων ... καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις πρὸς κύριον δουλεύειν αὐτῷ ... καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου, εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν, εἶπε κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ἰσραήλ, ὅτι συνάξω ἐπ’ αὐτὸν συναγωγὴν πάντα τὰ θηρία τὰ ἄγρια· δεῦτε, φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ. ἴδετε, ὅτι πάντες ἐκτετύφλωνται, οὐκ ἔγνωσαν, πάντες κύνες ἐνεοὶ οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι.
καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσι πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ ἀπ’ ἄκρου αὐτοῦ. δεῦτε λάβωμεν οἶνον καὶ οἰνοφλυγήσωμεν μέθην, καὶ ἔσται τοιαύτη ἡμέρα αὔριον, μεγάλη περισσῶς σφόδρα.
Κεφ. οϛʹ. Κατηγορία τῶν Ἰουδαίων μὴ συνιέντων τὴν βλάβην ἣν τὸν Χριστὸν ζημιωθέντες ὑπέστησαν, εἰδώλοις δὲ σχολασάντων καὶ δι’ ὑπερηφανίαν ἀποστάντων θεοῦ· καὶ ὀνειδισμὸς τῆς Ἱερουσαλὴμ ὑπὲρ τὸν θεὸν φοβηθείσης τὰ εἴδωλα· καὶ ὑπόσχεσις τὸν πιστὸν σωθήσεσθαι.
Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ· ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου. ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· ... καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας; σπέρμα ἄνομον; οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν; ἐκείνη σου ἡ μερὶς ... ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; ἐπ’ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας, καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ... ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ’ αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας, καὶ ἐταπεινώθης ἕως ᾅδου. ταῖς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας Παύσομαι, ἐνισχύουσα, ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου σύ. τίνα εὐλαβηθεῖσα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου; κἀγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης. κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην σου καὶ τὰ κακά σου ἃ οὐκ ὠφελήσει σε· ... τούτους γὰρ πάντας ἄνεμος λήψεται καὶ ἀποίσει καταιγίς.
οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν, καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἐροῦσι Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδούς, καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. τάδε λέγει κύριος ὁ ὕψιστος ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν Καὶ οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν· πνεῦμα γὰρ παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. διὰ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτόν, καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτοῦ, καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ. τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτόν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν· καὶ τοῖς παθηνοῖς αὐτοῦ κτίζων καρπὸν χειλέων, εἰρήνην ἐπ’ εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι. καὶ εἶπε κύριος Ἰάσομαι αὐτούς· οἱ δὲ ἄδικοι κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ δυνήσονται· καὶ ἀποβάλλεται ὕδωρ αὐτῆς καταπάτημα καὶ πηλόν. οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπε κύριος ὁ θεός.
Κεφ. οζʹ. Πρόσταγμα τῷ προφήτῃ τὰ τῶν Ἰουδαίων κηρῦξαι κακά· καὶ ἐξήγησις τοῦ θεοῦ, τίνος μὲν χάριν τῶν Ἰουδαίων τὴν νηστείαν ἀπέβαλε, ποίᾳ δὲ νηστείᾳ τέρπεται καὶ ποίοις σαββάτοις ἀρέσκεται. Ἀναβόησον ἐν ἰσχύϊ καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν ... ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην θεοῦ πεποιηκὼς καὶ κρίσιν θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς· αἰτοῦσί με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν θεῷ ἐπιθυμοῦσι, λέγοντες Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ... ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ, οὐδ’ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου ... οὐδ’ οὕτως καλέσετε νηστείαν δεκτήν. ... διάλυε στραγγαλίας βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει ... ... καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε· ...
ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία, ... καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσται ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλειπεν ὕδωρ· ... καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται σου τὰ θεμέλια αἰώνια, γενεῶν γενεαῖς ἀναστήσεις, καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν, καὶ τοὺς τρίβους σου τοὺς ἀνὰ μέσον παύσεις. ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ, καλέσεις τὰ σάββατα τρυφερά, ἅγια τῷ θεῷ σου, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ’ ἔργῳ οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου, καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα.
Κεφ. οηʹ. Ἐξήγησις, τίνος χάριν ὁ θεὸς τὸν Ἰσραὴλ ἀπέστραπται, καὶ ὅτι πονηρὰ μελετῶντες οὐδὲν κέρδος ἐξ αὐτῶν ἀπηνέγκαντο, ἀλλ’ εἰς τὴν τύφλωσιν τῆς ἀγνοίας ἐνέπεσον. Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ’ ὑμῶν τοῦ μὴ ἐλεῆσαι. αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις ... οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσι κενά, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν. ὠὰ ἀσπίδων ἔρρηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε καὶ ἐν αὐτῷ βασιλίσκον. ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν ... ... καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀπὸ φόνων ... καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, καὶ οὐκ ἔστι κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· ... καὶ οὐκ οἴδασιν εἰρήνην. διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ’ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος ... ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, καὶ πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσιν, ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται.
Κεφ. οθʹ. Προσωποποιΐα τοῦ προφήτου κατηγορίαν τῆς κακίας τῶν Ἰουδαίων ἔχουσα· καὶ ἀπειλὴ τῆς τοῦ θεοῦ κατ’ αὐτῶν ἐκδικήσεως· καὶ πρόρρησις ἐθνῶν ἐπιστροφῆς καὶ Χριστοῦ παρουσίας καὶ διαθήκης εὐαγγελικῆς, σφραγιζομένης μὲν πνεύματι, διηνεκῶς δὲ μελετωμένης τοῖς ἔθνεσιν.
Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι σωτηρία, μακρὰν ἀφέστηκεν ἀφ’ ἡμῶν. ... καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν, ἠσεβήσαμεν καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν τοῦ θεοῦ ἡμῶν· ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους, καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν ἀφ’ ἡμῶν, ὅτι καταναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια ... καὶ ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν αὐτῶν τοῦ συνιέναι· καὶ εἶδε κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις. καὶ εἶδε καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησε, καὶ οὐκ ἦν ἀντιληψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ αὐτοῦ ἐστηρίσατο. ... καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς, καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις. καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ κυρίου, ἥξει μετὰ θυμοῦ.
καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ, καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, εἶπε κύριος· τὸ πνεῦμα τὸ ἐμὸν ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματος τοῦ σπέρματός σου, εἶπε κύριος ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.
Κεφ. πʹ. Εὐαγγελισμὸς τῇ νέᾳ Ἱερουσαλὴμ παρουσίας Χριστοῦ καὶ συναγωγῆς ἐθνῶν καὶ ἀποστολικοῦ δρόμου καὶ τῆς ἐσομένης τῇ ἐκκλησίᾳ δόξης, φωτισμοῦ τε αἰωνίου καὶ αὐξήσεως τῆς εἰς ἀριθμὸν ἄπειρον. Φωτίζου φωτίζου Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. ἰδοὺ σκότος καὶ γνόφος καλύπτει γῆν ἐπ’ ἔθνη· ἐπὶ σὲ φανήσεται κύριος, ... καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητι τῆς ἀνατολῆς σου. ... ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται. τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσί σοι ἀγέλαι καμήλων ... πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον, καὶ λίβανον οἴσουσι καὶ λίθον τίμιον, καὶ τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται· καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονται, καὶ οἱ κριοὶ Ναβεὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς; ἐμὲ αἱ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ’ αὐτῶν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι.
καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ διὰ ἔλεον ἠγάπησά σε. καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς ἀγομένους· τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς αὐτῶν οἵτινες οὐ δουλεύσουσί σοι ἀποθανοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται. καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ προσκυνήσουσιν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν σου πάντες οἱ παροξύναντές σε, καὶ κληθήσῃ πόλις κυρίου Σιὼν ἁγίου Ἰσραήλ· διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι ... καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλου οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ· καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου γλύμμα.
καὶ οὐκ ἔσται σοι ὁ ἥλιος ..., ἀλλ’ ἔσται σοι κύριος φῶς αἰώνιον, καὶ ὁ θεὸς δόξα σου. οὐ γὰρ δύσεται ὁ ἥλιός σου, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ κύριός σοι φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου. καὶ ὁ λαός σου πᾶς δίκαιος, καὶ διὰ αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν. ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.