Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Ἠσαΐαν
Η δευτέρα παρουσία, η νέα κτίση και η τελική κρίση
Το ευαγγελικό κήρυγμα της έλευσης του Σωτήρα, η δημιουργία νέου ουρανού και νέας γης και η αιώνια τύχη δικαίων και ασεβών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η δευτέρα παρουσία, η νέα κτίση και η τελική κρίση
Το ευαγγελικό κήρυγμα της έλευσης του Σωτήρα, η δημιουργία νέου ουρανού και νέας γης και η αιώνια τύχη δικαίων και ασεβών.
Κεφ. παʹ. Προφητεία παρουσίας Χριστοῦ καὶ κηρύγματος εὐαγγελικοῦ καὶ τῆς ἐσομένης χαρᾶς τῇ Σιὼν ἐπὶ τῇ συναγωγῇ τῶν ἐθνῶν οἷς αἰώνιον διαθήκην ὁ θεὸς διατίθεται. Πνεῦμα κυρίου ἐπ’ ἐμὲ οὗ εἵνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς ... κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, ... δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· ... ... καὶ καινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας εἰς γενεάς. καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί· ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε καὶ λειτουργοὶ θεοῦ, ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐπὶ τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. οὕτως ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐγὼ γάρ εἰμι κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις ... καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ... καὶ ἐν εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ κύριον.
Κεφ. πβʹ. Ἀναφώνησις εὐφροσύνης ἐκ προσώπου τοῦ πιστοῦ λαοῦ· καὶ εὐαγγελισμὸς τῆς Σιὼν τῆς ἐσομένης αὐτῇ διὰ Χριστοῦ δόξης καὶ τῆς πρὸς αὐτὸν νυμφεύσεως καὶ θείων μυστηρίων ἀπολαύσεως καὶ τῆς τοῦ λαοῦ τῶν ἐθνῶν προσαγωγῆς καὶ λυτρώσεως.
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν ... καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπον τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην ...
Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου ... καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν ὃ ὁ κύριος ὀνομάσει αὐτό. καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου. καὶ οὐκέτι κληθήσῃ καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔρημος· σοὶ γὰρ κληθήσεται θέλημα ἐμόν, καὶ τῇ γῇ σου οἰκουμένη, ὅτι εὐδόκησε κύριος ἐν σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται. καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σοῦ· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί. καὶ ἐπὶ τῶν τειχέων σου, Ἱερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι κυρίου. οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἱερουσαλὴμ γαυρίαμα ἐπὶ τῆς γῆς. ὤμοσε κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου ἐφ’ ᾧ ἐμόχθησας, ἀλλ’ οἱ συνάγοντες φάγονται αὐτὰ καὶ αἰνέσουσι κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις σου.
πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε, ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη. ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μισθὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ. καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου, σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη.
Κεφ. πγʹ. Πεῦσις περὶ τοῦ κυριακοῦ πάθους ἐκ προσώπου τῶν οὐρανίων δυνάμεων· καὶ ἀπόκρισις τοῦ Χριστοῦ ὡς τῆς σωτηρίας τῆς ἀνθρωπίνης ἕνεκα τὸ πάθος κατεδέξατο ἐφ’ οἷς αὐτὸν ὁ προφήτης ὑμνεῖ, κατηγορεῖ δὲ τῶν Ἰουδαίων καὶ τῶν θαυμάτων ἀναμιμνήσκει τῶν ἔμπροσθεν.
Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ; ἐρυθήματα ἱματίων ἐκ Βοσόρ; οὕτως ὡραῖος ἐν στολῇ, βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν, καὶ πάντα τὰ ἐνδύματά μου ἐμόλυνα. ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι. καὶ ἐπέβλεψα, καὶ οὐδεὶς βοηθός· καὶ προσενόησα, καὶ οὐδεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ ἐμέθυσα αὐτοὺς ἐν θυμῷ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. τὸν ἔλεον κυρίου ἐμνήσθην, τὰς ἀρετὰς κυρίου ἐν πᾶσιν οἷς ὁ κύριος ἡμῖν ἀνταποδίδωσι. κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. καὶ εἶπεν Οὐχ ὁ λαός μου; τέκνα οὐ μὴ ἀθετήσωσι· καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως. οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ’ αὐτὸς κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν· καὶ αὐτὸς ἐλυτρώσατο αὐτούς, καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος.
αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς. καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων Μωυσῆ λαοῦ αὐτοῦ· ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς θαλάσσης τὸν ποιμένα τῶν προβάτων; ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον; ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον ... ... καὶ κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου ποιῆσαι σεαυτῷ ὄνομα δόξης.
Κεφ. πδʹ. Ἔντευξις τοῦ προφήτου πρὸς τὸν θεὸν ὑπὲρ τοῦ Ἰσραὴλ ὡς παροφθέντος διὰ τὴν πρόσκρουσιν καὶ τὰς ἁμαρτίας ἔτι μᾶλλον πλεονάσαντος· καὶ ἱκετηρία μὴ μέχρι τέλους παρασιωπῆσαι τὸν θεόν, ἀλλὰ τὸν ἑαυτοῦ λαὸν καὶ τὴν Ἱερουσαλὴμ ἐπισκέψασθαι.
Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ... ποῦ ἔστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; σὺ γὰρ ἡμῶν εἶ πατήρ, ὅτι Ἁβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ σὺ κύριε πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ’ ἀρχῆς τὸ ὄνομά σού ἐστιν ἐν ἡμῖν. τί ἐπλάνησας ἡμᾶς κύριε ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου· οἱ ὑπενάντιοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά μου· ἐγενόμεθα ὡς τὸ ἀπ’ ἀρχῆς ...
Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ... καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται, ὅταν ποιῇς τὰ ἔνδοξα· τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ καὶ τὰ ἔργα σου ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον. συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήθημεν, καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν· οὕτως ἄνεμος οἴσει ἡμᾶς. καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου ... καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. καὶ νῦν κύριε πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλός, ἔργον τῶν χειρῶν σου πάντες. μὴ ὀργίζου ἡμῖν σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν· καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς. πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν ὁ οἶκος τὸ ἅγιον ἡμῶν ... καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου κύριε καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα.
Κεφ. πεʹ. Ὑπόσχεσις Χριστοῦ τοῖς ἔθνεσιν αὐτὸν ἐμφανισθήσεσθαι· καὶ ἀπειλὴ κατὰ τῶν Ἰουδαίων ὡς ἀπειθησάντων ἐν τῷ σταυρῷ καὶ εἰδώλοις μὲν δουλευσάντων, ἑαυτοὺς δὲ δικαιούντων ὑπὲρ ὧν αὐτοῖς ἀποδώσειν τὰς ἁμαρτίας ἠπείλησεν.
Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα Ἰδού εἰμι τῷ ἔθνει οἵτινες οὐκ ἐκάλεσαν τὸ ὄνομά μου. ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός· αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις ἃ οὐκ ἔστιν, καὶ ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι’ ἐνύπνια ἔσθοντες κρέα ὕεια καὶ ζωμὸν θυσιῶν, ... οἱ λέγοντες Πόρρω ἀπ’ ἐμοῦ, μὴ ἐγγίσῃς μου, ὅτι καθαρός εἰμι· οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. ἰδοὺ γέγραπται ἐνώπιόν μου Οὐ σιωπήσομαι ἕως ἂν ἀποδῶ εἰς τὸν κόλπον αὐτῶν τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει κύριος· οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν.
Κεφ. πϛʹ. Ἀπόφασις θεοῦ τὸν Ἰσραὴλ μὴ εἰς τέλος φθαρήσεσθαι, ἀλλὰ τοὺς ἀπειθοῦντας ἀπολεῖσθαι, τοὺς δουλεύοντας δὲ θεῷ καὶ μυστηρίων ἀπολαύσειν καὶ ὀνόματος καινοῦ τεύξεσθαι, καὶ τῷ λαῷ τῆς νέας Ἱερουσαλὴμ ἀρετῶν ἔσεσθαι τελειότητα καὶ τῶν πόνων τῶν οἰκείων ἀπόλαυσιν.
Οὕτως λέγει κύριος Ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυϊ ..., οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου ... καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου οἳ ἐζήτησάν με. ὑμεῖς δὲ οἱ ἐγκαταλείποντές με ..., ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε ... καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε. διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε· ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε. καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ κύριος· τοῖς δὲ δουλεύουσιν αὐτῷ κληθήσεται ὄνομα καινὸν ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν θεὸν τὸν ἀληθινόν, καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν. ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.
ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ’ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ’ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ἰδοὺ ἐγὼ ποιῶ Ἱερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην. καὶ ἀγαλλιάσομαι ἐπὶ Ἱερουσαλήμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς, καὶ οὐ μὴ γένηται ἐκεῖ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατός ἐστιν. ... καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν· ... καὶ οὐ μὴ φυτεύσουσι, καὶ ἄλλοι φάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενόν, οὐδὲ τέκνα ποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ ἐστι, καὶ τὰ ἔκγονα αὐτῶν μετ’ αὐτῶν ἔσονται. ... ἔτι λαλούντων αὐτῶν ἐρῶ Τί ἐστι; τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν, οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει κύριος.
Κεφ. πζʹ. Ἀπόφασις θεοῦ οἴκους αἰσθητοὺς μὴ ἐκλέγεσθαι μηδὲ ταῖς ἐξ ἀδικίας θυσίαις ἀρέσκεσθαι· καὶ παραίνεσις τοῖς πιστοῖς ἀνεξικακίαν πρὸς τοὺς ἐχθροὺς ἐνδείκνυσθαι· καὶ πρόρρησις τοῦ τεχθησομένου λαοῦ τῇ νέᾳ Σιών· καὶ προσφώνησις εὐφροσύνης ἐπὶ τοῖς ἀγαθοῖς ἃ τῇ νέᾳ Ἱερουσαλὴμ εὐτρεπίζεται.
Οὕτως λέγει κύριος Ὁ οὐρανός μοι θρόνος ... ... καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου; ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα ... ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος. καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε, κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτούς, καὶ οὐχ ὑπήκουσάν μου, ἐλάλησα, καὶ οὐκ ἤκουσαν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο. ἀκούσατε τὸ ῥῆμα κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ Εἴπατε ἀδελφοὶ ἡμῶν τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται. φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἢ ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. τίς ἤκουσε τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως, εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, εἰ ἐτέχθη ἔθνος εἰς ἅπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς; ... καὶ οὐκ ἐμνήσθης μου, εἶπε κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα;
εἶπεν ὁ θεός· εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι πενθεῖτε ἐπ’ αὐτῇ, ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπ’ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται. ὡς εἴ τινα μήτηρ παρακαλέσει, ὅτι οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμᾶς, ... καὶ ὄψεσθε, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοῖς σεβομένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν.
Κεφ. πηʹ. Προφητεία δευτέρας Χριστοῦ παρουσίας καὶ ἀπωλείας τῶν ἀσεβῶν· καὶ πρόρρησις τῆς τῶν ἐθνῶν μετὰ δόξης εἰς τὴν νέαν Ἱερουσαλὴμ συνόδου καὶ τῆς διὰ Χριστοῦ καινῆς κτίσεως· καὶ ὅπως τὰ κακὰ τοῦ λαοῦ τῶν Ἰουδαίων τοῖς ἔθνεσιν εἰς θεωρίαν προκείσεται.
Ἰδοὺ γὰρ κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. ἐν γὰρ τῷ πυρὶ κυρίου καταναλωθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· ... οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέα ὕειον ... καταναλωθήσονται, εἶπε κύριος. κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη ... καὶ εἰς τὰς νήσους τὰς πόρρω, ... καὶ ἀναγγελοῦσί μου τὴν δόξαν ἐν τοῖς ἔθνεσι, καὶ ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον κυρίῳ μεθ’ ἵππων καὶ ἁρμάτων ἐν λαμπίναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλήμ, εἶπε κύριος, ὡς ἀνενέγκαισαν οἱ υἱοὶ ἐμοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον κυρίου. καὶ ἀπ’ αὐτῶν λήψομαι ἐμαυτῷ ἱερεῖς καὶ Λευΐτας, εἶπε κύριος. ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ ἃ ἐγὼ ποιῶ μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν. καὶ ἔσται μὴν ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ἱερουσαλήμ, εἶπε κύριος.
καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.