Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Ἠσαΐαν
Προφητείες κατά της Βαβυλώνας και των αλλοεθνών
Η πτώση της Βαβυλώνας, η συντριβή του Εωσφόρου και η θεία δίκη κατά των αλλοφύλων, του Μωάβ και της Δαμασκού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προφητείες κατά της Βαβυλώνας και των αλλοεθνών
Η πτώση της Βαβυλώνας, η συντριβή του Εωσφόρου και η θεία δίκη κατά των αλλοφύλων, του Μωάβ και της Δαμασκού.
Κεφ. καʹ. Προφητεία κλήσεως ἐθνῶν διὰ Χριστοῦ καὶ ἀφίξεως καὶ τῶν ἐσομένων ἐν τῷ καιρῷ τῆς συντελείας ἐν τῇ γῇ καὶ τοῖς στοιχείοις ἅπασι καὶ τῆς τῶν ἀνόμων διαφθορᾶς καὶ τῆς τῶν δικαίων δόξης· καὶ οἷα πείσονται οἱ ὑπεύθυνοι τότε τῇ δίκῃ εὑρισκόμενοι.
Ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς κατὰ Βαβυλῶνος. Ἐπ’ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, παρακαλεῖτε τῇ χειρί, ἀνοίξατε οἱ ἄρχοντες. ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς, ... γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ, ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ’ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, τοῦ καταφθεῖραι τὴν οἰκουμένην ὅλην. ὀλολύζετε· ἐγγὺς γὰρ ἡ ἡμέρα κυρίου, καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει. ... καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει· καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν. ἰδοὺ γὰρ ἡ ἡμέρα κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. ... καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ ... καὶ ἀπολῶ ὕβριν ἀνόμων ... καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ.
ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς κυρίου Σαβαώθ, ... καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπος εἰς τὴν χώραν ἑαυτοῦ διώξεται. ὃς γὰρ ἐὰν ἁλῷ, ἡττηθήσεται, καὶ ὅσοι συνηγμένοι εἰσί, μαχαίρᾳ πεσοῦνται· καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσιν καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.
Κεφ. κβʹ. Προφητεία, ὅτι τὰ ἔθνη κατὰ δαιμόνων ἀναστήσεται, καὶ ἀφανισθήσεται παρ’ αὐτῶν ἡ τῶν εἰδώλων σύγχυσις, Ἰσραὴλ δὲ αὐτοῖς ὁ πιστεύων ἀναμιχθήσεται, καὶ θρῆνος ἐντεῦθεν τῷ διαβόλῳ γενήσεται. Ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν. τοξεύματα νεανίσκων συντρίψουσι καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσουσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. καὶ ἔσται Βαβυλὼν ἣ καλεῖται ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα· οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδὲ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτῇ. καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ πλησθήσονται αἱ οἰκίαι ἤχου· καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, ... καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν· ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ.
Καὶ ἐλεήσει κύριος τὸν Ἰακὼβ καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραήλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γειώρας προστεθήσεται πρὸς αὐτοὺς καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ, καὶ λήψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν ... καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτοὺς ... καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε ὁ θεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου ... καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων· πατάξας ἔθνος θυμῷ πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγὴν θυμοῦ ἣ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς.
Κεφ. κγʹ. Χαρὰ τῶν ἐθνῶν καὶ σχετλιασμὸς τῶν ἀσεβῶν ἐπὶ τῷ πτώματι τοῦ διαβόλου· καὶ ἐπιτίμησις κατ’ αὐτοῦ παρὰ τοῦ θεοῦ παντελῆ μὲν ὄλεθρον αὐτοῦ τε καὶ τῶν αὐτοῦ, βεβαίωσιν δὲ τῆς βουλῆς τῆς θείας καταγγέλλουσα.
Πᾶσα ἡ γῆ βοᾷ μετ’ εὐφροσύνης, καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοί, καὶ ἡ κέδρος τοῦ Λιβάνου Ἀφ’ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. πάντες ἀποκριθήσονται καὶ ἐροῦσί σοι Καὶ σὺ ἑάλως ... ... καὶ τὸ κατακάλυμμά σου σκώληξ. πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι ... νῦν δὲ εἰς ᾅδου καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς. οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς, ... καὶ τὰς πόλεις αὐτοῦ καθεῖλε, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσε. πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ... σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἐν αἵματι ἱμάτιον πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός ... σπέρμα πονηρόν. ἑτοίμασον σφαγῆναι τὰ τέκνα σου ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι ... καὶ ἐμπλήσωσι τὴν γῆν πολέων ... καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ βάθρον εἰς ἀπώλειαν.
τάδε λέγει κύριος Σαβαὼθ ... ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου· ... καὶ ἀφαιρεθήσεται ἀπ’ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται ...
Κεφ. κδʹ. Προσφώνησις τοῖς δαίμοσι μὴ θαρρεῖν τῷ Ἰουδαϊκῷ πτώματι, ἐπειδὴ χαλεπὰ παρὰ τῶν τοῖς ἀποστόλοις μαθητευθέντων πείσονται. Τοῦ ἔτους οὗ ἀπέθανεν Ἄχαζ ὁ βασιλεύς, ἐγενήθη τὸ ῥῆμα τοῦτο. μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι, καὶ βοσκηθήσονται πτωχοὶ δι’ αὐτοῦ· πτωχοὶ δὲ ἄνδρες ἐπ’ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. ὀλολύζετε πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βορρᾶ ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι κύριος ἐθεμελίωσε Σιών, καὶ δι’ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.
Κεφ. κεʹ. Προφητεία κατὰ τῆς εἰδωλολατρείας ἐν αἰνίγματι τῆς Μωάβ· ἦν γὰρ αὕτη κατείδωλος· καὶ τῆς ἐπιδημίας τῆς τοῦ κυρίου πρόρρησις· καὶ τῆς τῶν πεπλανημένων ἐθνῶν διορθώσεως μήνυσις. Τὸ ὅραμα τὸ κατὰ τῆς Μωαβίτιδος.
Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. λυπεῖσθε ἐφ’ ἑαυτοῖς· ἀπολεῖται γὰρ καὶ Ληβὼν οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος. ὀλολύζετε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι, ... ὀλολύζετε μετὰ κλαυθμοῦ. ὅτι κέκραγεν Ἐσεβὼν καὶ Ἐλεαλή, ἕως Ἰασσὰ ἠκούσθη ἡ φωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται. ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ ἕως Σηγώρ· δάμαλις γάρ ἐστι τριετής, ἐπὶ δὲ τῆς ἀναβάσεως Λουεὶθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρωνιείμ· βοᾷ σύντριμμα καὶ σεισμός, τὸ ὕδωρ τῆς Νεμρεὶμ ἔρημον ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήψονται αὐτήν. συνῆψε γὰρ ἡ βοὴ τὸ ὄρος τῆς Μωαβίτιδος τῆς Ἀγαλλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ. τὸ δὲ ὕδωρ τὸ Ῥεμμὼν πλησθήσεται αἵματος· ... καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριὴλ καὶ τὸ κατάλοιπον Ἄδαμα.
Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος Σιών; ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θυγάτηρ Μωάβ, ἔπειτα δὲ Ἀρνῶν πλείονα βουλεύου, ποίει τε σκέπην πένθους· αὕτη διὰ παντὸς ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν. μὴ ἀχθῇς, παροικήσουσί σοι οἱ φυγάδες Μωάβ· ἔσονται γὰρ σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, συνετελέσθη ταλαιπωρία, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. καὶ διορθωθήσεται μετὰ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ’ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυῒδ ... ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρας. οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. ὀλολύξει Μωάβ· ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι· τοῖς κατοικοῦσι δὲ Σὴθ μελετήσεις, καὶ οὐκ ἐντραπήσῃ τὰ πεδία Ἐσεβών. πενθήσει ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον, οἱ ἀπεσταλμένοι ἀπ’ αὐτῆς· ἐγκατελείφθησαν, διέβησαν γὰρ τὴν θάλασσαν. διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ ἄμπελον Σεβαμά· τὰ δένδρα σου κατέβαλεν Ἐσεβὼν καὶ ἐλάλησεν Ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται. ... ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια· πέπαυται γάρ.
διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ἐνεκαίνισας. καὶ ἔσται ὡς τὸ ἐντραπῆναί σε, ... τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησε. καὶ νῦν λέγω Ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.
Κεφ. κϛʹ. Προφητεία τὴν πλάνην καὶ ἐκ Δαμασκοῦ παύσεσθαι· καὶ πρόρρησις τῆς τοῦ λαοῦ τῶν Ἰουδαίων ἐλαττώσεως, ἐθνῶν τε ἐπιστροφῆς· καὶ οἷα οἱ τῶν Ἰουδαίων παῖδες διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν πεπόνθασιν.
Τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ. Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων· καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραΐμ· καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν· τάδε λέγει κύριος Σαβαώθ· Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακώβ, ... καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρου, ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτοῦ καταλειφθῇ. τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ· Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, ... καὶ οὐκ ὄψονται τὰ ἄλση αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν. τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλειπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. καὶ ἔσονται ἔρημοι, διότι ἐγκατέλειπες τὸν θεὸν τὸν σωτῆρά σου, ...
διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον· τῇ δὲ ἡμέρᾳ ᾗ ἐὰν φυτεύσῃς, πλανηθήσῃ· τὸ δὲ πρωῒ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητὸν ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὥσπερ πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς σου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.