Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον
Προοίμιο, νεανικά χρόνια και σπουδές
Εισαγωγή στον βίο του αγίου Ιωάννου του Χρυσοστόμου, αναφορά στην καταγωγή, την εκπαίδευσή του και τα πρώτα θαύματα στην Αντιόχεια.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο, νεανικά χρόνια και σπουδές
Εισαγωγή στον βίο του αγίου Ιωάννου του Χρυσοστόμου, αναφορά στην καταγωγή, την εκπαίδευσή του και τα πρώτα θαύματα στην Αντιόχεια.
Ἡσυχίου πρεσβυτέρου σύγγραμμα εἰς τὸν βίον τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου Πᾶσι μὲν τοῖς ἀμαθέσιν ἐπικερδὲς ἦν τοῦ μὴ ὑπέρογκα φθέγγεσθαι, ἀλλὰ τοῖς ἐλλογίμοις καὶ συνετοῖς τοῦτο προσαναθείην.
Ἀλλ’ ὑπὸ πόθου τινὲς δάκνονται καὶ τὴν αἰδῶ ἀπορρίπτουσι καὶ εἰς τὸ λέγειν ἐθέλουσι. Τούτων εἷς κἀγὼ σήμερον εἶμαι καὶ τὴν ἰδίαν ἀσθένειαν ἐπιλελησμέ<νος> εἰς μέγα κατήντησα πέλαγος καὶ ἄτερ πλοίου ἐθέλω διαπερᾶν τὸν μέγαν τοῦ Χρυσοστόμου καὶ νοῦν ὑπεραίροντα βίον. Ἀλλὰ σὺ καὐτός, πάτερ πατέρων θειότατε, γενοῦ ἰθυντὴρ καὶ χεῖρά μοι ὄρεξον καὶ ὁδήγησον πρὸς τὸ εὔδρομον.
Οὗτος τοίνυν, ὦ οὗτοι, ὁ σοφώτατος καὶ θεῖος ἀνὴρ Ἰωάννης ὁ μέγας Ἀντιοχεὺς μὲν ἦν τὸ γένος, υἱὸς δὲ ἦν τινος τῶν ἐπιφανῶν καὶ πλουσίων, Σεκούνδου τοὔνομα, μητρὸς δὲ Ἀνθούσης, τιμιωτάτης καὶ συνετῆς. Μετὰ δὲ μικρὸν ὁ τιμιώτατος τὸ βάπτισμα εἰληφὼς παρὰ Μελετίου ἐπισκόπου Ἀντιοχείας. Ἐπειδὴ δὲ προσέκοπτε τῇ ἡλικίᾳ, εἰς τὴν τῶν θείων γραμμάτων μάθησιν ἐκδίδοται. Τοίνυν δεξιᾶς φύσεως ὑπάρχων ὁ παῖς ἐν ἀκαρεῖ χρόνῳ τοὺς πολλῷ χρόνῳ μανθάνοντας ὑπερῆρεν καὶ ἐν πολλῇ ταπεινότητι διακείμενος, μηδέν τι θελγόμενος τῶν τοῦ κόσμου φαντασιῶν καὶ μᾶλλον ὀνειδιζόμενος ὑπὸ πάντων πως τοῦτο ἑλόμενος. Ὁ δὲ σύννους οὗτος καὶ θεῖος παῖς οὕτως διὰ λόγων· «Οὐκ ἠκούσατε τοῦ προφήτου λέγοντος ὅτι “Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς μοι, ὅπως ἂν μάθω τὰ δικαιώματά σου”; Καὶ πάλιν ὁ κύριος εἴρηκεν· “Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.” Ἀγαθόν μοι τοίνυν ἐστὶν ἵνα ὧδε ταπεινῶ βραχὺ καὶ ἐν καιρῷ ὑψωθῶ παρὰ τῷ θεῷ.» Ἐν τούτοις οὖν πάντες οὐδὲν ἴσχυον ἐνώπιον αὐτοῦ σταίειν ἤ τι λέγειν. Εἰς δὲ τὴν πόλιν ἐκείνην πᾶσαν ἐξακουστὴ γέγονεν ἡ τοῦ Ἰωάννου σύνεσις, ὥστε θαυμάζειν ποία σοφία ἐν τοιούτῳ παιδίῳ τεθησαύρισται.
Μετ’ οὐ πολὺν δὲ χρόνον ἐτελεύτησεν ὁ τούτου πατήρ, καταλείψας αὐτὸν ὀρφανὸν τῇ μητρί· ἀνῆγεν δὲ αὐτὸν μετὰ πολλῆς ἀπολαύσεως κατὰ τὴν συνήθη αὐτοῖς τοῦ βίου εὐγένειαν. Πληρώσας δὲ τὴν τῶν γραμμάτων παίδευσιν μαθητεύει Λιβανίῳ τῷ σοφιστῇ τήν τε γραμματικὴν καὶ σοφιστικὴν καὶ ῥητορικὴν παίδευσιν. Εἶτ’ οὖν γίνεται καὶ ἀκροατὴς Ἀνδραγαθίου τοῦ φιλοσόφου· οἵτινες ἦσαν ἐν Ἀντιοχείᾳ τῷ τότε φιλοσοφώτατοι. Ἐπειδὴ δὲ τὰ τούτων εἰς ἄκρον ἐξεπαιδεύθη, ἤκμασε δὲ καὶ τῇ ἡλικίᾳ, ἐξέρχεται ἀπὸ Ἀντιοχείας καὶ παραγίνεται εἰς Ἀθήνας, πληρῶσαι θέλων καὶ τὰ λείποντα τῆς παιδεύσεως. Κἀκεῖ δὲ παραγενόμενος, πᾶσαν τὴν κατ’ αὐτῶν παίδευσιν ἐν ἀκαρεῖ χρόνῳ συλλέξας.
Ἤρξαντο δὲ φθονεῖν αὐτὸν οἱ φιλοσοφώτατοι, ἐξόχως πάντων Ἀνθέμιος ὁ σοφιστής· ὃς κατ’ αὐτοῦ πάντα ζῆλον κινῶν, καὶ ἐνδιαβάλλων ἦν αὐτὸν ἐπὶ ταῖς ἀρχαῖς· δι’ ὃ τρόπῳ ἐξαίφνης καὶ παραχρῆμα ὑπὸ πνεύματος ἀκαθάρτου βληθεὶς ἔπεσεν ἐπὶ τοὔδαφος καὶ ἔμενεν ὑπὸ τοῦ δαίμονος σπαραττόμενος, στρέφων μέντοι τοὺς ὀφθαλμοὺς καὶ ἐκ τοῦ στόματος ἀφρὸν ἀναβλύζων, ὥστε πάντας τοὺς παρεστῶτας φόβῳ συσχεθῆναι· καὶ τὸν μακάριον Ἰωάννην ἐλιπάρουν τοῦτον ἰάσασθαι. Ὁ δὲ ἔφη· «Εἰ δύναται δοῦλος ἀναδειχθῆναι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἰαθήσεται.» Ὁ δὲ πανοικὶ πιστεύσας καὶ ἐξομολογούμενος ὑγιὴς ἐγένετο, ὥστε πάντας θαυμάσαι· καὶ τὸ τοῦ Ἰωάννου ὄνομα ἐπηυξάνετο. Γέγονε δὲ καὶ ἐν τῇ ἐκκλησίᾳ πάσῃ τοῦ θεοῦ χαρὰ μεγάλη καὶ ἀγαλλίασις, συναγομένων τῶν ὄχλων καὶ μετανοούντων ἐφ’ οἷς ἂν ἥμαρτον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.