Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἡσύχιος ὁ Πρεσβύτερος

Σύγκρουση με την εξουσία, εξορία και το τέλος του βίου

Η αναίρεση των θεολογικών πλανών, η σφοδρή σύγκρουση με τη βασίλισσα, η εξορία στην Κουκουσό και οι θείες αποκαλύψεις προ της κοιμήσεως του αγίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 11 από 12

Τινὲς δὲ τῶν ἀρχιερέων καὶ ἱερέων καὶ ἄλλων οὐκ ὀλίγων, φατρείας καὶ δυσμενείας κατὰ τοῦ μακαρίου Ἰωάννου διὰ φθόνον ἀνακεφαλαιώσαντες, καὶ δόλους μεμψιγορίας συρράπτειν οὐ διελίποντο. Καὶ τὴν ἀρχὴν τὸ κακὸν ἐκ τῆς Αἰγύπτου ἐλάμβανεν.

Προβλήματα καὶ πεύσεις τῷ ἁγίῳ προσεποιοῦντο, καὶ εὑρεῖν κατ’ αὐτοῦ αἰτίαν πειρώμενοι. Ἦν γὰρ ἡ αὐτῶν ζήτησις ὅτι πότερον ὁ θεὸς σῶμα εἴη καὶ μετὰ ταῦτα σχῆμα ἔχει ἀνθρώπου. Ἐκ δὲ τῶν τοιούτων ἀμφισβητήσεων ἔριδες καὶ φιλονεικίαι ἐγένοντο τοῖς πολλοῖς. Ὁ δὲ τοῦ Χριστοῦ μαθητής, οἷάπερ μεγαλόφωνος σάλπιγξ τρανῶς ἀνακηρύξας τοῖς πᾶσι τὸ ἀληθές, ὡς ἀσώματον ἂν εἴη τὸ θεῖον καὶ ἀσύνθετον, δι’ ἡμᾶς δὲ γενόμενος ὁ θεὸς ἄνθρωπος καὶ ὁμοιοπαθὴς ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας ἐγένετο καὶ ἦν ἔχων ἐν ἑαυτῷ μιᾷ ὑποστάσει <δύο φύσεις>. Ταῦτα καὶ τὰ τούτων παραπλήσια τῆς θεογνωσίας ῥήματα πρὸς αὐτοὺς ἦν διαλεγόμενος, ὥστε πολλοὺς τῆς ματαίας ἀποστῆναι ἀνοίας καὶ τῇ ἀμωμήτῳ τοῦ Χριστοῦ πίστει προσελθεῖν.

Τότε δὴ τότε οὐ φέρων ὁ μισόκαλος δαίμων θεωρεῖν τὴν περίφημον καὶ περικαλλῆ ταύτην πόλιν τοιοῦτον ἔχειν πολιοῦχον, θησαυρὸν καὶ κυβερνήτην πανάριστον· ἀλλ’ ἦν διεγείρων φθόνον καὶ βασκανίας τῇ βασιλίσσῃ κατὰ τοῦ θείου πατρὸς Ἰωάννου· καὶ οἷά τινα Ἰεζάβελ τὸ πάλαι τὴν πονηρὰν στηλιτεύει τῷ παραδείγματι. Ἔθος γὰρ τότε τοῖς βασιλεῦσιν ἐκράτει, οὐ βασιλέων ἀλλὰ τυράννων, καὶ πλεονεκτεῖν ἴδιον· καὶ γὰρ οὗτινος τῶν κτημάτων τὰ τῶν βασιλέων ἐτύγχανον προσεγγίζοντα καὶ τοῖς ὁρίοις πλησίον ἐφαίνοντο, ταῦτα καὶ μὴ βουλομένων τῶν κρατούντων ἐπλεονέκτουν καὶ τοῦ βασιλέως εἶναι καθυπεγράφοντο.

Τοῦτο τοίνυν συνέβη καὶ τῇ ὠμοτάτῃ καὶ πονηρᾷ Εὐδοξίᾳ, ἀμπελῶνά τινος χήρας ἁρπάσασα καὶ ἑαυτῇ ἀδίκως ...σασα. Ἡ δὲ χήρα τῷ πατριάρχῃ προσδραμοῦσα μετὰ δακρύων ἐζήτει τὸ ἑαυτῆς. Τότε ὁ μακάριος Ἰωάννης, μηδὲν μελλήσας ἀλλὰ τὸ κενὸν τῆς Εὐδοξίας καὶ μάταιον φυσίωμα διασκεδάσαι βουλόμενος, λόγοις πολλοῖς αὐτὴν ἐξωμάλιζε, μεταβαλεῖν πειρώμενος τῆς γνώμης τὸ θηριῶδες. Ὡς δὲ μήτε θωπείαις μήτ’ ἀπειλαῖς τὸ σοβαρὸν καὶ ἀπάνθρωπον αὐτῆς ἀπαλλάξαι ἴσχυεν καὶ εἰς μετατροπὴν ἐνεγκεῖν, ἀλλὰ μᾶλλον ἐθηριοῦτο καὶ μειζοτέρως τῷ φθόνῳ κατὰ Ἰωάννου ἐπηύξανεν, διὸ καὶ διαβολὰς καὶ συκοφαντίας κατ’ αὐτοῦ συλλέγειν οὐκ ὤκνει· καὶ πολλοὺς ἄλλους χρημάτων ταῖς ἐπιδόσεσι ἔπεισε κατ’ αὐτοῦ λέγειν ἀνοήτως ἀπάνθρωπα, ὥστε οἱ μὲν διὰ χρημάτων, οἱ δὲ διὰ φθόνου δαιμονικῆς γνώμης ἐφαίνοντο εἰς τὸ κακὸν συναινούμενοι καὶ βασκανίας συρράπτοντες.

Καὶ τοῦτο οὐδὲν θαυμαστόν· εἰ τὸν κύριον καὶ διδάσκαλον αὐτῶν οἱ Ἰουδαῖοι ὁμογνωμόνως ἐσταύρωσαν καὶ τῷ ὠμοτάτῳ θανάτῳ παρέδωκαν, ἔδει πάντως καὶ τὸν αὐτοῦ μαθητὴν καὶ θεράποντα ὑπὸ τῶν οἰκείων τῆς αὐτοῦ μάνδρας προβάτων ἐπιβουλευθῆναι καὶ πᾶσαν θλῖψιν κατὰ τὸν διδάσκαλον καθυπενεγκεῖν.

Καὶ πρῶτον μὲν τῇ τοῦ βασιλέως παρανομωτάτῃ ἀποφάσει, τῇ τῶν ἀνιέρων καὶ φρενοβλαβῶν ἐπισκόπων ψήφῳ καὶ τῇ τοῦ λαοῦ ἀνοήτῳ ἐπιδρομῇ ὑπερορίζεται τοῦ θρόνου καὶ εἰς Ἀραβισσὸν πέμπεται, εἶτα εἰς Ποτιόλους καὶ μετὰ τοῦτο εἰς Κουκοσὸν τῆς Ἀρμενίας· ἔνθα ἀναριθμήταις θλίψεσιν ὑποστὰς παρά τε τῶν αἱρετικῶν καὶ τῶν γειτνιώντων Ἰσαύρων, καὶ πολλοὺς αὐτῶν καὶ ἄκοντας πρὸς θεογνωσίαν ὡδήγησεν. Ἐν δὲ τῷ μετὰ ταῦτα ἡ θεία ὄντως ἐκδίκησις οὐκ ἐβράδυνε τὴν ἀμοιβὴν τῶν πραξάντων ἐπαγαγεῖν, ἀλλ’ εὐθὺς μετὰ τὴν ἐκείνου ἀποδημίαν, σεισμοὶ καὶ κλόνοι τὴν πόλιν κατέλαβον· καὶ νόσοις δεινοῖς καὶ χαλεπωτάτοις οἱ τὰ ἀνομήματα διαπράξαντες περιπεπτώκασι· καὶ τοῦτο ἐπὶ τριάκοντα καὶ δύο χρόνων παραδρομῇ, ἐφ’ οἷς ὁ μακάριος ἔξω τοῦ θρόνου καὶ <ἐν> τῇ ἐξορίᾳ διατελῶν ἦν.

Ἐν τούτοις οὖν ὑπάρχων ὁ θεῖος οὗτος πατήρ, καὶ τὴν ἑωθινὴν εὐχήν ποτε ἐπιτελοῦντος, Πέτρος καὶ Ἰωάννης οἱ μέγιστοι τῶν ἀποστόλων αὐτῷ ὤφθησαν καὶ τὴν ἐντεῦθεν αὐτοῦ ἀποδημίαν τρανῶς διεσάφησαν· ἀλλὰ καὶ Βασιλίσκος καὶ Λουκιανός, οἱ θειότατοι μάρτυρες, ἐπιφανέντες αὐτῷ, τὴν μεθ’ ἑαυτῶν συνοίκησιν κατεμήνυσαν καὶ σὺν αὐτοῖς ἀπὸ τοῦδε διάγειν ἠξίουν. Θανὼν δὲ ὁ τρισμακάριος ἐν Κουκοσῷ καὶ κατατίθεται ἐν Κομάνοις ἐν τῷ περικαλλεῖ τῶν προρρηθέντων μαρτύρων ναῷ τῇ δεκάτῃ τετάρτῃ τοῦ σεπτεβρίου μηνός. Τότε δὴ ἀγγελικῶν φωνῶν μετ’ εὐωδίας πλείστης τὸν τρισάγιον ὕμνον μελῳδούντων ἠκούετο καὶ τὴν τιμίαν αὐτοῦ ψυχὴν ἐν οὐρανοῖς προπεμπόντων. Τὸ δὲ ἱερὸν αὐτοῦ σῶμα ἦν διαμένον ἐκεῖ κατακείμενον ἕως οὗ τὰ νέφη τοῦ φθόνου διεσκεδάσθησαν καὶ οἱ τὴν ἐκκλησίαν ἐνοχλοῦντες κακῶς τὸ ζῆν ἐξεμέτρησαν καὶ γαλήνη τὰ τῶν χριστιανῶν διεδέξατο, Πρόκλος τὸν θρόνον τῆς Κωνσταντινουπόλεως διεδέξατο καὶ Θεοδόσιος ὁ υἱὸς Ἀρκαδίου τῶν τῆς βασιλείας σκήπτρων ἠξίωτο. Τότε τοίνυν ὁ βασιλεὺς καὶ πᾶσα ἡ ἱερὰ σύγκλητος τὸ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον τιμιώτερον σῶμα τοῦ μακαρίου μεθ’ ὅσης τιμῆς τε καὶ ἡδονῆς τῇ πόλει ἐγκαθιδρύζουσιν. Ὕμνος γὰρ δι’ ὅλης ἐκείνης νυκτὸς καὶ εὐωδία ἡδίστη ἀγγελικῶν στρατιῶν τὸν ἅπαντα χῶρον ἐνέπλησεν.