Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Προοίμιον εἰς τὸ ψαλτήριον
Εισαγωγή: Ο φωτισμός του Χριστού και η υμνολογία του Δαβίδ
Ο συγγραφέας προλογίζει το έργο, συνδέοντας την έλευση του Χριστού με τη φανέρωση των κρυμμένων νοημάτων των Ψαλμών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή: Ο φωτισμός του Χριστού και η υμνολογία του Δαβίδ
Ο συγγραφέας προλογίζει το έργο, συνδέοντας την έλευση του Χριστού με τη φανέρωση των κρυμμένων νοημάτων των Ψαλμών.
Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων ἐπίγραμμα ἱστορίας εἰς τὸ ψαλτήριον. Μαλαχίας ὁ τοῦ θεοῦ προφήτης ὁ δικαίως προσαγορευθεὶς ἄγγελος δείκνυται εὐαγγελικῇ σάλπιγγι χρησάμενος λέγων πρὸς αὐτόν· Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, προαγγέλλων ἡμῖν καὶ προμηνύων τὸν τοῦ θεοῦ μονογενῆ υἱὸν ὁρᾶσθαι ἐπὶ τῆς γῆς οὐκ ἐν ἑτέρου τινὸς οὐσίᾳ ἀλλ’ ἐν τῇ αὐτοῦ, καὶ διὰ τῆς ἑαυτοῦ καταλάμπειν χάριτος τὰ σύμπαντα, καθάπερ εἴωθεν οὖτος ὁ αἰσθητὸς ἥλιος ἐν τῇ ἑαυτοῦ οὐσίᾳ ὁρᾶσθαι καὶ διὰ τῆς ἑαυτοῦ οὐσίας καταυγάζειν τὰ σύμπαντα. οὕτω δὴ καὶ τὸ θεῖον ἀπαύγασμα Ἰησοῦς ὁ κύριος ἡμῶν ὀφθεὶς ἐπὶ τῆς γῆς φωτὸς ἀϊδίου πεπλήρωκε τὴν οἰκουμένην ἅπασαν. εὐλόγως οὖν ὁ μνημονευθεὶς προφήτης ἥλιον αὐτὸν δικαιοσύνης προανεφώνησε.
ἀνέτειλεν οὖν, ἵνα τηλαυγῶς ἴδωμεν τοῖς τῆς διανοίας ὀφθαλμοῖς τὰ κεκρυμμένα καὶ ἄδηλα ὄντα τῶν θείων γραφῶν λόγια ταῖς αὐτοῦ ἀκτίσι φωταγωγούμενοι, ἵνα καὶ ἡμεῖς σὺν τῷ μακαρίῳ Δαυεὶδ μελῳδοῦντες εἴπωμεν πρὸς αὐτόν· Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι, σοφίας δὲ οὐ τοῦ νῦν αἰῶνος ἀλλὰ τῆς ἀποκεκρυμμένης πρὸ τῶν αἰώνων ἐν τῷ πατρί, φανερωθείσης δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν οὐ μόνον γνώσει ἀλλὰ καὶ ἐν εἴδει προσώπῳ κατὰ τρόπον, ἵνα οἱ πιστεύοντες εἰς αὐτὸν ἰσχυρὰν ἔχωσι πληροφορίαν διὰ τῆς ἀληθοῦς μαρτυρίας τῶν αὐτὸν θεασαμένων πρό τε τοῦ πάθους αὐτοῦ καὶ μετὰ τὴν ἀνάστασιν. ἐκεῖνος οὖν ἑαυτὸν ἐπιφάνας τῷ κόσμῳ, ὡς ἀληθῶς ἥλιος δικαιοσύνης αὐτὸς καὶ νῦν ἡμῖν τὴν ἑαυτοῦ ἐπιφάνας χάριν, ὡδήγησεν δι’ αὐτῆς εἰς τὸν ἀνεξιχνίαστον πλοῦτον τῶν θησαυρῶν τῆς γνώσεως τῶν λογίων αὐτοῦ. εὔελπις γάρ εἰμι. ἀδελφοί, ὅτι τὸν ἑαυτοῦ πατέρα ἡμῖν ἀποκαλύψας αὐτὸς ἡμῖν καὶ τὰς ἀεννάους αὐτοῦ πηγὰς τῶν πραγμάτων γνωρίσει, ἵνα αἱ ληνοὶ ἡμῶν ἐκβλύζωσι τὴν αὐτοῦ χάριν εἰς τὸ μεταδιδόναι τοῖς χρείαν ἔχουσι καὶ βουλομένοις, ὅπως εἰς ἡμᾶς πληρωθῇ Ὁ ποτίσας ἕνα τῶν μικρῶν. τούτων τῶν πιστευόντων εἰς ἐμὲ ποτήριον ψυχροῦν, οὐκ ἀπολέσει τὸν μισθόν.
διὸ θαρροῦντες εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν ἐκ τῆς αὐτοῦ χάριτος τὸν ἐκ διαφόρων λίθων πολυτελῶν πλακέντα τε καὶ συντεθέντα στέφανον, λέγω δὴ τοῦ Δαυείδ, ὃν ἡ πᾶσα κτίσις λογική τε καὶ νοερὰ ἐπικομίζουσα δείκνυται διὰ τῆς ἀπαύστως ἀναπεμπομένης θεῷ ὑμνολογίας, ἣν ὁ τῶν ὅλων δεσπότης παρήγαγεν ἐπὶ γῆς διὰ τοῦ ὑπ’ αὐτοῦ μαρτυρηθέντος θεράποντος αὐτοῦ, περὶ οὗ ἔφη Εὗρον Δαυεὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου. ἐπ’ ἀληθείας γὰρ ὥσπερ οἰκείᾳ καρδίᾳ χρησάμενος τῷ Δαυείδ, ἐξηρεύξατο δι’ αὐτοῦ τὴν θείαν αὐτοῦ δοξολογίαν, τὴν λογικὴν λατρείαν ἡμῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.