Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Προοίμιον εἰς τὸ ψαλτήριον

Ἡσύχιος ὁ Πρεσβύτερος

Αλληγορική ερμηνεία των ονομάτων στις επιγραφές των Ψαλμών

Αναλύεται η συμβολική και ετυμολογική σημασία των κυρίων ονομάτων στις επιγραφές του Ψαλτηρίου, όπως των υιών Κορέ, του Ασάφ, του Σολομώντα και του Μωυσή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 5

Ἀλλ’ ἐρεῖ μοί τις τὰς ἐπιγραφὰς τῶν ψαλμῶν τοῦτο λέγειν σαφές. Ἀλλ’ οὐ πάντως τὰ πρόσωπα ἡμῖν παριστῶσι τῶν ὀνομάτων αἱ τῶν ψαλμῶν ἐπιγραφαί, ἀλλὰ τὴν ἑρμηνείαν καὶ τὴν δύναμιν τῶν εἰρημένων. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἔχει ἡ ἐπιγραφὴ ψαλμὸς τῷ Δαυείδ, καὶ πάλιν τοῦ Δαυείδ. καί ποτε μὲν ἐξουθενημένος ἑρμηνεύεται τοῦ Δαυείδ, ποτὲ δὲ ἱκανὸς χειρί· πάλιν δὲ ἑρμηνεύεται μόνος, ἔστι δὲ ὅτε ἑρμηνεύεται τοῦτον ἐπόθησα καὶ πεποθημένος καὶ οὗτος ἀγαπητός. ταύταις πάσαις ἑρμηνείαις ἔπεται τὸ τοῦ Δαυεὶδ ὄνομα. ταῦτα οὖν πάντα ἐστὶν ἀλληγορούμενα. ὅτε γὰρ ἔχει ἡ ἐπιγραφὴ ψαλμὸς τῷ Δαυείδ, καὶ ὁ ψαλμὸς λέγει εἰς λαὸν ἐπιστρέφοντα ἀπὸ ὁδοῦ πονηρᾶς. τότε τὸ τοῦ Δαυεὶδ γινώσκομεν ἐξουθενημένος. γέγραπται γάρ· Ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως· ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν, καὶ ἐν ἑτέρῳ λέγει Οἱ ἐξουδενοῦντές με ἐξουδενωθήσονται.

Ὡς οὖν προεῖπον, ἐὰν ᾖ τὸ τοῦ Δαυεὶδ ὄνομα ἐπικείμενον τῷ ψαλμῷ, καὶ ὁ ψαλμὸς ᾄδει εἰς ἡμαρτηκότας τινὰς καὶ ἐπιστρέφοντας, σημαίνει τοῦτο ἡ ἐπιγραφή, ὅτι ὁ ψαλμὸς οὗτος εἴρηται εἰς τοὺς ἐξουθενημένους τὸ πρότερον διὰ τὰς ἁμαρτίας αὐτῶν, μετὰ δὲ ταῦτα ἐπιστρέφοντας. εἰ δὲ λέγει ὁ ψαλμὸς εἴς τινας δικαιοπραγοῦντας, δύναται καὶ οὕτως ἑρμηνεύεσθαι τὸ τοῦ Δαυεὶδ ὄνομα, ὡς προεῖπον. ἐξουθενημένοι γάρ εἰσιν ὑπὸ τοῦ κόσμου οἱ τοῦ θεοῦ ἄνθρωποι, καθά φησιν ὁ προφήτης Νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος· τὰ μαρτύριά σου οὐκ ἐπελαθόμην.

Ὁμοίως δὲ εἰ περὶ δικαίων ὁ ψαλμὸς ᾄδει, δύναται ἑρμηνεύεσθαι τὸ τοῦ Δαυεὶδ ὄνομα τοῦτον ἐπόθησα, τουτέστιν τὸν λαόν μου τὸν ἐκλεκτόν, κατὰ τὸ εἰρημένον ἐν εὐαγγελίῳ Ἀγαπήσας τοὺς ἰδίους εἰς τέλος ἠγάπησεν αὐτούς. καὶ ἑτέρως δὲ ἑρμηνεύεσθαι τὸ τοῦ Δαυεὶδ ὄνομα εἰς τοὺς δικαίους δύναται, φημὶ δὲ τοῦ πεποθημένου, τουτέστιν ὁ λαὸς τοῦ θεοῦ τοῦ πεποθημένου. ἢ καὶ ἄλλως τὴν ἑρμηνείαν τοῦ Δαυεὶδ ἐὰν εἴπωμεν (λέγεται γὰρ ἑρμηνεύεσθαι καὶ πεποθημένος), καὶ τοῦτο ληπτέον εἰς τὸν λαὸν τῶν ἁγίων· πεποθημένος γάρ ἐστιν ὑπὸ κυρίου.

Ὅτε δὲ λέγει ἡ ἐπιγραφὴ ψαλμὸς τῷ Δαυείδ, καὶ ἔχει ὁ ψαλμὸς περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, οἴδαμεν ὅτι περ ἑρμηνεύεται τὸ τοῦ Δαυεὶδ ὄνομα ἱκανὸς χειρί· γέγραπται γὰρ περὶ αὐτοῦ Κύριος κραταιὸς καὶ δυνατός. Ὅπου δὲ τῶν Κορέ ἐστιν ἡ ἐπιγραφή, καὶ αὕτη ἡ ἐπιγραφὴ διαφόρως δηλοῖ. ἦσαν μὲν γὰρ ἐκ τῶν υἱῶν Κορὲ ψαλτῳδοί, ὡς εὑρίσκομεν ἐν Παραλειπομέναις. γέγραπται γάρ· Καὶ ἀνέστησαν οἱ Λευῗται ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἐκ τῶν υἱῶν Κορὲ τοῦ αἰνεῖν Κυρίῳ τῷ θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος. ἦσαν οὖν οἱ ψαλτῳδοὶ αἰνοῦντες τὸν Κύριον ἐν λόγοις Δαυείδ, κατὰ τὸ εἰρημένον ἐν Παραλειπομέναις ὅτι Οἱ Λευῗται ἐν ὀργάνοις ᾠδῶν Κυρίου, ἃς ἐποιήσατο Δαυεὶδ ὁ βασιλεὺς τοῦ ἐξομολογεῖσθαι ἐναντίον Κυρίου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαυεὶδ διὰ χειρὸς αὐτῶν. ἦσαν οὖν οἱ Κορηνοὶ οἱ ψαλτῳδοὶ σὺν τοῖς Λευίταις. ἔνθα οὖν ἔχει τὴν ἐπιγραφὴν τῶν υἱῶν Κορέ, δηλοῖ ὁ ψαλμὸς ἢ περὶ τῶν καθαρῶν τὴν καρδίαν εἰρῆσθαι τὸν ψαλμόν, ἢ περὶ τῶν ἀβοηθήτων ἢ περὶ τῶν ἀντιλογικῶν. τὸ μὲν γὰρ ὄνομα τοῦ Κορὲ ἑρμηνεύεται φαλακρός, ὁ δὲ φαλακρὸς κατὰ τὸν νόμον καθαρός ἐστιν, καθὰ γέγραπται ἐν τῷ Λευϊτικῷ Ὡς ἂν δέ τινι μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστιν, καθαρός ἐστιν.

πάλιν ἐν Προφήταις εὑρίσκομεν τὸν θεὸν ἔν τισι τόποις ὀργιζόμενον πρὸς τὸν Ἰσραὴλ καὶ λέγοντα Καὶ ἔσται ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, ὡσανεὶ παντὶ ἄρχοντι τοῦ λαοῦ αἰσχύνη καὶ ὄνειδος, ὅταν ἀφέλωμαι ἀπ’ αὐτῶν τὴν βοήθειαν. σαφὲς δὲ καὶ αὐτὸς Κορὲ ἀντιλογίας γέγονεν. ἔνθα οὐχὶ περὶ τῶν υἱῶν Κορὲ τῶν ψαλμῶν. ὡς ἔφην, ἢ περὶ τῶν καθαρῶν τὴν καρδίαν λέγει ὁ ψαλμός, †ἢ περὶ τῶν ἐκτὸς ὄντων τῆς σκέπης τοῦ θεοῦ ἢ περὶ τῶν ἀντιλεγόντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ, περὶ ὧν ὁ ἀπόστολος λέγει Οὐαὶ αὐτοῖς, ὅτι τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο, καὶ ἐν ἑτέρῳ Ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, καὶ ὁ παροιμιαστὴς ἔφη Ἀντιλογίας ἐγείρει πᾶς κακός. καὶ περὶ μὲν τοῦ ἐπιγράμματος τῶν υἱῶν Κορὲ οὕτως δῆλόν σοι παρεστήσαμεν.

Μετὰ τοὺς υἱοὺς Κορὲ ἔφησαν καὶ τοῦ Ἀσὰφ εἶναι ψαλμούς τινας· ἀνίσχυρον δὲ καὶ τοῦτο τὸ ὄνομα αὐτῶν δείκνυται. αἱ γὰρ ἐπιγραφαὶ τῶν ψαλμῶν, ἔνθα ἐστὶ τὸ τοῦ Ἀσὰφ ὄνομα, οὐκ ἔχει ψαλμὸς τοῦ Ἀσάφ, ἵνα τις εἴποι ὅτι ὑπ’ αὐτοῦ γεγένηται ὁ ψαλμός, ἀλλὰ περιέχει ἑκάστη ἐπιγραφὴ αὐτοῦ ψαλμὸς τῷ Ἀσάφ. τοῦτο δὲ τὸ ὄνομα ἑρμηνευόμενον ἀπὸ τῆς Ἑβραΐδος εἰς τὴν Ἑλληνίδα, ὡς καὶ τὰ λοιπά, δηλοῖ τίνος χάριν οὕτως ἐπίκειται τῷ ψαλμῷ· ἑρμηνεύεται γὰρ Ἀσὰφ συλλέγων καὶ συνάγων ἢ συναγωγή. ἔνθα οὖν ἐπιγέγραπται τῷ ψαλμῷ, ἢ περὶ τοῦ θεοῦ λέγει ὁ ψαλμὸς τοῦ συλλέγοντος πάντας καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι, τοὺς μὲν εἰς σωτηρίαν, τοὺς δὲ εἰς κρίσιν, ἢ εἰς τοὺς ἐπιστρέφοντας καὶ συναγομένους ἅμα ἐξ ἐθνῶν καὶ Ἰουδαίων εἰς μόνην τὴν συναγωγήν.

Μετὰ δὲ τὸν Ἀσὰφ ἔφησαν εἶναι ψαλμὸν καὶ Αἰθὰμ τοῦ Ἰσραηλίτου. ἆρα οὖν Αἰθὰμ μόνος ἦν Ἰσραηλίτης, ἢ καὶ Δαυεὶδ καὶ οἱ υἱοὶ Κορὲ καὶ Ἀσὰφ καὶ Σολομῶν καὶ Μωυσῆς, οὓς περιέχει τὸ ἑβραϊκόν, ὡς λέγουσιν, ὅτι περ τοὺς ψαλμοὺς εἰρήκασιν; σαφὲς ὅτι καὶ αὐτοὶ Ἰσραηλίται ὑπάρχουσιν. ἔπειτα ἆρά γε εἷς μόνος Αἰθὰμ γεγένηται Ἰσραηλίτης ἐν πάσαις ταῖς φυλαῖς; οὐκ οἶμαι. εἰ γὰρ καὶ λάβῃς τὴν γενεαλογίαν τῶν δώδεκα φυλῶν ἐν Παραλειπομέναις, πολλοὺς εὑρήσεις τῷ ὀνόματι τούτῳ κληθέντας, καὶ πάντες δῆλον ὅτι Ἰσραηλίται ὑπάρχοντες. τί οὖν ἐστιν ἡ τοιαύτη ἐπιγραφὴ τοῦ ψαλμοῦ; ἐπὶ τὴν ἑρμηνείαν πάλιν τοῦ ὀνόματος ἔλθωμεν. οὕτως οὖν ἔχει ἡ ἐπιγραφή·

Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ, τουτέστιν ἢ τῆς συνέσεως τῶν ἁγίων τῶν ὑψηλῶν τῇ διανοίᾳ τῶν σπέρμα θεοῦ ὄντων ὁ ψαλμός ἐστιν ἔνθα τὸ ἐπίγραμμα τοῦτο ἐπίκειται, ἢ τῷ ὑψίστῳ τῷ σπείραντι τοῖς ἁγίοις τὴν ἑαυτοῦ χάριν· Αἰθὰμ γὰρ ἑρμηνεύεται ὑψηλός, Ἰσραηλίτης δὲ ἑρμηνεύεται σπορὰ θεοῦ. ταῦτα οὖν ληπτέον ἢ εἰς τὸν υἱὸν τοῦ θεοῦ—καὶ διὰ τοῦτο γινώσκομεν τὸν ψαλμὸν εἰς αὐτὸν εἰρημένον, ἢ εἰς τοὺς ἁγίους αὐτοῦ τοὺς ὑψηλοὺς τῇ διανοίᾳ καὶ ἐσπαρμένους τὴν θείαν χάριν αὐτοῦ.

Μετὰ δὲ τοῦτον εἰρήκασι καὶ τοῦ Σολομῶντος εἶναι ψαλμοὺς δύο, οὕσπερ ἐν οὐδεμιᾷ τῶν βίβλων αὐτοῦ εὑρίσκομεν φερομένους, ὡς προεῖπον, οὔτε ἐν Βασιλείαις οὔτε ἐν Παραλειπομέναις, οὔτε ἅμα κειμένους, ἀλλ’ ἐν ἑτέρῳ τόπῳ τῆς βίβλου τῶν ψαλμῶν καὶ ἐν ἑτέρῳ, καὶ σαφῶς ἀμφοτέρους λέγοντας περὶ τοῦ υἱοῦ τοῦ θεοῦ. Σολομῶν γὰρ ἑρμηνεύεται εἰρηνικώτατος, ὅπερ ἐστὶν Ἰησοῦς ὁ κύριος ἡμῶν ὁ κατὰ φύσιν εἰρήνη ὑπάρχων· ὅθεν καὶ ταύτην οἰκείᾳ χάριτι δεδώρηται ἡμῖν. ἔνθα οὖν τὸ τοῦ Σολομῶντος ὄνομα ἐπίκειται τῷ ψαλμῷ, ἀναντιρρήτως ἡμᾶς παιδεύει περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λέγειν τὸν ψαλμόν.

Εἰρήκασι δὲ καὶ τοῦ Μωυσέως εἶναι τὸν πθʹ, ὡς ἐνόμισαν προσεσχηκότες τῷ γράμματι τῆς ἐπιγραφῆς καὶ οὐ τῇ δυνάμει, μᾶλλον δὲ οὐδὲ ἀκριβῶς αὐτῇ τῇ ἐπιγραφῇ. οὐ γὰρ ἔχει προσευχὴ τοῦ Μωυσέως ἀνθρώπου τοῦ θεοῦ, ἀλλὰ προσευχὴ τῷ Μωυσῇ ἀνθρώπῳ τοῦ θεοῦ· τουτέστιν αὕτη ἡ ἐπιγραφὴ ἑκάστῳ ἀνθρώπῳ τοῦ θεοῦ ἁρμόζουσά ἐστι τῷ προστρέχοντι τῷ τοῦ θεοῦ βαπτίσματι.