Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Χρονικόν

Ἱππόλυτος Ῥώμης

Περίληψη και προοίμιο του Χρονικού

Αναλυτική περίληψη των ιστορικών και γεωγραφικών θεμάτων του έργου, καθώς και το προοίμιο που εκθέτει τον σκοπό της συγγραφής για την ακριβή γνώση της βιβλικής ιστορίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 1 από 8

Συναγωγὴ χρόνων καὶ ἐτῶν ἀπὸ κτίσεως κόσμου ἕως τῆς ἐνεστώσης ἡμέρας. Τῆς γῆς διαμερισθείσης τοῖς τρισὶν υἱοῖς τοῦ Νῶε φανέρωσις τῶν ἐθνῶν· τίνες ἐκ τίνων γεγένηνται καὶ ποίας ἕκαστος αὐτῶν πόλεις καὶ χώρας κεκλήρωνται· πόσαι νῆσοι ἐπίσημοι.

Τίνες ἐκ ποίων ἄποικοι ἐγένοντο. Πόσοι ποταμοὶ ὀνομαστοί. Πόσα ὄρη ὀνομαστά. Πόσοι κριταὶ καὶ τίς πόσα ἔτη ἔκρινε τὸν λαόν. Πόσοι βασιλεῖς ἐν τῇ Ἰουδαίᾳ φυλῇ καὶ τίς πόσα ἔτη ἐβασίλευσεν. Ἀπόδειξις περὶ τοῦ Πάσχα καὶ 〈τίς〉 πότε ἐτήρησεν ἀπὸ Μωυσέως συγκαταψηφιζομένων καὶ τῶν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας.

Βασιλεῖς Περσῶν ἀπὸ Κύρου καὶ τίς πόσα ἔτη ἐβασίλευσεν. Χρόνος ὀλυμπιάδων ἀπὸ Ἰφίτου ἕως τῆς ἐνεστώσης ὀλυμπιάδος. Ὀνόματα πατριαρχῶν ἀπὸ γενέσεως. Ὀνόματα προφητῶν. Γυναῖκες προφήτιδες. Βασιλέων Ἑβραίων ὀνόματα.

Βασιλεῖς οἱ ἐν Σαμαρείᾳ βασιλεύσαντες τῶν δέκα φυλῶν 〈καὶ〉 τίς ὁπόσα ἔτη ἐβασίλευσεν. Ἀρχιερέων ὀνόματα. 〈Βασιλεῖς Μακεδόνων ἀπὸ Ἀλεξάνδρου καὶ τίς πόσα ἔτη ἐβασίλευσεν. Βασιλεῖς Ῥωμαίων〉 ἀπὸ Αὐγούστου 〈καὶ〉 τίς πόσα ἔτη ἐβασίλευσεν.

Ἐπειδήπερ δεῖ κατὰ πάντα ἕτοιμον τυγχάνειν τὸν τῆς ἀληθείας διάκονον, ἀναγκαῖον ἡγησάμην, ἀγαπητέ μου ἀδελφέ, ἐν συντόμῳ ποιήσασθαι λόγους ἐκ τῶν ἁγίων γραφῶν πρὸς καταρτισμόν σοι φιλομαθίας, ὅπως δι᾽ ἐπιτόμων ἀποδείξεων οὐκ ἀργῶς μεμεριμνημένων τὸν ἐξακριβασμὸν τῶν κατὰ τὴν ἀλήθειαν ἡμῖν ἀναγκαίως ἐπιζητουμένων ἐν ὀλίγῳ καταλαβώμεθα, ἐκκόπτοντες πρότερον τὴν δι᾽ ἀμαθίας γενομένην ἔριν, ἥτις σκοτίζουσα. τὸν νοῦν ἀμαθέστερον τὸν τοιοῦτον προβιβάσει. ἡμεῖς δὲ φιλομαθῶς ἱστορεῖν βουλόμενοι ἐπιγνωσόμεθα κατὰ ἀκρίβειαν τῶν τε ἐθνῶν τὸν διαμερισμὸν καὶ τὴν τῶν πατέρων ἐξαριθμουμένην γενεαλογίαν τόν τε τῆς παροικίας καιρὸν καὶ τῶν πολέμων συμβολὰς καὶ τῆς τῶν κριτῶν κατὰ χρόνους διοικήσεως καὶ τῶν βασιλέων καιροὺς καὶ προφητῶν χρόνους, τίνες ἐπὶ τίνων βασιλέων γεγένηνται· ὁποῖαι δὲ αἰχμαλωσίαι τῷ λαῷ ἐπὶ τίνων βασιλέων καὶ κριτῶν συμβεβήκασι· τίνες δὲ ἀρχιερεῖς τίσι χρόνοις ἱεράτευσαν· τίς δὲ ὁ μερισμὸς τῶν καιρῶν καὶ λαῶν γεγένηται· πῶς δὲ ἡ καταγωγὴ τοῦ σπέρματος Ἰσραὴλ ἐκ πατέρων εἰς Χριστὸν πεπλήρωται· καὶ τίνα καὶ πόσα τῶν χρόνων καταριθμεῖται ἔτη ἀπὸ κτίσεως κόσμου ἕως τῆς ἐνεστώσης ἡμέρας. ἔδοξε δὲ ἡμῖν ἐναρξαμένοις ἀπὸ τῆς γενέσεως τὴν κατὰ λόγον ἀπόδειξιν, καθὼς ἀπαιτεῖ, ἐν συντόμῳ φανερῶσαι, οὐκ ἐξ ἰδίας μαρτυρίας, 〈ἀλλ᾽ ἐκ τῶν ἁγίων γραφῶν τεκμηριωσαμένοις〉.

ἐντεῦθεν τοίνυν ἀφορμὰς λαβόντες τὸν κατὰ τάξιν λόγον ἐκ τῆς γενέσεως πειρώμεθα ποιεῖσθαι.