Ἔργον
Ἱππόλυτος Ῥώμης – Χρονικόν
Σταδιασμός της Μεγάλης Θάλασσας: Από την Αίγυπτο έως τη Συρία
Ναυτικός περίπλους, λιμάνια και σταδιομέτρηση αποστάσεων από την Αλεξάνδρεια και τις ακτές της Βόρειας Αφρικής έως την Κοίλη Συρία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Σταδιασμός της Μεγάλης Θάλασσας: Από την Αίγυπτο έως τη Συρία
Ναυτικός περίπλους, λιμάνια και σταδιομέτρηση αποστάσεων από την Αλεξάνδρεια και τις ακτές της Βόρειας Αφρικής έως την Κοίλη Συρία.
Δεδειγμένων οὖν τούτων τὸ φιλομαθὲς καὶ σπουδαῖον ἀγάμενος τῆς σῆς ἀγάπης, ἀδελφὲ τιμιώτατε, ἔδοξέ μοι καὶ τὸν τῆς μεγάλης θαλάσσης σταδιασμὸν ἢ περίπλουν δηλῶσαί σοι ἐπακριβέστατα, ὅπως καὶ τούτων ἀναγνοὺς ἔμπειρος ἔσῃ, ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος ἕως Διοσκουρίδος τῆς ἐν τῷ Πόντῳ κειμένης, καὶ τῆς Εὐρώπης ἀπὸ Ἱεροῦ τῆς πρὸς τῇ Χαλκηδόνι κειμένης μέχρις Ἡρακλεωτικῶν στηλῶν καὶ Γαδείρων, θέλων πάντας ἀνθρώπους ὠφελεῖν. ἐμφανιῶ δὲ καὶ τὰς διαιρέσεις ἀπὸ τῆς Ἀσίας πρὸς τὴν Εὐρώπην γράψας ὧδε καὶ τῶν νήσων τὰ ἐπ᾽ ἀλλήλων διαστήματα, πόσαι τέ εἰσι καὶ τίνες φαίνονται ἐν τῷ πλέειν αὐτὰς καὶ ὁπηλίκαι εἰσὶ καὶ τίσιν ἀνέμοις χρῶνται καὶ ποῖος ὁ πλοῦς, δείξω σοι κατὰ ἀλήθειαν.
Σταδιασμὸς τῆς θαλάσσης. (1) Ἀπὸ Ἀλεξανδρείας εἰς Χερσόνησον· λιμήν ἐστι· στάδιοι βʹ. (2) Ἀπὸ Χερσονήσου εἰς Δυσμάς· λιμήν ἐστι ἀγωγῆς χιλίων οὐ μείζων ζʹ 〈στάδιοι?〉. (3) ἀπὸ Δυσμῶν εἰς Πλινθίνην· σάλος ἐστίν· ὁ τόπος ἀλίμενος· στάδιοι Ϟʹ. (4) Ἀπὸ Πλινθίνης ἐπὶ Ταπόσιριν· πόλις ἐστὶν ἀλίμενος· ἱερὸν τοῦ Ὀσίριδος· στάδιοι ζʹ. (5) Ἀπὸ Ταποσίρεως ἐπὶ τὸ Χίω· κώμη ἐστίν· βράχη ἐπιφαινόμενα· στάδιοι ζʹ. (6) Ἀπὸ τοῦ Χίω ἐπὶ τὸν Γλαῦκον· στάδιοι πʹ. (7) Ἀπὸ τοῦ Γλαύκου εἰς Ἀντίφρας· σάλος ἐστὶν ὁ τόπος· στάδιοι πʹ. (8) Ἀπὸ τὸ Ἄντιφρον ἐπὶ τὸ Δέρρον· ὕφορμός ἐστι θερινοῦ καὶ ὕδωρ ἔχει· στάδιοι ζʹ. (9) Ἀπὸ τῆς Δέρρας εἰς τὸ Ζέφυρον· λιμήν ἐστι καὶ σάλος ἔχει· στάδιοι υʹ. (10) Ἀπὸ τοῦ Ζεφύρου εἰς Πεζώνην στάδιοι ριʹ· ἀπὸ σταδίων ταύτης σκόπελός ἐστι καὶ καλεῖται Μύρμηξ· καὶ ἀκρωτήριον καὶ καλεῖται Τραχεῖα. (11) Ἀπὸ Πεζώνης εἰς τὸν Πνιγέα στάδιοι ζʹ· ἀκρωτήριόν ἐστι ταπεινόν· εἰσάγου δεξιῶς εἰς τὸν πλαταμῶνα. (12) Ἀπὸ τοῦ Πνιγέως εἰς τὸν Φοινικοῦντα στάδιοι ρμʹ· νησία εἰσὶ Δίδυμα· ὕφορμος ὑπ᾽ αὐτά· βάθος φορτηγοῖς· ὕδωρ ἔχει λακκαῖον ἐν τῇ φάραγγι. (13) Ἀπὸ Φοινικοῦντος ἐπὶ τὰ Ἑρμαῖα στάδιοι ζʹ· ἐκ δεξιῶν τὴν ἄκραν ἔχων ὁρμίζου· ὕδωρ ἔχει ἐπὶ τοῦ πύργου. (14) Ἀπὸ Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδιοι κʹ· νησίον παράκειται ἐκεῖ ταπεινόν, ἀπέχων ἀπὸ τῆς γῆς σταδίους βʹ· ὕφορμός ἐστι φορτηγοῖς τοῖς ἀφ᾽ ἑσπέρας ἀνέμοις· ἐν δὲ τῇ γῇ ὑπὸ τὸ ἀκρωτήριον ὅρμος ἐστὶ μακρὸς παντοίαις ναυσίν· ἱερὸν Ἀπόλλωνος, ἐπίσημον χρηστήριον· καὶ ὕδωρ ἔχει παρὰ τὸ ἱερόν. (15) Ἀπὸ Λευκῆς ἀκτῆς ἐπὶ Ζύγριν στάδιοι ζʹ· νησίον ἐστίν· εὐώνυμον προσορμίζου· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ. (16) Ἀπὸ Ζύγρεως εἰς Λαδαμαντίαν στάδιοι κʹ· νῆσος ἱκανὴ παράκειται μεγάλη· αὐτὴν ἔχων δεξιὰν κατάγου· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει. (17) Ἀπὸ Λαδαμαντίας ἐπὶ τὰ Καλαμαίου στάδιοι μʹ· ἀκρωτήριόν ἐστι ἔχων σκόπελον ἐκ δεξιῶν αὐτοῦ ὕφορμον. (18) Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδιοι θʹ· ἄκρα ἐστὶ τραχεῖα ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ σκόπελον, ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος ἐστὶ καὶ ὕδωρ ἔχει ὑπὸ 〈τὸ〉 δένδρον· φυλάσσου νότον. (19) Ἀπὸ Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδιοι ρκʹ· ἀκρωτήριόν ἐστι τραχὺ οὐκ ἔχων ὕφορμον καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνοντες εἰς τὸ πέλαγος· ταύτην κάμψας ὄψει τὴν πόλιν Παραιτόνιον.
Γίνονται ὁμοῦ οἱ πάντες ἀπὸ Ἀλεξανδρείας εἰς Παραιτόνιον στάδιοι ͵αφνʹ. (20) Ἀπὸ Παραιτονίου εἰς Δελφῖνας στάδιοι ζʹ. (20) Ἀπὸ Δελφῖνας ἐπὶ τὸ Ζεφύριν στάδιοι ζʹ· νῆσοί εἰσι δύο καὶ ἀκρωτήριον· λιμήν ἐστι παντὶ ἀνέμῳ· καὶ ὕδωρ ἔχει. (21) Ἀπὸ τοῦ Ζεφύρου καὶ τῶν Δελφίνων ἐπὶ τὸν Ἆπιν στάδιοι λʹ· κώμη ἐστί· ταύτην πλέεις στάδ. κʹ· ὅρμος ἐστίν· ὕδωρ ἔχει ἐν τῇ κώμῃ. (22) Ἀπὸ τοῦ Ἄπιος εἰς Νήσους στάδιοι ζʹ. (23) Ἀπὸ τῶν Νήσων εἰς Λινύδας στάδιοι οʹ· ἄκρα ἐστὶν ἔχουσα ὕφορμον· ἔχει δὲ ἐκ δεξιῶν βράχη· καθορῶν τὸ βράχος κατάγου. (24) Ἀπὸ Λινύδος ἐπὶ Ἀζὺ στάδιοι νʹ. (25) Ἀπὸ τῆς Ἀζὺ ἐπὶ Δαρείου στάδιοι ρκʹ· σκόπελοί εἰσιν· ὑπὸ τούτους ἐστὶ φορτηγοῖς ἀγκυροβολία. (26) Ἀπὸ 〈τῶν Δαρείου〉 σκοπέλων ἐπὶ τὸ Χαυταῖον στάδιοι ρμʹ· ὕφορμός ἐστι πλοίοις μικροῖς· ὕδωρ ἔχει πηγαῖον ἀνακτὸν ἐν τοῖς ἀγροῖς. (27) Ἀπὸ τοῦ Χαυταίου ἐπὶ Ζυγρὰς στάδιοι ρμʹ. (28) Ἀπὸ Ζυγρῶν εἰς Ἐννησύφοραν στάδιοι σʹ· ὕφορμός ἐστι θερινός· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ καὶ ἐπὶ θαλάσσης σκόπελον. (29) Ἀπὸ Ἐννησυφόρας εἰς Καβάθλιον στάδιοι ρκʹ· χώρα ἐστὶν ὑψηλή. λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει ἐν τῇ πρώτῃ νάπῃ εἰς τὸ πρὸς νότον μέρος ἐν τῷ φρουρίου ὄμβριον. (30) Ἀπὸ Καβαθλίου εἰς Πετράοντα στάδιοι ρνʹ.
παραπλεύσας ὡς σταδίους λʹ ὄψει παρεμφαίνουσαν ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατ᾽ αὐτὴν ὄψει εἰς σάλον καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν εὐωνύμων χειροποίητος ὅρμος ἐστίν· ἔχει δὲ ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκὴ καλεῖται. [(33) Γίνονται ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Πετρεύοντος στάδιοι ͵αϛʹ. Λοιπὸν Μαρμαρική.] (31) Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδιοι λʹ· νάπη ἐστὶ βαθεῖα· ὕδωρ ἔχει ὑπὸ τὰς συκᾶς πάνυ καλόν. (32) Ἀπὸ Πανόρμου ἐπὶ τὴν Εὐρείαν στάδιοι νʹ· φάραγξ ἐστί, ἔσω δὲ αἰγιαλὸς καὶ ἐπ᾽ αὐτοῦ συκαῖ.
ὅρμος ἐστὶ καλός· ὕδωρ ἔχει γλυκύ. (33) Ἀπὸ Εὐρείας ἐπὶ τὸν Πετρεύοντα 〈στάδιοι μʹ〉· ὕδωρ ἔχει πολὺ ἐν ἑκατέροις τοῖς μέρεσιν. (34) Ἀπὸ Πετρεύοντος ἐπὶ τὴν Κάρδαμιν στάδιοι ρνʹ· ὅρμος ἐστίν· ἄκρα ἀπολήγουσα, σκοπὰς ἔχουσα· ὁρμίζου ἐπ᾽ αὐτὴν τοῖς ἄνωθεν ἀνέμοις· ὕδωρ ἔχει ἐν ταῖς ἠπείροις. (35) Ἀπὸ τῆς Καρδάμ[ωσ]εως εἰς Μενέλαον στάδιοι ρʹ· λιμήν ἐστιν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ. (36) Ἀπὸ Μενελάου εἰς Κατανέας στάδιοι οʹ· προσφερόμενος ὄψει θῖνα λευκήν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ. (37) Ἀπὸ Κατανέων εἰς Πυρθμάνιον στάδιοι ρνʹ· ἀπὸ σταδίων ὀκτὼ παράπλεε—ἔχει γὰρ βράχη ὑψηλά—· ἔχει καὶ ὕδωρ. (38) Ἀπὸ Πυρθμανίου εἰς Ἀντίπυργον στάδιοι σκʹ· ὅρμος ἐστὶ θερινός· νῆσος δέ ἐστι καὶ κατ᾽ αὐτὴν πύργος· ἱερὸν τοῦ Ἄμμωνος· ὕδωρ ἔχει ἐν τῷ αἰγιαλῷ τῷ ἐξ ἐναντίας. (39) 〈Ἀπὸ Ἀντιπύργου εἰς τὸν Μικρὸν Πετρεύοντα στάδιοι*.〉 (40) Ἀπὸ τοῦ Μικροῦ Πετρεύοντος εἰς τὸν Βάτραχον στάδιοι λʹ· ὕφορμός ἐστι θερινός· ἄκρα ἐστὶ σκοπὰς ἔχουσα· ἔχει ὕδωρ πολὺ ἐν τῇ νάπῃ. (41) Ἀπὸ τοῦ Βατράχου εἰς Πλατέαν στάδιοι σνʹ· πρὸς τῷ πελάγει κεῖται νῆσος καλουμένη Σιδωνία—ἔχει ὕφορμον θερινὸν φορτηγοῖς—ἀπὸ σταδίων λʹ· ἔχει δὲ ὕδωρ πρὸς τῇ γῇ ἐν τῷ πύργῳ. (42) Ἀπὸ Πλατέος εἰς τὸ Παλίουρον 〈στάδιοι*〉· ὕδωρ ἔχει πλατύ. (43) Ἀπὸ τοῦ Παλιούρου εἰς τὴν Φαίαν στάδιοι Ϟʹ· ὕδωρ ἔχει συνακτὸν ἀπὸ σταδίων ιεʹ. (44) Ἀπὸ τὴν Φαίας εἰς τὸν Διόνυσον στάδιοι Ϟʹ· ἐντεῦθεν 〈ἐν〉 ἀριστερᾷ κατάγου. (45) Ἀπὸ τοῦ Διονύσου εἰς Χερρόνησον στάδιοι Ϟʹ. (46) Ἀπὸ Χερρονήσου ἐπὶ τὴν Ἄζαριν στάδιοι ρʹ.
ἐντεῦθεν ἀναχθεὶς παράπλεε· πέτραι εἰσὶν ὑψηλαί· ὕδωρ ἔχει καὶ ποταμὸν μέγαν. (47) Ἀπὸ τῆς Ἀζάριδος παραπλεύσαντι τὰ παράγαια εἰς Ζαρινὴν στάδιοι ρνʹ. (48) Ἀπὸ Ζαρινῆς ἐπὶ τὸ Ζεφύριον στάδιοι ρνʹ· ἄκρα ἐστὶ δασεῖα· ὕφορμός ἐστι θερινός. (49) Ἀπὸ τοῦ Ζεφυρίου εἰς Χέρσιν στάδιοι οʹ· ἀναμέσον τοῦ Ζεφυρίου καὶ τοῦ Χερσίου ἀπέχων σταδίους ιʹ ἔστιν ὅρμος Ἀφροδισίας καλούμενος· ἔστι δ᾽ ἐπ᾽ αὐτῷ ἱερὸν Ἀφροδίτης. (50) Ἀπὸ τοῦ Χερσίου ἐπὶ τὸ Ἐρυθρὸν στάδιοι Ϟʹ· κώμη ἐστίν. (51) Ἀπὸ τοῦ Ἐρυθροῦ εἰς Ναύσταθμον στάδιοι οʹ· σάλος ἐστὶν ἀνατείνων· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ. (52) Ἀπὸ Ναυστάθμου εἰς Ἀπολλωνιάδα στάδιοι ρκʹ.
Πάντες ὁμοῦ ἀπὸ Παραιτονίου εἰς Ἀπολλωνιάδα στάδιοι ͵γφνʹ.
[Λοιπὸν Κυρήνη.] (53) Ἀπὸ Ἀπολλωνιάδος εἰς Φοινικοῦντα στάδιοι ρʹ· κώμην ἔχει· ὁρμίζουσι ὑπ᾽ αὐτοῖς τοῖς ἀφ᾽ ἑσπέρας ἀνέμοις· ὅρμος ἐστὶ θερινός· ἔχει ὕδωρ. (54) Ἀπὸ Φοινικοῦντος εἰς Ναυσίδα στάδιοι ρϞʹ· κώμη ἐστίν· ἔχει ὕδωρ ἐν τῷ αἰγιαλῷ. (55) Ἀπὸ Ναυσίδος εἰς Πτολεμαΐδα στάδιοι σνʹ· πόλις ἐστὶ μεγίστη· ἐπίσαλός ἐστιν ὁ τόπος καὶ νῆσον ἔχει· Ἴλος καλεῖται· ἀσφαλίζου. (56) Ἀπὸ Πτολεμαΐδος εἰς Τεύχειρα στάδιοι σνʹ· πόλις ἐστὶ Πενταπόλεως ἀρχαία· αὕτη καλεῖται Ἀρσινόη. (57) Ἀπὸ Τευχείρων εἰς Βερνικίδα στάδιοι τνʹ. Ὁ πλοῦς κάμπτεται· πλεύσας ἐς σταδίους Ϟʹ ὄψει ἀκρωτήριον προτεῖνον πρὸς ἑσπέραν· παράκειται δὲ βράχη μετέωρα· φυλάσσου παραπλέων· ὄψει δὲ νησίον ταπεινὸν μέλαν[ον]· Βραχέα καλεῖται τὸ ἀκρωτήριον· εἰς τὰ εὐώνυμα ἔχει ὅρμον πλοιαρίοις μικροῖς.
Οἱ πάντες ὁμοῦ ἐξ Ἀπολλωνιάδος εἰς Βερενικίδα στάδιοι ͵αρνʹ.
[Λοιπὸν Σύρτις Κυρηναίων.] (58) Ἀπὸ Βερενικίδος εἰς Ῥίνον στάδιοι ξʹ. (59) Ἀπὸ Ῥίνον ἐπὶ τὸν Πῖθον στάδιοι ιʹ. (60) Ἀπὸ τοῦ Πίθου ἐπὶ Θεοτιμαῖον στάδιον αʹ· ὅρμος ἐστὶ θερινός· αἰγιαλὸς βαθύς. (61) Ἀπὸ Θεοτιμαίου ἐπὶ τὰς Ἅλας στάδιοι ψιʹ· αἰγιαλός ἐστιν. (62) Ἀπὸ τῶν Ἁλῶν ἐπὶ τὸ Βόρειον στάδιοι νʹ· ἀκρωτήριόν ἐστι ἔχον ὕφορμον. (63) Ἀπὸ τοῦ Βορείου εἰς Χέρσιν στάδιοι ρμʹ· ὅρμος ἐστὶ τοῖς ἐτησίοις· ὕδωρ ἔχει ἐπὶ τοῦ φρουρίου.
[Σύρτις Κυρήνης.] (64) Ἀπὸ τοῦ Χερσίου ἐπὶ τὴν Ἀμάστορος στάδιοι ριʹ. (65) Ἀπὸ τῆς Ἀμάστορος ἐπὶ τὸ Ἡράκλειον στάδιοι πʹ. (66) Ἀπὸ τοῦ Ἡρακλείου εἰς τὸ Δρέπανον στάδιοι ζʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν τοῦ Ἡρακλέους ἔχον θῖνα ἄμμου λευκῆς· ὕδωρ ἔχει. (67) Ἀπὸ τοῦ Δρεπάνου ἐπὶ τὸ Σεραπεῖον στάδιοι ρʹ· παράδρομον ὄψει θῖνα λευκὴν μεγίστην, ἀφ᾽ ἧς, ἂν ὀρύξῃς, ἕξεις ὕδωρ γλυκύ. (68) Ἀπὸ Σεραπείου εἰς Διαροάδα στάδιοι νʹ. (69) Ἀπὸ Διαροάδος ἐπὶ τὸν Ἄπιν στάδιον αʹ· ὕφορμός ἐστιν. (70) Ἀπὸ δὲ τοῦ Σεραπείου ἐπὶ τὸν Καινὸν στάδιοι ρνʹ· φρούριόν ἐστιν ἔρημον· ὕδωρ ἔχει· ἔστι δὲ ἀλίμενος. (71) Ἀπὸ τοῦ Καινοῦ ἐπὶ τὸν Εὔσχοινον στάδιοι οʹ· αἰγιαλός ἐστι βαθύς· βουνὸς δέ ἐστιν ἐν τῇ χώρᾳ περιφερής· ὕδωρ ἔχει. (72) Ἀπὸ Εὐσχοίνου ἐπὶ τοὺς Ὑφάλους στάδιοι οʹ· νησίον ἐστὶν ὑπόσαλον· ἔχει δὲ καὶ αἰγιαλὸν βαθύν. (73) Ἀπὸ τῶν Ὑφάλων ἐπὶ τὸν Σκοπελίτην στάδ. πʹ· σκόπελός ἐστιν ἀπὸ τῆς γῆς στάδ. ιεʹ ὑψηλὸς ὅμοιος ἐλέφαντι. (74) Ἀπὸ τοῦ σκοπέλου πρὸς λίβα 〈ἐ〉ν σταδίοις βʹ νῆσός ἐστιν ὑψηλή.
Ποντία καλεῖται. (75) Ἀπὸ Ποντίας πρὸς μεσημβρίαν 〈ἐν〉 σταδίοις ζʹ νῆσός ἐστι καλουμένη Μαῖα καὶ ὑπ᾽ αὐτὴν ὕφορμος· ὕδωρ ἔχει ἀνακτόν. (76) Ἀπὸ τῆς Μαίας ἐπὶ τὸν Ἀστροχονδα στάδιοι νʹ. (77) Ἀπὸ τοῦ Ἀστροχονδα ἐπὶ τὸν Κορκόδειλον στάδιοι πʹ· ὅρμος ἐστὶ θερινὸς καὶ ὕδωρ ἔχει ῥεύματα ἔχον. (78) Ἀπὸ τοῦ Κορκοδείλου ἐπὶ τὸ Βόρειον στάδιοι πδʹ· κώμη ἐστί· φρούριον ἔρημον· ὅρμος καλὸς ἀπὸ λιβός· ὕδωρ ἔχει. (79) Ἀπὸ τοῦ Βορείου εἰς τὸ Ἀντιδρέπανον στάδιοι κʹ· ἀκρωτήριόν ἐστιν ὕδωρ ἔχον. (80) Ἀπὸ τοῦ Ἀντιδρεπάνου ἐπὶ τὸ Μένδριον στάδιοι νʹ· ἄνυδρός ἐστιν. (81) Ἀπὸ τοῦ Μενδρίου ἐπὶ τὸ Κοζύνθιον στάδιοι ρκʹ· ἄκρα ἐστὶ τραχεῖα· ὅρμος καλὸς ἄνυδρος δέ. (82) Ἀπὸ τοῦ Κοζυνθίου ἐπὶ Ἀμμωνίου Πηγὰς στάδιοι ριʹ· αἰγιαλός ἐστιν. (83) Ἀπὸ Ἀμμωνίου Πηγῶν εἰς Αὐτομάλακας στάδιοι ρπʹ. (84) Ἀπὸ Αὐτομαλάκων ἐπὶ Φιλαίνων βωμοὺς στάδιοι ρπεʹ· ὅρμος ἐστὶ θερινὸς καλὸς καὶ ὕδωρ ἔχει. ἕως τούτου τοῦ ἀκρωτηρίου εἰσὶ Κυρηναίων ὄρη καὶ χώρα.
Οἱ πάντες ὁμοῦ ἀπὸ Βερενικίδος ἕως Φιλαίνων βωμῶν στάδιοι ͵β.
[Λοιπὸν Σύρτις μεγάλη.] (85) Ἀπὸ Φιλαίνων βωμῶν ἕως Ἵππου ἄκρας στάδιοι υʹ· ἀκρωτήριόν ἐστι τραχύ· ἔχει ὕφορμον καὶ ὕδωρ. (86) Ἀπὸ Ἵππου ἄκρας ἐπὶ τὸν Ἔπηρον στάδιοι τνʹ· λιμήν ἐστι πλοίοις μικροῖς· ἔχει ὕδωρ· τοῦτό ἐστι φρούριον βαρβάρων. (87) Ἀπὸ Ἐπήρου ἐπὶ Κόρακα στάδιοι ρνʹ. (88) Ἀπὸ Κόρακος εἰς Εὐφραντὰς στάδιοι σʹ· λιμήν ἐστι, καὶ ὕδωρ ἔχει. (89) Ἀπὸ Εὐφραντῶν ἐπὶ τὸν Δυσωπὸν στάδιοι ρνʹ. (90) Ἀπὸ Δυσωποῦ ἐπὶ Ἀσπίδα στάδιοι τνʹ. (91) Ἀπὸ Ἀσπίδος εἰς Ταριχαίας στάδιοι τνʹ. (92) Ἀπὸ Ταριχαίων ἐπὶ Κεφαλὰς στάδιοι υʹ. (93) Προσφερόμενος ἐκ τοῦ πελάγους ὄψει χώραν ταπεινὴν νησία ἔχουσαν. ὅταν δὲ αὐτοῖς ἐγγίσῃς, ὄψει τὴν πόλιν παραθαλάσσιον καὶ θῖνα λευκὸν καὶ αἰγιαλόν· ἡ δὲ πόλις ἐστὶ λευκὴ ὅλη· λιμένα δὲ οὐκ ἔχει· ἀσφαλῶς ὁρμίζου ἐπὶ τοῦ Ἑρμαίου· αὕτη καλεῖται Λέπτης.
Οἱ πάντες ὁμοῦ ἀπὸ Φιλαίνων βωμῶν εἰς Λέπτην τὴν Μεγάλην στάδιοι ͵δσʹ. (94) Ἀπὸ Λεπτέων ἐπὶ τὸν Ἑρμαῖον στάδιοι εʹ· ὅρμος ἐστὶ πλοίοις μικροῖς. (95) Ἀπὸ Ἑρμαίου εἰς Γάφαρα στάδιοι τʹ· ἄκρα ἐστὶν ἔχουσα ὅρμον ἐξ ἑκατέρων τῶν μερῶν· ἔχει ὕδωρ· καλεῖται 〈Αἰ〉νεόσπορα· ἔστι γὰρ ὁμοία νήσῳ. (96) Ἀπὸ τῶν Γαφάρων ἐπὶ τὸν Ἀμαραίαν στάδιοι μʹ, πύργος ἐστὶν ὕφορμος· ὕδωρ ἔχει ποτάμιον· ἔστι δὲ γεώργιον πλησίον τοῦ ποταμοῦ. Οἰνολάδων ὁ ποταμὸς καλεῖται. (97) Ἀπὸ τοῦ Ἀμαραία ἐπὶ Μεγέρθιν στάδιοι μʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ. (98) Ἀπὸ Μεγερθέων εἰς Μακαραίαν στάδιοι υʹ. (99) Ἀπὸ Μακαραίας εἰς Σαράθραν στάδιοι υʹ· πόλις ἐστὶν ἀλίμενος· σάλος ἔχει.
[Λοιπὸν Σύρτις μικρά.] (100) Ἀπὸ Ἀλάθρης ἐπὶ Λοκροὺς στάδιοι τʹ· κώμη ἐστὶ καὶ ὑπεράνω τῆς κώμης πύργος ὑψηλός. (101) Ἀπὸ Λοκρῶν ἐπὶ Ζεύχαριν στάδιοι τʹ· φρούριον ἔχον πύργον· ὁ δὲ πύργος* λιμήν ἐστιν ἐπίσημος. (102) Ἀπὸ Ζεύχαριν εἰς Γέργην στάδιοι τνʹ· πύργος ἐστὶ καὶ φρούριον ἔχει καὶ λιμένα καὶ ὕδωρ. (103) Ἀπὸ Γεργέων εἰς Μήνιγγα στάδιοι ρνʹ· πόλις ἐστὶν ἐπὶ νήσῳ· ἡ δὲ νῆσος ἀπέχει τῆς γῆς σταδίους ηʹ· ἔχει δὲ πόλεις ἱκανάς, μητρόπολις δέ ἐστιν. αὕτη οὖν ἐστιν ἡ τῶν Λωτοφάγων νῆσος. ἔστι δὲ ἐν αὐτῇ βωμὸς Ἡρακλέους· μέγιστος καλεῖται. ἔστι δὲ λιμὴν καὶ ὕδωρ ἔχει.
Οἱ πάντες ὁμοῦ ἀπὸ Λεπτέως εἰς Μήνιγγα στάδιοι ͵βτʹ. (104) Ἀπὸ Μήνιγγος εἰς τὴν Ἤπειρον στάδιοι σʹ· πόλις ἐστί, ἔχει δὲ καλὸν λιμένα καὶ ὕδωρ. (105) Ἀπὸ δὲ τῆς Γεργέων εἰς Κιδιφθαν στάδιοι ρπʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει. (106) 〈Ἀπὸ Κιδιφθης εἰς Τακάπην στάδιοι*〉. (107) Ἀπὸ Τακάπης εἰς Νεάπολιν στάδιοι ρʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει. (108) 〈Ἀπὸ Νεαπόλεως εἰς Θύθναν στάδιοι*〉. (109) 〈Ἀπὸ Θύθνης εἰς Ἀγχόλαν στάδιοι*〉. (110) Ἀπὸ Ἀγχολῆς εἰς Ἁλιπόταν στάδιοι ρκʹ. (111) 〈Ἀπὸ Ἁλιπότης εἰς Θάψον στάδιοι*〉. (112) Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ 〈δὲ〉 τὸ ἐπικεῖσθαι αὐταῖς βράχη εἰς ταύτας πλέουσι σύμμετρα πλοῖα. τῇ δὲ Ἀγχόλα καὶ τῇ Ἀλιπότα καὶ τῇ Κιδιφθὰ ἐπίκειται Κέρκινα ἡ νῆσος ἀπέχουσα σταδίους ρκʹ· ἀπὸ δὲ τῆς Λωτοφάγων, ἥπερ ἐστὶ Μῆνιξ, ἐπὶ τὴν Κέρκιναν νῆσον διὰ πόρου στάδιοι ψνʹ. ἀπὸ Θύθνης εἰς Κέρκιναν 〈νῆσον καὶ〉 πόλιν στάδιοι*. βράχη ἐστὶ φερόμενα πρὸς τὴν πόλιν. ἀπὸ Κερκίνης εἰς Θάψον στάδιοι ψʹ· ἔχει δὲ νῆσον καλὴν πελαγίαν κειμένην κατὰ Θάψον πρὸς βορρᾶν ἀπέχουσαν σταδίους πʹ· ἔχει δὲ λιμένα καὶ ὕδωρ. αὗται αἱ νῆσοι περιέχουσι τὸ Ἰκάριον πέλαγος.
[Λοιπὸν Φοινίκη] (113) Ἀπὸ Θάψου εἰς Λέπτην τὴν μικρὰν στάδιοι ροʹ· πόλις μικρά ἐστιν. καταφανῆ ἔχει βράχη καὶ ἡ καταγωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πάνυ. (114) Ἀπὸ Λεπτέων εἰς Θερμας στάδιοι ξʹ· κώμη ἐστί· τὸν δ᾽ αὐτὸν τρόπον καὶ ὧδε βράχη ἐστὶ δυσκατάγωγα. (115) Ἀπὸ Θερμῶν πλεύσας σταδίους μʹ ὄψει ἀκρωτήριον ἐπ᾽ αὐτῷ ἔχον δύο νησία ἐσκολοπισμένα· ὕφορμός ἐστιν. (116) Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πόλιν ἀπὸ σταδίων μʹ· ἀλίμενος. (117) Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στάδιοι φʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιφανὲς οἷον ἀσπίς. ἐπ᾽ αὐτὴν πλέε τὴν ἄρκτον παραφαίνων ἐξ εὐωνύμων· εἰσὶ γὰρ εἰς τὸ πέλαγος ἐκεῖνο βράχη πολλὰ καὶ τραχέα· εἶτα ἐκφανήσεταί σοι ἡ Ἀσπὶς καὶ ἐπ᾽ αὐτῇ Νεάπολις. ἀπὸ τοῦ κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδιοι σʹ [ὑψηλός ἐστιν ὁ τόπος καὶ ἐπ᾽ αὐτῷ ἡ πόλις].
ἔχει λιμένα πρὸς ζέφυρον ἀπὸ σταδίων ιʹ ἀνώτερον τῆς πόλεως. (118) Ἀπὸ Ἀσπίδος 〈ἐπὶ τὴν Ἑρμαίαν ἄκραν στάδιοι*〉. (119) 〈Ἀπὸ τῆς Ἑρμαίας ἄκρας ἐπὶ Μισούαν λιμένα στάδιοι*〉. (120) 〈Ἀπὸ Μισούας λιμένος〉 ἐπὶ Θερμὰ στάδιοι ξʹ· κώμη ἐστὶ καὶ ἐπάνω τὰ θερμά. (121) Ἀπὸ τῶν Θερμῶν εἰς Κάρπην στάδιοι ρξʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει. (122) Ἀπὸ Κάρπην εἰς Μάξυλαν στάδιοι κʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει. (123) Ἀπὸ Μαξύλων εἰς τὸν Γαλάβραντα στάδιοι νʹ· ὅρμος ἐστὶν ἕως 〈τῆς τῶν〉 ἀμμώδων ἀγωγῆς. (124) Ἀπὸ τοῦ Γαλάβραντος εἰς Καρχηδόνα στάδιοι ρκʹ· πόλις ἐστὶ μεγίστη καὶ λιμένα ἔχει, ἐν δὲ τῇ πόλει πύργος ἐστί· δεξιὰν ὁρμίζου ὑπὸ τὸ χῶμα.
Οἱ πάντες ὁμοῦ ἀπὸ Μήνιγγος τῆς τῶν Λωτοφάγων νήσου ἕως εἰς Καρχηδόνα στάδιοι φνʹ. (125) Ἀπὸ δὲ Καρχηδόνος εἰς Κάστρα Κορνηλίου στάδιοι τγʹ· λιμήν ἐστι παραχειμαστικός, ἐν τούτῳ παραχειμάζει μεγάλα πλοῖα. (126) Ἀπὸ Κάστρων Κορνηλίου εἰς Οὔστικα στάδιοι κδʹ· πόλις ἐστί· λιμένα οὐκ ἔχει, ἀλλὰ σάλον ἔχει· ἀσφαλίζου. (127) Ἀπὸ Οὐστίκων **** (128) 〈Ἀπὸ*〉 εἰς Καρνας στάδιοι κδʹ· σάλος ἐστί· κοιτῶνας δὲ ἔχει πλοίοις μικροῖς· ἀσφαλῶς κατάγου. (129) Ἀπὸ Καρνων ἐπ᾽ ἀκρωτήριον καλούμενον Βαλανέας στάδιοι σʹ· (—) 〈Ἀπὸ Βαλανέων〉 ἐπὶ χωρίων 〈Βαλανεώτων στάδιοι*〉. (130) Ἀπὸ ἀκρωτηρίου Βαλανέων ἐπ᾽ ἀκρωτήριον Πάλτον στάδιοι Ϟʹ. (131) Ἀπὸ ἀκρωτηρίου Πάλτου κάμψαντες ἐπ᾽ ἀκρωτήριον Βραγχίων στάδιοι ιʹ. (132) Ἀπὸ δὲ Βαλανέων ἄκρας ἐπ᾽ εὐθείας εἰς Πάλτον στάδιοι σʹ.
Οἱ πάντες ἐκ Πτολεμαΐδος παρὰ γῆν παραπλέοντες [εἰςελθεῖν] εἰς Πάλτον στάδιοι ͵βʹ.
[Καὶ λοιπὸν Κοιλὴ Συρία] (133) Ἀπὸ Πάλτου ἐπὶ χωρίον Πελληταν στάδιοι λʹ. (134) Ἀπὸ Πελλήτων ἐπὶ λιμένα κείμενον ἐπ᾽ αἰγιαλῷ ἔχοντι καθ᾽ αὑτὸν φάραγγα στάδιοι κʹ. (135) Ἀπὸ Πελλήτων εἰς Γάβαλα στάδιοι λʹ. (136) Ἀπὸ Γαβάλων εἰς ποταμὸν πλωτὸν καλούμενον* στάδιοι μʹ. (137) Ἀπὸ 〈τοῦ〉 πλωτοῦ ποταμοῦ εἰς ἄκραν, ἐφ᾽ ἧς κεῖται πόλις Λαοδίκεια, στάδιοι σʹ· ἀπὸ δὲ τοῦ ποταμοῦ εἰς Βαλανέας στάδιοι οʹ· ἀπὸ Βαλανέων εἰς Λαοδίκειαν εὐθυδρομοῦντι λευκονότῳ ἐπὶ τὰ πρὸς ἠὼ τῆς ἄρκτου στάδιοι σʹ. (138) Ἀπὸ Λαοδικείας 〈ἄκρας〉 εἰς Ἡράκλειαν στάδιοι κʹ. (139) Κάμψαντι δὲ τὸ ἀκρωτήριον λιμήν ἐστι καλούμενος Λευκός· στάδιοι λʹ. (140) Ἀπὸ Λευκοῦ λιμένος ἐπὶ κώμην καλουμένην Πασιερίαν στάδιοι λʹ. (141) Ἀπὸ τῆς κώμης ἐπ᾽ ἄκραν Πολιὰν καλουμένην στάδιοι ρκʹ. (142) Ἀπὸ Ἡρακλείας ἐπὶ Ποσείδιον τὸν ἐπίτομον στάδιοι ρʹ. (143) Ἀπὸ δὲ τῆς ἄκρας τοῦ ἐπὶ Ποσειδίου εἰς πόλιν Σιδῶνα στάδιοι τʹ· ὑπὲρ ἧς ἐστιν ὄρος ὑψηλὸν καλούμενον Θρόνος. (144) Ἀπὸ Σιδωνίας πόλεως εἰς τόπον ὁρίζοντα τὸν Κάσιον, καλούμενον δὲ Χαλαδρόπολιν στάδιοι ξʹ. (145) Ἀπὸ Χαλάδρου ἐπὶ νῆσον καλουμένην Μακρὰν στάδιοι ιʹ. (146) Ἀπὸ Μακρὰν νῆσον ἐπὶ τὸ Νυμφαῖον στάδιοι νʹ. ὁ δὲ ὅλος περίπλους τραχύς ἐστιν ἀπὸ τοῦ Κασίου.
τοῦτον τὸν τόπον παράπλεε ἀπὸ τῆς γῆς σταδίοις κʹ. (147) Ἀπὸ τοῦ Νυμφαίου ἐπὶ πόλιν Ἀντιόχειαν ἔχουσαν ἐμπόριον καὶ παρ᾽ αὑτὴν ποταμὸν Ὀρόντην καλούμενον στάδιοι υʹ. ἔστι δὲ ὁ ποταμὸς ἀπὸ σταδίων ιεʹ. (148) Ἀπὸ τοῦ ποταμοῦ εἰς Σελεύκειαν στάδιοι μʹ· ἀπὸ δὲ τοῦ Ποσειδίου τὸν ἐπίτομον εἰς Σελεύκειαν πλέοντι ζεφύρῳ στάδιοι ριʹ. (149) Ἀπὸ Σελευκείας ἐπὶ τὰ Γεώργια στάδιοι ρμβʹ. (150) Ἀπὸ τῶν Γεωργίων ἐπὶ τὸν Ῥωσσαίων κόλπον στάδιοι τʹ· ἀπὸ δὲ τοῦ Ποσειδίου ἀκρωτηρίου ἐπὶ τὸν κόλπον οὐριώτατα στάδιοι σʹ. (151) Ἀπὸ Ῥώσσου Τερδνίας εἰς πόλιν Μυρίανδρον στάδιοι Ϟʹ. (152) Ἀπὸ τοῦ Μυριάνδρου εἰς Ἀλεξάνδρειαν κατ᾽ Ἴσσον στάδιοι ρκʹ. (153) Ἀπὸ Ἀλεξανδρείας εἰς τὰς Κιλικίας πύλας στάδιοι σʹ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.