Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Πρὸς τὴν αἵρεσιν Νοήτου

Ἱππόλυτος Ῥώμης

Η εμφάνιση της αιρέσεως του Νοητού

Έκθεση της πατροπασχητικής πλάνης του Νοητού, η αποβολή του από τους πρεσβυτέρους και η παράθεση των γραφικών μαρτυριών που ο ίδιος επικαλούνταν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 1 από 4

Ὁμιλία Ἱ[π]πολύτου ἀρχ⌞ι⌟επισκόπου Ῥώμης καὶ μάρτυρος εἰς τὴν αἵρεσιν Νοητοῦ τινος. Ἕτεροί τινες ἑτέραν διδασκαλίαν παρεισάγουσιν γενόμενοί τινος Νοητοῦ μαθηταί· ὃς τὸ μὲν γένος ἦν Σμυρναῖος, οὐ πολλοῦ χρόνου γενόμενος. οὗτος φυσιωθεὶς εἰς ἔπαρμα ἀνήχθη. οἰήσει πνεύματος ἀλλοτρίου ἐπαρθεὶς ἔφη τὸν Χριστὸν αὐτὸν εἶναι τὸν Πατέρα, καὶ αὐτὸν τὸν Πατέρα γεγεννῆσθαι καὶ πεπονθέναι καὶ ἀποτεθνηκέναι. ὁρᾶτε ὅσον ἔπαρμα καρδίας καὶ φυσίωμα πνεύματος ἀλλοτρίου ὑπεισῆλθεν εἰς αὐτόν. ἤδη μὲν οὖν ἐκ τῶν ἑτέρων πράξεων εἰς τοῦτο φέρεται ὁ ἔλεγχος αὐτῶν ὅτι μὴ καθαρῷ πνεύματι ἐφθέγγετο. ὁ γὰρ εἰς πνεῦμα ἅγιον βλασφημῶν ἔκβλητος γεγένηται κλήρου ἁγίου. οὗτος ἔλεγεν ἑαυτὸν εἶναι Μωυσῆν καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀαρών. ταῦτα ἀκούσαντες οἱ μακάριοι πρεσβύτεροι προσκαλεσάμενοι ἐνώπιον τῆς ἐκκλησίας ἐξήταζον. ὁ δὲ ἠρνεῖτο λέγων τὰς ἀρχὰς μὴ φρονεῖν. ὕστερον δὲ ἐμφωλεύσας ἔν τισιν καὶ συσκευάσας ἑαυτῷ συνπλανωμένους, καθαρῶς ὕστερον ἱστᾶν τὸ δόγμα ἐβούλετο. ὃν πάλιν προσκαλεσάμενοι οἱ μακάριοι πρεσβύτεροι ἤλεγξαν. ὁ δὲ ἀνθίστατο λέγων, Τί οὖν κακὸν ποιῶ δοξάζων τὸν Χριστόν; ....

πρὸς ὃν ἀνταποκρίνονται οἱ πρεσβύτεροι, Καὶ ἡμεῖς ἕνα Θεὸν οἴδαμεν ἀληθῶς· οἴδαμεν Χριστόν· οἴδαμεν τὸν Υἱὸν παθόντα καθὼς ἔπαθεν, ἀποθανόντα καθὼς ἀπέθανεν, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ὄντα ἐν δεξιᾷ τοῦ Πατρὸς καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ ταῦτα λέγομεν ἃ ἐμάθομεν. τότε τοῦτον ἐλέγξαντες ἐξέωσαν τῆς ἐκκλησίας. ὃς εἰς τοσοῦτο φυσίωμα ἠνέχθη ὡς διδασκαλεῖον συστῆσαι. οἳ καὶ δεῖξαι βούλονται σύστασιν τῷ δόγματι λέγοντες, Εἶπεν ἐν νόμῳ, Ἐγὼ εἰμὶ ὁ Θεὸς τῶν πατέρων ὑμῶν· οὐκ ἔσονται ὑμῖν θεοὶ ἕτεροι πλὴν ἐμοῦ. καὶ πάλιν ἐν ἑτέρῳ, Ἐγώ, φησίν, πρῶτος καὶ ἐγὼ ἔσχατος καὶ μετ᾽ ἐμὲ οὔκ ἐστιν οὐδείς. οὕτω φάσκουσιν συνιστᾶν ἕνα Θεόν. οἳ ἀποκρίνονται λέγοντες, Εἰ οὖν Χριστὸν ὁμολογῶ Θεόν, αὐτὸς ἄρα ἐστὶν ὁ Πατήρ, εἰ γάρ ἐστιν ὁ Θεός. ἔπαθεν δὲ Χριστὸς αὐτὸς ὢν Θεός. ἆρα οὖν ἔπαθεν Πατήρ; 〈Πατὴρ〉 γὰρ αὐτὸς ἦν. ἀλλ᾽ οὐχ οὕτως ἔχει. οὐδὲ γὰρ οὕτως αἱ γραφαὶ διηγοῦνται. χρῶνται δὲ καὶ ἑτέραις μαρτυρίαις λέγοντες, Οὕτω γέγραπται, Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξηῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.

Ὁρᾷς οὖν, φησίν, ὅτι οὗτός ἐστιν ὁ Θεὸς ὁ μόνος ὢν καὶ ὕστερον ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφείς. 〈Ἐν〉 ἑτέρῳ δέ, φησίν, λέγει, Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπόρια Αἰθιόπων καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καί σοι δοῦλοι ἔσονται καὶ πορεύσονται ὀπίσω σου δεδεμένοι ἐν χειροπέδαις καὶ ἐν σοὶ προσκυνήσουσιν, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ ἐν σοὶ προσεύξονται καὶ οὐκ ἔστιν Θεὸς πλὴν σοῦ. σὺ γὰρ ἦς ὁ Θεὸς καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ.

Ὁρᾷς, φησίν, πῶς ἕνα Θεὸν κηρύσσουσιν αἱ γραφαί, τούτου ἐμφανοῦς δεικνυμένου. Τούτων οὕτως μαρτυρουμένων ἀνάγκην, φησίν, ἔχω, ἑνὸς ὁμολογουμένου, τοῦτον ὑπὸ πάθος φέρειν. ⟦καὶ⟧ Χριστὸς γὰρ ἦν Θεὸς καὶ ἔπασχεν δι᾽ ἡμᾶς, αὐτὸς ὢν Πατήρ, ἵνα καὶ σῶσαι ἡμᾶς δυνηθῇ. ἄλλο δέ, φησίν, οὐ δυνάμεθα λέγειν. καὶ γὰρ ὁ ἀπόστολος ἕνα Θεὸν ὁμολογεῖ λέγων, Ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. καὶ ταῦτα βούλονται οὕτω διηγεῖσθαι καὶ αὐτοὶ μονόκωλα, χρώμενοι ὃν τρόπον εἶπεν Θεόδοτος ἄνθρωπον συνιστᾶν φιλὸν βουλόμενος. ἀλλ᾽ οὔτε ἐκεῖνοί τι νενοήκασιν ἀληθὲς οὔθ᾽ οὗτοι, καθὼς αὐταὶ αἱ γραφαὶ ἐλέγχουσιν αὐτῶν τὴν ἀμαθίαν μαρτυροῦσαι τῇ ἀληθείᾳ. ὁρᾶτε, ἀδελφοί, πῶς προαλὲς καὶ τολμηρὸν δόγμα παρεισήνεγκαν ἀναισχύντως λέγοντες, Αὐτός ἐστι Χριστὸς ὁ Πατήρ, αὐτὸς Υἱός, αὐτὸς ἐγεννήθη, αὐτὸς ἔπαθεν, αὐτὸς ἑαυτὸν ἤγειρεν. ἀλλ᾽ οὐχ οὕτως ἔχει. αἱ μὲν γραφαὶ ὀρθῶς λέγουσιν, ἄλλα ἂν καὶ Νοητὸς νοῇ. οὐκ ἤδη δέ, εἰ Νοητὸς μὴ νοεῖ, παρὰ τοῦτο ἔκβλητοι αἱ γραφαί. τίς γὰρ οὐκ ἐρεῖ ἕνα Θεὸν εἶναι; ἀλλ᾽ οὐ τὴν οἰκονομίαν ἀναιρήσει. ὄντως μὲν οὖν τὰ κεφάλαια διὰ ταῦτα πρότερον δεῖ ἀνατραπῆναι κατὰ τὸν ἐκείνων νοῦν· κατὰ δὲ τὴν ἀλήθειαν δειχθῆναι.