Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Πρὸς τὴν αἵρεσιν Νοήτου

Ἱππόλυτος Ῥώμης

Η γέννηση του Λόγου και η οικονομία της Αγίας Τριάδος

Η σημασία των Αγίων Γραφών για την ορθή θεογνωσία, η δημιουργία του κόσμου μέσω του Λόγου και η διασφάλιση της θείας ενότητας στο πλαίσιο της τριαδικής οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 4

τί οὖν πρὸς ταῦτα τολμήσει Νοητὸς μὴ νοῶν τὴν ἀλήθειαν; ἐπειδὴ οὖν ἤδη καὶ ὁ Νοητὸς ἀνατέτραπται, ἔλθωμεν ἐπὶ τὴν τῆς ἀληθείας ἀπόδειξιν, ἵνα συστήσωμεν τὴν ἀλήθειαν καθ᾽ ἧς πᾶσαι τοσαῦται αἱρέσεις γεγένηνται μηδὲν δυνάμεναι εἰπεῖν. εἷς Θεός, ὃν οὐκ ἄλλοθεν ἐπιγινώσκομεν, ἀδελφοί, ἢ τῶν ἁγίων γραφῶν. ὃν γὰρ τρόπον ἐάν τις βουληθῇ τὴν σοφίαν τοῦ αἰῶνος τούτου ἀσκεῖν, οὐκ ἄλλως δυνήσεται τούτου τυχεῖν, ἐὰν μὴ δόγμασιν φιλοσόφων ἐντύχῃ, τὸν αὐτὸν δὴ τρόπον καὶ ὅσοι θεοσέβειαν ἀσκεῖν βουλόμεθα, οὐκ ἄλλοθεν ἀσκήσομεν ἢ ἐκ τῶν λογίων τοῦ Θεοῦ. ὅσα τοίνυν κηρύσσουσιν αἱ θεῖαι γραφαὶ ἴδωμεν, καὶ ὅσα διδάσκουσιν ἐπιγνῶμεν. καὶ ὡς θέλει Πατὴρ πιστεύεσθαι πιστεύσωμεν, καὶ ὡς θέλει Υἱὸν δοξάζεσθαι δοξάσωμεν, καὶ ὡς θέλει πνεῦμα ἅγιον δωρεῖσθαι λάβωμεν. μὴ κατ᾽ ἰδίαν προαίρεσιν μηδὲ κατ᾽ ἴδιον νοῦν μηδὲ βιαζόμενοι τὰ ὑπὸ τοῦ Θεοῦ δεδομένα, ἀλλ᾽ ἢ ὃν τρόπο〈ν〉 αὐτὸς ἐβουλήθη διὰ τῶν ἁγίων γραφῶν δεῖξαι, οὕτως ἴδωμεν.

Θεὸς μόνος ὑπάρχων καὶ μηδὲν ἔχων ἑαυτῷ σύνχρονον, ἐβουλήθη κόσμον κτίσαι. ὃν κόσμον ἐννοηθεὶς θελήσας τε καὶ φθεγξάμενος ἐποίησεν· ᾧ παραυτίκα πάρεστι τὸ γινόμενον ὡς ἠθέλησεν, ὃ ἐτέλεσεν καθὼς ἠθέλησεν. αὔταρκες οὖν ἡμῖν ἐστιν μόνον εἰδέναι ὅτι σύνχρονον Θεοῦ οὐδὲν πλὴν αὐτὸς ἦν. αὐτὸς δὲ μόνος ὢν πολὺς ἦν. οὔτε γὰρ ἄλογος οὔτε ἄσοφος οὔτε ἀδύνατος οὔτε ἀβούλευτος ἦν. πάντα δὲ ἦν ἐν αὐτῷ, αὐτὸς δὲ ἦν τὸ πᾶν. ὅτε ἠθέλησεν, καθὼς ἠθέλησεν, ἔδειξεν τὸν Λόγον αὐτοῦ καιροῖς ὡρισμένοις παρ᾽ αὐτῷ· δι᾽ οὗ τὰ πάντα ἐποίησεν. ὅτε μὲν θέλει, ποιεῖ· ὅτε δὲ ἐνθυμεῖται, τελεῖ· ὅτε δὲ φθέγγεται, δεικνύει· ὅτε πλάσσει, σοφίζεται. πάντα γὰρ τὰ γενόμενα διὰ Λόγου καὶ σοφίας τεχνάζεται, ⌞Λόγῳ μὲν κτίζων⌟, σοφίᾳ δὲ κοσμῶν. ἐποίησεν ⌞οὖν⌟ ὡς ἠθέλησεν· Θεὸς γὰρ ἦν. τῶν δὲ γινομένων ἀρχηγὸν καὶ σύμβουλον καὶ ἐργάτην ἐγέννα Λόγον. ὃν Λόγον ἔχων ἐν ἑαυτῷ ἀόρατόν τε ὄντα τῷ κτιζομένῳ κόσμῳ ὁρατὸν ποιεῖ. προτέραν φωνὴν φθεγγόμενος καὶ φῶς ἐκ φωτὸς γεννῶν, προῆκεν τῇ κτίσει κύριον τὸν ἴδιον νοῦν αὐτῷ μόνῳ πρότερον ὁρατὸν ὑπάρχοντα· τῷ δὲ γινομένῳ κόσμῳ ἀόρατον ὄντα ὁρατὸν ποιεῖ, ὅπως διὰ τοῦ φανῆναι ἰδὼν ὁ κόσμος σωθῆναι δυνηθῇ. καὶ οὕτως αὐτῷ παρίστατο ἕτερος. ἕτερον δὲ λέγων οὐ δύο θεοὺς λέγω, ἀλλ᾽ ὡς φῶς ἐκ φωτὸς ἢ ὡς ὕδωρ ἐκ πηγῆς ἢ ὡς ἀκτῖνα ἀπὸ ἡλίου.

δύναμις γὰρ μία ἡ ἐκ τοῦ παντός· τὸ δὲ πᾶν Πατήρ, ἐξ οὗ δύναμις Λόγος. οὗτος δὲ νοῦς, ὃς προβὰς ἐν κόσμῳ ἐδείκνυτο παῖς Θεοῦ. πάντα τοίνυν δι᾽ αὐτοῦ· αὐτὸς δὲ μόνος ἐκ Πατρός. τίς τοίνυν ἀποφαίνεται πληθὺν θεῶν παραβαλλομένην κατὰ καιρούς; καὶ γὰρ πάντες ἀπεκλείσθησαν εἰς τοῦτο ἄκοντες εἰπεῖν ὅτι τὸ πᾶν εἰς ἕνα ἀνατρέχει. εἰ οὖν τὰ πάντα εἰς ἕνα ἀνατρέχει—καὶ κατὰ Οὐαλεντῖνον καὶ κατὰ Μαρκίωνα Κήρινθόν τε καὶ πᾶσαν τὴν ἐκείνων φλυαρίαν—καὶ ἄκοντες εἰς τοῦτο περιέπεσαν ἵνα τὸν ἕνα ὁμολογήσωσιν αἴτιον τῶν πάντων, ἄρα συντρέχουσιν καὶ αὐτοὶ μὴ θέλοντες τῇ ἀληθείᾳ ἕνα Θεὸν λέγειν ποιήσαντα ὡς ἠθέλησεν. οὗτος δὲ ἔδωκεν νόμον καὶ προφήτας· καὶ δοὺς διὰ πνεύματος ἁγίου ἠνάγκασεν τούτους φθέγξασθαι, ὅπως τῆς πατρῴας δυνάμεως ἀπόπνοιαν λαβόντες τὴν βουλὴν καὶ τὸ θέλημα τοῦ Πατρὸς καταγγείλωσιν. ἐν τούτοις τοίνυν πολιτευόμενος ὁ Λόγος ἐφθέγγετο περὶ ἑαυτοῦ. ἤδη γὰρ αὐτὸς ἑαυτοῦ κῆρυξ ἐγίνετο δεικνύων μέλλοντα Λόγον φαίνεσθαι ἐν ἀνθρώποις. δι᾽ ἣν αἰτίαν οὕτως ἐβόα, Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. τίς δέ ἐστιν ὁ ἐμφανὴς γενόμενος ἀλλ᾽ ἢ ὁ Λόγος τοῦ Πατρός, ὃν ἀποστέλλων Πατὴρ ἐδείκνυεν ἀνθρώποις τὴν παρ᾽ ἑαυτοῦ ἐξουσίαν; οὕτως οὖν ἐμφανὴς ἐγένετο ὁ Λόγος καθὼς λέγει.

ἀνακεφαλαιοῦται γὰρ ὁ μακάριος Ἰωάννης τὰ διὰ τῶν προφητῶν εἰρημένα δεικνὺς τοῦτον εἶναι τὸν Λόγον δι᾽ οὗ τὰ πάντα ἐγένετο. φησὶν γὰρ οὕτως, Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος ⟦ἦν πρὸς τὸν Θεόν⟧. πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὑποβὰς δὲ ἔφη, Ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· εἰς τὰ ἴδια ἦλθεν καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. εἰ οὖν ἔφη, Ὁ κόσμος δι᾽ αὐτοῦ γεγένηται, καθὼς λέγει ὁ προφήτης, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, ἄρα οὗτός ἐστιν ὁ Λόγος ὁ καὶ ἐμφανὴς δεικνύμενος. οὐκοῦν ἔνσαρκον Λόγον θεωροῦμεν; Πατέρα δι᾽ αὐτοῦ νοοῦμεν, Υἱῷ δὲ πιστεύομεν, πνεύματι ἁγίῳ προσκυνοῦμεν. ἴδωμεν οὖν τὰ γεγραμμένα. ὅτι μὲν ἐμφανὴς ὁ Λόγος ἐσόμενος ἐκηρύσσετο, καὶ Ἱερεμίας λέγει, Τίς ἔστη ἐν ὑποστήματι Κυρίου καὶ εἶδεν τὸν Λόγον αὐτοῦ;

Λόγος δὲ Θεοῦ μόνος ὁρατός, ἀνθρώπου δὲ ἀκουστός. ὅπου ὁρᾶν τὸν Λόγον λέγει, ἀνάγκην ἔχω πιστεύειν τὸν ὁρατὸν τοῦτον ἀπεσταλμένον. ὁ δὲ ἀπεσταλμένος οὐκ ἄλλος ἦν ἀλλ᾽ ἢ ὁ Λόγος. ὅτι δὲ ἀπεστάλθη, μαρτυρεῖ Πέτρος πρὸς τὸν ἑκατόνταρχον Κορνήλιον λέγων, Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Λόγον αὐτοῦ τοῖς υἱοῖς Ἰσραὴλ διὰ κηρύγματος Ἰησοῦ Χριστοῦ· οὗτός ἐστιν ὁ Θεὸς ὁ πάντων Κύριος. εἰ δὲ οὖν Λόγος ἀποστέλλεται διὰ Ἰησοῦ Χριστοῦ, τὸ θέλημα τοῦ Πατρός ἐστιν Ἰησοῦς Χριστός. ταῦτα μὲν οὖν, ἀδελφοί, σημαίνουσιν ἡμῖν αἱ γραφαί. ταύτην τὴν οἰκονομίαν παραδίδωσιν ἡμῖν καὶ ὁ μακάριος Ἰωάννης ἐν εὐαγγελίῳ μαρτυρῶν, καὶ τοῦτον τὸν Λόγον Θεὸν ὁμολογεῖ οὕτως λέγων, Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος. εἰ δὲ οὖν ὁ Λόγος πρὸς τὸν Θεὸν Θεὸς ὤν, τί οὖν, φήσειεν ἄν τις, δύο λέγειν θεούς; δύο μὲν οὐκ ἐρῶ θεούς, ἀλλ᾽ ἢ ἕνα· πρόσωπα δὲ δύο, οἰκονομίαν τε τρίτην τὴν χάριν τοῦ ἁγίου πνεύματος.

Πατὴρ μὲν γὰρ εἷς, πρόσωπα δὲ δύο, ὅτι καὶ ὁ Υἱός· τὸ δὲ τρίτον καὶ ἅγιον πνεῦμα. Πατὴρ ἐντέλλεται, Λόγος ἀποτελεῖ, Υἱὸς δὲ δείκνυται δι᾽ οὗ Πατὴρ πιστεύεται. οἰκονομίᾳ συμφωνίας συνάγεται εἰς ἕνα Θεόν. εἷς γάρ ἐστιν ὁ Θεός. ὁ γὰρ κελεύων Πατήρ, ὁ δὲ ὑπακούων Υἱός, τὸ δὲ συνετίζον ἅγιον πνεῦμα. ὁ ὢν Πατὴρ ἐπὶ πάντων, ὁ δὲ Υἱὸς διὰ πάντων, τὸ δὲ ἅγιον πνεῦμα ἐν πᾶσιν. ἄλλως τε ἕνα Θεὸν νοῆσαι οὐ δυνάμεθα, ἐὰν μὴ ὄντως Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ πνεύματι πιστεύσωμεν. Ἰουδαῖοι μὲν γὰρ ἐδόξασαν Πατέρα, ἀλλ᾽ οὐκ ηὐχαρίστησαν· Υἱὸν γὰρ οὐκ ἐπέγνωσαν. μαθηταὶ ἐπέγνωσαν Υἱόν, ἀλλ᾽ οὐκ ἐν πνεύματι ἁγίῳ· διὸ καὶ ἠρνήσαντο. γινώσκων τοίνυν ὁ πατρῷος Λόγος τὴν οἰκονομίαν καὶ τὸ θέλημα τοῦ Πατρὸς ὅτι οὐκ ἄλλως βούλεται δοξάζεσθαι ὁ Πατὴρ ἢ οὕτως, ἀναστὰς παρέδωκεν τοῖς μαθηταῖς λέγων, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, δεικνύων ὅτι πᾶς ὃς ἂν ἕν τι τούτων ἐλλίπῃ, τελείως Θεὸν οὐκ ἐδόξασεν. διὰ γὰρ τῆς τριάδος ταύτης Πατὴρ δοξάζεται. Πατὴρ γὰρ ἠθέλησεν, Υἱὸς ἐποίησεν, πνεῦμα ἐφανέρωσεν. πᾶσαι τοίνυν αἱ γραφαὶ περὶ τούτου κηρύσσουσιν. ἀλλ᾽ ἐρεῖ μοί τις, Ξένον μοι φέρεις Λόγον λέγων Υἱόν. Ἰωάννης μὲν γὰρ λέγει Λόγον, ἀλλ᾽ ἄλλως ἀλληγορεῖ. οὐκ ἄλλως ἀλληγορεῖ.