Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ τοῦ ἀντιχρίστου

Ἱππόλυτος Ῥώμης

Η έλευση του Κυρίου, η ανάσταση των νεκρών και η τελική κρίση

Η κατάργηση του άνομου, η Δευτέρα Παρουσία, η ανάσταση των νεκρών, η ανταπόδοση κατά τα έργα των ανθρώπων και ο επίλογος της πραγματείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 7 από 7

ἔσται γὰρ τότε θλίψις μεγάλη, οἵα οὐκ ἐγένετο ἀπ᾽ ἀρχῆς κόσμου οὐδὲ μὴ γενήσεται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ.„ Δανιὴλ δὲ λέγει· “καὶ δώσουσι βδέλυγμα ἐρημώσεως ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα. μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε.„ ὁ δὲ μακάριος Παῦλος ὁ ἀπόστολος γράφων πρὸς Θεσσαλονικεῖς φησιν· “ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι᾽ ἐπιστολῆς ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου. μήτις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὡς ὅτι ἐστὶ θεός. οὐ μνημονεύετε ὅτι ἔτι ἐμοῦ ὄντος πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν. καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν τῷ ἑαυτοῦ καιρῷ. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται.

καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ᾽ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες τῇ ἀδικίᾳ.„ Ἡσαΐας δὲ λέγει· “ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου.„ τούτων οὖν ἐσομένων, ἀγαπητέ, καὶ τῆς μιᾶς ἑβδομάδος εἰς δύο μερισθείσης καὶ τοῦ “βδελύγματος τῆς ἐρημώσεως„ τότε ἀναφανέντος, καὶ τῶν δύο προφητῶν καὶ προδρόμων τοῦ κυρίου τὸν ἴδιον δρόμον τελειωσάντων καὶ τοῦ σύμπαντος κόσμου εἰς συντέλειαν λοιπὸν ἐρχομένου, τί περιλείπεται ἀλλ᾽ ἢ ἡ ἐπιφάνεια τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἀπ᾽ οὐρανῶν, “εἰς ὃν ἠλπίκαμεν„; ὃς ἐπάξει τὴν ἐκπύρωσιν καὶ τὴν δικαιοκρισίαν πᾶσι τοῖς ἀπειθήσασιν αὐτῷ.

λέγει γὰρ ὁ κύριος· “ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, ὅτι ἤγγικεν ἡ ἀπολύτρωσις ὑμῶν.„ “καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.„ “ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐγείρεται ἀπὸ ἀνατολῶν καὶ φαίνει μέχρι δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ὅπου ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.„ πτῶμα δὲ γεγένηται ἐν παραδείσῳ· ἐκεῖ γὰρ Ἀδὰμ ἀπατηθεὶς πέπτωκεν. ὡς καὶ πάλιν λέγει· “τότε ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπὸ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ.„ καὶ Δαβὶδ προμηνύων τὴν κρίσιν καὶ τὴν ἐπιφάνειαν τοῦ κυρίου φησίν· “ἀπὸ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.„ θέρμην δὲ λέγει τὴν ἐκπύρωσιν.

λέγει δὲ Ἡσαΐας οὕτως· “βάδιζε λαός μου, εἴσελθε εἰς τὰ ταμεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου.„ Παῦλος δὲ ὁμοίως· “ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀνομίαν τῶν ἀνθρώπων τῶν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν ἀδικίᾳ κατεχόντων.„ Περὶ μὲν οὖν τῆς ἀναστάσεως καὶ τῆς βασιλείας τῶν ἁγίων λέγει Δανιήλ· “καὶ πολλοὶ τῶν ἐν γῇ χώματος ἀναστήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον.„ Ἡσαΐας δὲ λέγει· “ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ καὶ ὅτι ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν.„ ὁ δὲ κύριος λέγει· “πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται.„ ὁ δὲ προφήτης λέγει· “ἔγειρε ὁ καθεύδων καὶ ἐξεγέρθητι ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.„ Ἰωάννης δὲ λέγει· “μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν.„ “ὁ γὰρ δεύτερος θάνατός ἐστιν ἡ λίμνη τοῦ πυρὸς τοῦ καιομένου.„ καὶ πάλιν ὁ κύριος λέγει· “τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος„, φαίνει ἐν τῇ δόξῃ αὐτοῦ.

καὶ τοῖς ἁγίοις ἐρεῖ· “δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου.„ πρὸς δὲ τοὺς ἀνόμους τί φησιν; “πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον ὃ ἡτοίμασεν ὁ πατήρ μου τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.„ Ἰωάννης δὲ λέγει· “ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος„, ὅτι “τὸ μέρος ὑμῶν ἐστιν εἰς τὴν γέενναν τοῦ πυρός„. ὁμοίως δὲ καὶ Ἡσαΐας φησίν· “καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.„ Παῦλος δὲ ὁ ἀπόστολος περὶ τῆς ἀναστάσεως τῶν δικαίων πρὸς Θεσσαλονικεῖς γράφων φησίν· “οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.

τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ὑπάντησιν τῷ Χριστῷ εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα.„ Ταῦτά σοι διὰ βραχέων ἐξ ἀγάπης τῆς πρὸς τὸν κύριον ἀρυσάμενος ἐξ ἁγίων γραφῶν ὡς εὐόδμων, καὶ πλέξας στέφανον ἐπουράνιον προσφέρω σοί, ἀγαπητέ μου ἀδελφὲ Θεόφιλε, ὅπως φυλάσσων μετὰ πίστεως τὰ γεγραμμένα καὶ προβλέπων τὰ ἐσόμενα ἀπρόσκοπον ἑαυτὸν καὶ θεῷ καὶ ἀνθρώποις φυλάξῃς, “προσδεχόμενος τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν„, ἐν ᾗ ἀναστήσας τοὺς ἁγίους ἅμα σὺν αὐτοῖς εὐφρανθήσεται δοξάζων πατέρα, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.