Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ τοῦ ἀντιχρίστου

Ἱππόλυτος Ῥώμης

Προφητικά οράματα για την πτώση του τυράννου και τις τέσσερις βασιλείες

Εκτενής ανάλυση των προφητειών του Ησαΐα, του Ιεζεκιήλ και του Δανιήλ σχετικά με την εμφάνιση και την πτώση του άρχοντα, καθώς και η ταύτιση των τεσσάρων θηρίων με ιστορικές αυτοκρατορίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 7

ἀλλ᾽ ἀποστελεῖ Ἀδωναῒ κύριος εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται· καὶ τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν φλογὶ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην.„ καὶ πάλιν ἐν ἑτέρῳ λέγει· “πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ πῶς ἀναπέπαυται ὁ ἐπισπουδαστής; συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τῶν ἀρχόντων· πατάξας ἔθνος θυμῷ πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγῇ θυμοῦ, ἣ οὐκ ἐφείσατο· ἀνεπαύσατο πεποιθώς· πᾶσα ἡ γῆ βοᾷ μετ᾽ εὐφροσύνης· τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου· ἀφ᾽ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. ὁ ᾅδης κάτω ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν σοι πάντες οἱ γίγαντες, οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείροντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. ἅπαντες ἀποκριθήσονται καὶ ἐροῦσί σοι· καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. κατέβη εἰς ᾅδην ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, τὸ δὲ κατακάλυμμά σου σκώληξ. πῶς ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθίσω ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη ὑψηλὰ τὰ πρὸς βορρᾶν, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.

νυνὶ δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς. οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν· οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλεν, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν. πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ· σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ πολλῶν πεπτωκότων ἐκκεκεντημένων μαχαίρᾳ, καταβαινόντων εἰς ᾅδην. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, ὅτι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν. ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι καὶ τὴν γῆν κληρονομήσωσιν.„ Ἐζεκιὴλ δὲ ὁμοίως λέγει περὶ αὐτοῦ οὕτως· “τάδε λέγει κύριος ὁ θεός· ἀνθ᾽ ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ ἄνθρωπος καὶ οὐ θεός, ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ, μὴ σοφώτερος εἶ τοῦ Δανιήλ; σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν· μὴ τῇ σοφίᾳ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου; ἢ ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου; ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου.

διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός· ἐπειδὴ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ, ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν, καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. μὴ λέγων ἐρεῖς· θεός εἰμι ἐγὼ ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός. ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει κύριος.„ Τούτων οὖν τῶν ῥητῶν δεδειγμένων, ἴδωμεν λεπτομερές, τί λέγει Δανιὴλ ἐν τοῖς ὁράμασιν. οὗτος γὰρ διαστέλλων τὰς μετὰ ταῦτα ἐσομένας βασιλείας ἔδειξεν ἐν ἐσχάτοις καιροῖς καὶ τὴν τοῦ ἀντιχρίστου παρουσίαν καὶ τὴν τοῦ παντὸς κόσμου συντέλειαν. λέγει οὖν ἐπιλύων τὸ ὅραμα τοῦ Ναβουχοδονόσορ· “σὺ βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μεγάλη ἑστῶσα πρὸ προσώπου σου, ἧς ἡ κεφαλὴ χρυσίου χρηστοῦ, οἱ βραχίονες αὐτῆς καὶ οἱ ὦμοι καὶ τὸ στῆθος ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι σιδηροῦν καὶ μέρος ὀστράκινον. ἐθεώρεις ἕως ἀπεσχίσθη λίθος ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν εἰς τέλος.

τότε ἐλεπτύνθησαν εἰσάπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῆρε τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν.„ συνάψαντες οὖν πρὸς τούτῳ καὶ τὰς τοῦ Δανιὴλ ὁράσεις, μίαν ἀμφοτέρων τὴν διήγησιν ποιούμεθα, ἐπιδεικνύντες ὅπως εἴη συμφωνία καὶ ἀλήθεια. λέγει γὰρ οὕτως· “ἐγὼ Δανιὴλ ἐθεώρουν καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀναβαίνοντα ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλοις. τὸ πρῶτον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτῆς ὡς ἀετοῦ, ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς· καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκου, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς. ἐθεώρουν καὶ ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις· καὶ ταύτῃ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ. ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσῶς, οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει.

καὶ αὐτὸ διάφορον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ, καὶ κέρατα δέκα ἐδόθη αὐτῷ. προσενόουν τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα. ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκόν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες περιειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν. ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός. καὶ τῶν λοιπῶν θηρίων ἡ ἀρχὴ μετεστάθη. ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε καὶ προσηνέχθη αὐτῷ.

καὶ ἐδόθη αὐτῷ ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.„ ἐπεὶ οὖν δυσνόητά τισι δοκεῖ εἶναι ταῦτα μυστικῶς εἰρημένα, οὐδὲν τούτων ἀποκρύψομεν πρὸς ἐπίγνωσιν τοῖς ὑγιῆ νοῦν κεκτημένοις. “λέαιναν„ δὲ εἰπὼν “ἀναβαίνουσαν ἐκ τῆς θαλάσσης„ τὴν τῶν Βαβυλωνίων βασιλείαν γεγενημένην ἐν τῷ κόσμῳ ἐσήμανεν, ταύτην οὖσαν τῆς εἰκόνος τὴν χρυσῆν κεφαλήν· τὸ δὲ λέγειν “πτερὰ αὐτῆς ὡσεὶ ἀετοῦ„, ὅτι ὑψώθη ὁ βασιλεὺς Ναβουχοδονόσορ καὶ κατὰ τοῦ θεοῦ ἐπήρθη. εἶτα, φησίν, “ἐξετίλη τὰ πτερὰ αὐτῆς„, ὅτι καθῃρέθη αὐτοῦ ἡ δόξα· ἐξεδιώχθη γὰρ ἐκ τῆς βασιλείας αὐτοῦ. τὸ δὲ εἰπεῖν “καρδία ἀνθρώπου ἐδόθη αὐτῇ καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη„, ὅτι μετενόησεν, ἐπιγνοὺς ἑαυτὸν ὅτι ἄνθρωπός ἐστιν, καὶ ἔδωκε δόξαν τῷ θεῷ. μετὰ γοῦν τὴν λέαιναν “δεύτερον θηρίον„ ὁρᾷ “ὅμοιον ἄρκῳ„, ὅπερ ἦσαν οἱ Πέρσαι. μετὰ γὰρ τοὺς Βαβυλωνίους Πέρσαι διεκράτησαν. τὸ δὲ λέγειν “τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς„ τρία ἔθνη ἔδειξεν, Πέρσας Μήδους καὶ Βαβυλωνίους, ὅπερ δέδεικται μετὰ τὸν χρυσὸν ὁ ἄργυρος ἐν τῇ εἰκόνι. ἔπειτα τὸ τρίτον θηρίον πάρδαλις, οἵτινες ἦσαν οἱ Ἕλληνες. μετὰ γὰρ Πέρσας Ἀλέξανδρος ἐκράτησεν ὁ Μακεδών, καθελὼν Δαρεῖον, ὃς δέδεικται ἐν τῇ εἰκόνι ὁ χαλκός.

τὸ δὲ λέγειν “πτερὰ τέσσαρα πετεινοῦ καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ„ σαφέστατα ἐδίδαξεν, πῶς διεμερίσθη εἰς τέσσαρα μέρη ἡ βασιλεία Ἀλεξάνδρου· τέσσαρας γὰρ κεφαλὰς εἰπὼν τοὺς τέσσαρας βασιλεῖς τοὺς ἐξ αὐτῆς ἀναστάντας ἐμήνυσεν. τελευτῶν γὰρ Ἀλέξανδρος διεῖλε τὴν βασιλείαν αὐτοῦ εἰς τέσσαρα μέρη. ἔπειτα, φησίν, “θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ.„ τίνες οὗτοι ἀλλ᾽ ἢ οἱ Ῥωμαῖοι· ὅπερ ἐστὶν ὁ σίδηρος, ἡ νῦν ἐνεστῶσα βασιλεία. “αἱ κνῆμαι γὰρ αὐτῆς„, φησίν, “σιδηραῖ.„ μετὰ γὰρ τοῦτο τί περιλείπεται, ἀγαπητέ, ἀλλ᾽ ἢ τὰ ἴχνη τῶν ποδῶν τῆς εἰκόνος, ἐν οἷς “μέρος μέν τι ἐστὶ σιδηροῦν, μέρος δέ τι ὀστράκινον, ἀναμεμιγμένον εἰς ἄλληλα.„ μυστικῶς ἐδήλωσε διὰ τῶν δακτύλων τῶν ποδῶν τοὺς δέκα βασιλεῖς τοὺς ἐξ αὐτῆς ἐγειρομένους, ἅπερ λέγει Δανιὴλ “προσενόουν τῷ θηρίῳ καὶ ἰδοὺ δέκα κέρατα ὀπίσω αὐτοῦ, ἐν οἷς ἀναβήσεται ἕτερον μικρὸν ὡς παραφυάδιον, καὶ τρία τῶν πρὸ αὐτοῦ ἐκριζώσει„, ὅπερ δέδεικται οὐχ ἕτερος ἀλλ᾽ ἢ ὁ ἀντίχριστος ὁ ἐγειρόμενος, ὃς καὶ αὐτὸς τὴν Ἰουδαίων βασιλείαν ἀναστήσει. τρία δὲ κέρατα λέγων ὑπ᾽ αὐτοῦ ἐκριζοῦσθαι, τοὺς τρεῖς βασιλεῖς δείκνυσιν Αἰγύπτου Λιβύων τε καὶ Αἰθιόπων, οὓς ἀνελεῖ ἐν παρατάξει πολέμου, ὃς κρατήσας πάντων, δεινὸς ὠμοτύραννος ὤν, θλίψιν καὶ διωγμὸν ἐπὶ τοὺς ἁγίους ἐποίει, ἐπαιρόμενος κατ᾽ αὐτῶν.

λέγει γὰρ Δανιὴλ “προσκατενόουν τῷ κέρατι καὶ ἰδοὺ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἴσχυε πρὸς αὐτούς„, “ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός.„ μεθ᾽ ὃν ἥξει λοιπὸν ἀπ᾽ οὐρανῶν “ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα„ καὶ συντρίψας αὐτὴν καὶ μεταστήσας πάσας τὰς βασιλείας καὶ δοὺς τὴν βασιλείαν ἁγίοις ὑψίστου. οὗτος ὁ “γενηθεὶς ὄρος μέγα καὶ πληρώσας πᾶσαν τὴν γῆν„, περὶ οὗ λέγει Δανιὴλ “ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.„ τὴν ἐξουσίαν πᾶσαν τὴν παρ᾽ αὐτοῦ δεδομένην τῷ υἱῷ ἐπέδειξεν, ὃς “ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων„ βασιλεὺς καὶ κριτὴς πάντων ἀποδέδεικται, ἐπουρανίων μέν, ὅτι λόγος ἐκ καρδίας πατρὸς πρὸ πάντων γεγεννημένος ἦν, ἐπιγείων δέ, ὅτι καὶ ἄνθρωπος ἐν ἀνθρώποις ἐγεννήθη, ἀναπλάσσων δι᾽ ἑαυτοῦ τὸν Ἀδάμ, καταχθονίων δέ, ὅτι καὶ ἐν νεκροῖς κατελογίσθη, εὐαγγελιζόμενος τὰς τῶν ἁγίων ψυχάς, διὰ θανάτου θάνατον νικῶν.

τούτων οὖν ἐσομένων καὶ τῶν δέκα δακτύλων τῆς εἰκόνος εἰς δημοκρατίας χωρησάντων, καὶ τῶν δέκα κεράτων τοῦ θηρίου εἰς δέκα βασιλεῖς μερισθέντων, ἴδωμεν σαφέστερον τὰ προκείμενα, καὶ κατανοήσωμεν αὐτὰ ὀφθαλμοφανῶς. κεφαλὴ τῆς εἰκόνος χρυσῆ, ἡ λέαινα, Βαβυλώνιοι ἦσαν· ὦμοι καὶ βραχίονες ἀργυροῖ, ἡ ἄρκος, Πέρσαι καὶ Μῆδοι· κοιλία καὶ μηροὶ χαλκοῖ, ἡ πάρδαλις, οἱ ἀπὸ Ἀλεξάνδρου κρατήσαντες Ἕλληνες· κνῆμαι σιδηραῖ, θηρίον ἔκθαμβον καὶ φοβερόν, Ῥωμαῖοι οἱ νῦν κρατοῦντες· ἴχνη ποδῶν ὄστρακον καὶ σίδηρος, τὰ δέκα κέρατα, τὰ μέλλοντα ἔσεσθαι· κέρας ἕτερον μικρὸν ἀναφυόμενον, ὁ ἐν αὐτοῖς ἀντίχριστος· λίθος ὁ πατάσσων τὴν εἰκόνα καὶ συντρίβων, ὁ πληρώσας τὴν γῆν, Χριστὸς ἀπ᾽ οὐρανῶν ἐρχόμενος καὶ ἐπάγων τῷ κόσμῳ τὴν κρίσιν.