Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ τοῦ ἀντιχρίστου

Ἱππόλυτος Ῥώμης

Οι πρόδρομοι της Δευτέρας Παρουσίας και η δράση του Αντιχρίστου

Ο παραλληλισμός των προδρόμων της έλευσης του Κυρίου με τους προφήτες Ενώχ και Ηλία, ο πόλεμος εναντίον των μαρτύρων, το θηρίο από τη γη και ο αριθμός του ονόματός του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 5 από 7

καὶ ἔσται ἐν τῷ ἥμισυ τῆς ἑβδομάδος, ἀρθήσεταί μου θυσία καὶ σπονδή.„ μίαν μὲν οὖν ἑβδομάδα εἰπών, τὴν ἐσχάτην τὴν ἐπὶ τῷ τέρματι τοῦ σύμπαντος κόσμου ἐσομένην ἐπ᾽ ἐσχάτων ἐσήμανεν, ἧς ἑβδομάδος τὸ μὲν ἥμισυ λήμψονται οἱ δύο προφῆται Ἐνὼχ καὶ Ἠλίας. οὗτοι γὰρ κηρύξουσιν “ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους„, μετάνοιαν τῷ λαῷ καὶ πᾶσι τοῖς ἔθνεσι καταγγέλλοντες. ὥσπερ γὰρ δύο παρουσίαι τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος διὰ τῶν γραφῶν ἐδείχθησαν, μία μὲν ἡ πρώτη ἡ κατὰ σάρκα γενομένη ἄτιμος διὰ τὸ ἐξουθενηθῆναι αὐτόν, καθὼς προανεφώνει Ἡσαΐας λέγων “εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς ἀνθρώπους· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη„· ἡ δὲ δευτέρα αὐτοῦ παρουσία κεκήρυκται ἐν δόξῃ, ὡς παρέσται ἀπ᾽ οὐρανῶν μετὰ δυνάμεως ἀγγέλων καὶ πατρικῆς δόξης, ὥς φησιν ὁ προφήτης “βασιλέα μετὰ δόξης ὄψεσθε„ καὶ “ἐθεώρουν ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν, καὶ προσήχθη αὐτῷ.

καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ ἡ βασιλεία, καὶ πᾶσαι λαοὶ φυλαὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ διαφθαρήσεται„· οὕτω καὶ δύο πρόδρομοι ἐδείχθησαν· ὁ μὲν πρῶτος γενόμενος Ἰωάννης ὁ τοῦ Ζαχαρίου υἱός, κατὰ πάντα πρόδρομος καὶ κῆρυξ τοῦ σωτῆρος ἡμῶν γενηθείς· εὐαγγελιζόμενος πᾶσι τὸ ἐπουράνιον φῶς τὸ ἐν κόσμῳ φανέν· προέδραμε γὰρ ἐν κοιλίᾳ μητρός, πρῶτος συλληφθεὶς ὑπὸ τῆς Ἐλισάβετ, ἵνα καὶ τοῖς ἔτι ἐν κοιλίᾳ μητρὸς νηπίοις ὑπάρχουσιν ἐπιδείξῃ τὴν ἐσομένην αὐτοῖς διὰ πνεύματος ἁγίου καὶ παρθένου καινὴν γέννησιν. οὗτος “ἀκούσας τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησεν ἐν κοιλίᾳ μητρὸς ἀγγαλλιώμενος„, ἐνορῶν τὸν ἐν κοιλίᾳ παρθένου συνειλημμένον θεοῦ λόγον. ἔπειτα “κηρύσσων ἐν τῇ ἐρήμῳ„ παρεγένετο τὸ “βάπτισμα μετανοίας„ τῷ λαῷ καταγγέλλων, προμηνύων σωτηρίαν τοῖς ἐν ἐρημίᾳ κόσμου πολιτευομένοις ἔθνεσιν· μετὰ ταῦτα ἐν τῷ Ἰορδάνῃ αὐτοψεὶ μηνύων ἐπιδεικνύει τὸν σωτῆρα τοῦ Ἰσραὴλ καὶ λέγει· “ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.„ οὗτος προέφθασε καὶ τοῖς ἐν ᾅδῃ προευαγγελίσασθαι, ἀναιρεθεὶς ὑπὸ Ἡρώδου· πρόδρομος γενόμενος ἐκεῖ, σημαίνων μέλλειν κἀκεῖσε κατελεύσεσθαι τὸν σωτῆρα, λυτρούμενον τὰς τῶν ἁγίων ψυχὰς ἐκ χειρὸς τοῦ θανάτου.

ἀλλ᾽ ἐπειδὴ ἀπαρχὴ ἀναστάσεως πάντων τῶν ἀνθρώπων ἦν ὁ σωτήρ, ἔδει τὸν κύριον μόνον ἀνίστασθαι ἐκ νεκρῶν, δι᾽ οὗ καὶ ἡ κρίσις παντὶ τῷ κόσμῳ εἰσελεύσεται, ἵνα οἱ ἀξίως ἀγωνισάμενοι ἀξίως καὶ ὑπ᾽ αὐτοῦ στεφανωθῶσιν, ὑπὸ τοῦ καλοῦ ἀγωνοθέτου, πρώτου τὸ στάδιον νενικηκότος, τοῦ ἀναληφθέντος ἐν οὐρανοῖς καὶ ἐν δεξιᾷ τοῦ θεοῦ καὶ πατρὸς καθεσθέντος, καὶ πάλιν ἐπὶ τῇ συντελείᾳ τοῦ κόσμου κριτοῦ φανερουμένου. ἀναγκαίως δεῖ τοὺς προδρόμους αὐτοῦ πρώτους φανερωθῆναι, καθὼς διὰ Μαλαχία τοῦ ἀγγέλου φησίν· “πέμψω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῇ, ὃς ἀποκαταστήσει καρδίας πατέρων πρὸς τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, μήποτε ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.„ οὗτοι συμπαραγενόμενοι κηρύξουσι τὴν μέλλουσαν ἔσεσθαι ἀπ᾽ οὐρανῶν Χριστοῦ ἐπιφάνειαν, οἳ καὶ ποιήσουσι σημεῖα καὶ τέρατα εἰς τὸ κἂν οὕτω δυσωπῆσαι καὶ ἐπιστρέψαι τοὺς ἀνθρώπους εἰς μετάνοιαν διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν ἀνομίαν τε καὶ ἀσέβειαν. λέγει γὰρ Ἰωάννης· “καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους„, τουτέστι τὸ ἥμισυ τῆς ἑβδομάδος, ὃ εἴρηκε Δανιήλ. “

οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς ἑστῶσαι· καὶ εἴ τις αὐτοὺς θελήσει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι. οὗτοι ἔχουσιν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέξῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ ὁσάκις ἂν θελήσωσιν. καὶ ὅταν τελῶσι τὸν δρόμον αὐτῶν καὶ τὴν μαρτυρίαν αὐτῶν„ τί φησιν ὁ προφήτης; “

τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ᾽ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτοὺς„ διὰ τὸ μὴ θέλειν αὐτοὺς δόξαν δοῦναι τῷ ἀντιχρίστῳ—τουτέστι τὸ ἀναφυὲν μικρὸν κέρας—ὃς ἐπαρθεὶς λοιπὸν τῇ καρδίᾳ ἄρχεται ἑαυτὸν ὑψοῦν καὶ δοξάζειν ὡς θεόν, διώκων τοὺς ἁγίους καὶ βλασφημῶν τὸν Χριστόν, καθὼς λέγει Δανιὴλ “προσενόουν τῷ κέρατι καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ἀνθρώπου ἐν τῷ κέρατι καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν θεόν, καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἴσχυε πρὸς αὐτούς, ἕως οὗ ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός.„ ἀλλ᾽ ἐπεὶ δεῖ λεπτομερέστερον περὶ αὐτοῦ διηγήσασθαι, πῶς τὸ ἅγιον πνεῦμα δι᾽ ἀριθμοῦ καὶ τὸ ὄνομα αὐτοῦ μυστικῶς ἐδήλωσεν, σαφέστερον τὰ περὶ αὐτοῦ διηγησόμεθα. λέγει γὰρ ὁ Ἰωάννης οὕτως· “καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ καὶ ἐλάλει ὡς δράκων. καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ἐποίει ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.

καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα καὶ πῦρ καταβῇ ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν κατενώπιον τῶν ἀνθρώπων, καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ὃς ἔχει τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησεν. καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήσῃ ὅσοι ἐὰν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχοὺς καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. ὧδε ἡ σοφία ἐστίν. ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν. καὶ ὁ ἀριθμὸς αὐτοῦ ἐστιν 〈χξϛ〉.„ τὸ μὲν οὖν “θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς γῆς„ τὴν βασιλείαν τὴν τοῦ ἀντιχρίστου ἐσομένην λέγει, τὰ δὲ δύο κέρατα αὐτὸν καὶ τὸν μετ᾽ αὐτοῦ ψευδοπροφήτην. τὸ δὲ εἰπεῖν “τὰ δύο κέρατα αὐτοῦ ὅμοια ἀρνίῳ„, ὅτι ἐξομοιοῦσθαι θέλει τῷ υἱῷ τοῦ θεοῦ, καὶ αὐτὸς ἑαυτὸν βασιλέα ἐπιδεικνύων. τὸ δὲ εἰπεῖν “ἐλάλει ὡς δράκων„, ὅτι πλάνος ἐστὶ καὶ οὐκ ἀληθής.

τὸ δὲ “καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ἐποίει καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας, ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ„ τοῦτο σημαίνει, ὅτι κατὰ τὸν Αὐγούστου νόμον, ἀφ᾽ οὗ καὶ ἡ βασιλεία Ῥωμαίων συνέστη, οὕτω καὶ αὐτὸς κελεύσει καὶ διατάξει, κυρῶν ἅπαντα, διὰ τούτου δόξαν ἑαυτῷ πλείονα περιποιούμενος. τοῦτο γάρ ἐστι τὸ θηρίον τὸ τέταρτον, οὗ ἐπλήγη ἡ κεφαλὴ καὶ πάλιν ἐθεραπεύθη διὰ τὸ καταλυθῆναι αὐτὴν καὶ ἀτιμασθῆναι καὶ εἰς δέκα διαδήματα ἀναλυθῆναι, ὥστε πανοῦργος ὢν ὡς περιθεραπεύσειν αὐτὴν καὶ ἀνανεώσειν. τοῦτο γάρ ἐστι τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου, ὅτι “δώσει πνεῦμα τῇ εἰκόνι καὶ λαλήσει ἡ εἰκὼν τοῦ θηρίου„· ἐνεργήσει γὰρ καὶ ἰσχύσει πάλιν διὰ τῶν ὑπ᾽ αὐτοῦ ὁριζομένων νόμων, καὶ ποιήσει ὅσοι ἂν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. “ὧδε ἡ πίστις καὶ ἡ ὑπομονὴ τῶν ἁγίων„ φανήσεται.

φησὶ γὰρ “καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχοὺς καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον, ἵνα μή τις δύναται ἀγοράσαι μήτε πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.„ δόλιος γὰρ ὢν καὶ ἐπαιρόμενος κατὰ τῶν δούλων τοῦ θεοῦ, βουλόμενος ἐκθλίβειν καὶ ἐκδιώκειν αὐτοὺς ἐκ τοῦ κόσμου διὰ τὸ μὴ διδόναι αὐτοὺς αὐτῷ δόξαν, κελεύει πάντας πανταχοῦ θυμιατήρια τιθέναι, ἵνα μή τις δύνηται τῶν ἁγίων μήτε ἀγοράσαι μήτε πωλῆσαι, ἐὰν μὴ πρῶτον ἐπιθύσῃ. τοῦτο γάρ ἐστι “τὸ χάραγμα τὸ ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς„ διδόμενον. τὸ δὲ “ἐπὶ τὸ μέτωπον„ εἰπεῖν, ἵνα πάντες ὦσιν ἐστεφανωμένοι, πύρινον καὶ οὐ ζωῆς ἀλλὰ θανάτου στέφανον μεθ᾽ ἑαυτῶν περιφέροντες. οὕτω γὰρ ἐτεχνάσατο κατὰ τῶν Ἰουδαίων καὶ Ἀντίοχος ὁ Ἐπιφανὴς ὁ τῆς Συρίας γενόμενος βασιλεύς, ὢν ἐκ γένους Ἀλεξάνδρου τοῦ Μακεδόνος. καὶ γὰρ αὐτὸς τοῖς τότε καιροῖς ἐπαρθεὶς τῇ καρδίᾳ ἔγραψε ψήφισμα βωμοὺς πρὸ τῶν θυρῶν τιθέντας ἅπαντας ἐπιθύειν, καὶ κισσοὺς ἐστεφανωμένους πομπεύειν τῷ Διονύσῳ, τοὺς δὲ μὴ βουλομένους ὑποτάσσεσθαι, τούτους μετὰ σπλαγχνισμῶν καὶ ἑτασμῶν καὶ βασάνων ἀναιρεῖσθαι.

ἀλλὰ καὶ αὐτὸς τὴν ἀνταξίαν παρὰ τοῦ κυρίου καὶ δικαιοκρίτου καὶ παντεπόπτου θεοῦ ἔλαβεν, ὁμοίως βάσανον· γενόμενος γὰρ σκωληκόβρωτος μετήλλαξε τὸν βίον. καὶ ταῦτα μὲν εἴ τις βούλοιτο λεπτομερῶς ἐνιστορῆσαι, σεσήμανται ἐν τοῖς μακκαβαίοις. νυνὶ δὲ πρὸς τὸ προκείμενον ἐροῦμεν. ταῦτα γὰρ οὕτω καὶ αὐτὸς τεχνάζεται, κατὰ πάντα θλίβειν τοὺς ἁγίους θέλων. λέγει γὰρ ὁ προφήτης καὶ ἀπόστολος· “ὧδε ὁ νοῦς. ὁ ἔχων σοφίαν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γάρ ἐστιν ἀνθρώπου, καὶ ἀριθμὸς αὐτοῦ ἐστιν 〈χξϛ〉.„ περὶ μὲν οὖν τοῦ ὀνόματος αὐτοῦ οὐκ ἔστιν ἡμῖν τοσοῦτον τὸ ἀκριβὲς ἐξειπεῖν, ὡς ἐνενόησε καὶ ἐδιδάχθη περὶ αὐτοῦ ὁ μακάριος Ἰωάννης, ὅσον μόνον ὑπονοῆσαι· ἀναφανέντος γὰρ αὐτοῦ δείξει ὁ καιρὸς τὸ ζητούμενον. πλὴν ὅσον νοοῦμεν ἀμφιβάλλοντες λέγωμεν. πολλὰ γὰρ εὑρίσκομεν ὀνόματα τούτῳ τῷ ἀριθμῷ ἰσόψηφα περιεχόμενα, οἷον ὡς φέρε εἰπεῖν τὸ Τειτάν ἐστιν, ἀρχαῖον καὶ ἔνδοξον ὄνομα, ἢ τὸ Εὐάνθας· καὶ γὰρ αὐτὸ τῇ αὐτῇ ψήφῳ ἐμπεριέχεται, καὶ ἕτερα πλείονα εὑρεθῆναι δυνάμενα.

ἀλλ᾽ ἐπειδὴ προέφθημεν λέγοντες, ὅτι ἐθεραπεύθη ἡ πληγὴ τοῦ θηρίου τοῦ πρώτου καὶ ποιήσει λαλεῖν τὴν εἰκόνα, τουτέστιν ἴσχυσε, φανερὸν δὲ πᾶσίν ἐστιν ὅτι οἱ κρατοῦντες ἔτι νῦν εἰσι Λατεῖνοι, εἰς ἑνὸς οὖν ἀνθρώπου ὄνομα μεταγόμενον γίνεται Λατεῖνος, ὥστε οὔτε προκηρύσσειν δεῖ, ὡς ὄντως τοῦτον ὄν, οὔτε πάλιν ἀγνοεῖν ὅτι μὴ ἄλλως δύναται λέγεσθαι, “ἔχοντας δὲ τὸ μυστήριον τοῦ θεοῦ ἐν καθαρᾷ καρδίᾳ„ μετὰ φόβου φυλάσσειν πιστῶς τὰ ὑπὸ τῶν μακαρίων προφητῶν προειρημένα, ἵνα γινομένων αὐτῶν προειδότες μὴ σφαλλώμεθα. τῶν γὰρ καιρῶν ἐπιγινομένων καὶ αὐτὸς περὶ οὗ ταῦτα προείρηται φανερωθήσεται καὶ τὸ ὄνομα δήλως πᾶσι σημανθήσεται. ἀλλ᾽ ἵνα μὴ μόνοις τοῖς ῥητοῖς τούτοις πείσωμεν τοὺς τὰ τοῦ θεοῦ λόγια φιλοπονοῦντας, δείξωμεν δι᾽ ἑτέρων ἀποδείξεων πλειόνων. λέγει γὰρ Δανιήλ· “καὶ οὗτοι σωθήσονται ἐκ χειρὸς αὐτοῦ, Ἐδὼμ καὶ Μωὰβ καὶ ἀρχὴ υἱῶν Ἀμμών.„ οὗτοι γάρ εἰσιν οἱ καὶ αὐτοὶ συναιρόμενοι αὐτῷ διὰ τὴν συγγένειαν, καὶ βασιλέα αὐτὸν ἑαυτῶν ἐπιδεικνύντες. ὁ μὲν Ἐδώμ εἰσιν υἱοὶ τοῦ Ἠσαῦ, ὁ δὲ Ἀμμὼν καὶ Μωὰβ οἱ ἐκ τῶν δύο θυγατέρων τοῦ Λὼτ υἱοὶ γεγεννημένοι, ἐξ ὧν τὸ γένος ἕως τοῦ νῦν διαμένει.

λέγει γὰρ καὶ Ἡσαΐας· “καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύοντες καὶ τοὺς ἀφ᾽ ἡλίου ἀνατολῶν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβάλλουσιν, οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται.„ οὗτος οὖν τοῖς τότε καιροῖς ὑπ᾽ αὐτῶν ἀναδειχθεὶς καὶ κρατήσας ἐν παρατάξει πολέμου τῶν τριῶν κεράτων τῶν ἐκ τῶν δέκα κεράτων καὶ ἐκριζώσας αὐτά, ἅπερ ἐστὶν Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων, λαβὼν τὰ σκῦλα καὶ τὰ λάφυρα, ὑποταγέντων αὐτῷ καὶ τῶν λοιπῶν ἑπτὰ κεράτων τῶν περιλειπομένων, ἄρχεται ὑψοῦσθαι τῇ καρδίᾳ καὶ ἐπαίρεσθαι κατὰ τοῦ θεοῦ, ὡς πάσης τῆς οἰκουμένης κρατῶν. τὸ δὲ ὅρμημα αὐτοῦ πρῶτον ἔσται ἐπὶ Τύρον καὶ Σιδῶνα καὶ τὴν πέριξ χώραν.

ταύτας γὰρ πρῶτον τὰς πόλεις ἐκπορθήσας ταῖς ἑτέραις φόβον ἐγγεννήσει, καθώς φησιν Ἡσαΐας· “αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν· οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδ᾽ ἐξέτρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους· ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.„ τούτων οὕτως ἐσομένων, ἀγαπητέ, καὶ τῶν τριῶν κεράτων ὑπ᾽ αὐτοῦ ἐκκοπέντων, μετὰ ταῦτα ἄρξεται ὡς θεὸν ἑαυτὸν ἐπιδεικνύναι, ὡς προεῖπεν Ἐζεκιήλ· “ἀνθ᾽ ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· θεός εἰμι ἐγώ.„ καὶ Ἡσαΐας ὁμοίως· “σὺ δὲ εἶπας τῇ καρδίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ· νυνὶ δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.„ ὡσαύτως δὲ καὶ Ἐζεκιήλ· “μὴ λέγων ἐρεῖς τοῖς ἀναιροῦσί σε ὅτι θεός εἰμι ἐγώ, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός.„ Δεδειγμένων οὖν τῶν ῥητῶν τούτων τῆς τε φυλῆς καὶ τῆς ἀναδείξεως αὐτοῦ καὶ τῆς ἀναιρέσεως, τοῦ δὲ ὀνόματος μυστικῶς σεσημασμένου, ἴδωμεν καὶ τὴν πρᾶξιν αὐτοῦ.