Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς εὐλογίας Ἰσαὰκ καὶ Ἰακώβ

Ἱππόλυτος Ῥώμης

Η ευλογία του Ισαάκ στον Ιακώβ

Πνευματική ερμηνεία της εντολής του Ισαάκ, της παρέμβασης της Ρεβέκκας ως τύπου της Εκκλησίας και της προελεύσεως του Ιακώβ, η οποία εκπληρώνεται τέλεια στο πρόσωπο του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 8

BÉNÉDICTIONS D᾽ISAAC Πῶς οὖν μὴ δοξάσω τὸν ἐπουράνιον βασιλέα, τὸν τὰ ἴδια μυστήρια διὰ προφητῶν σκηνοποιήσαντα. ἀλλ᾽ ἐπεὶ καιρὸς λοιπὸν ἐπέστη πρὸς τὴν τῶν εὐλογιῶν ἑρμηνείαν τραπῆναι ἡμᾶς, ἐπιστήσαντες τὸν νοῦν ἴδωμεν, εἰ αἱ εἰρημέναι ὑπὸ τοῦ Ἰακὼβ εὐλογίαι ὡς εὐλογίαι ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ ἐχώρησαν. εὑρίσκομεν γὰρ τοὐναντίον· εὐλογίας μὲν ἐκεῖ λόγῳ γινομένας, ἔλεγχον δὲ αὐτῶν καὶ προφητείαν μεγίστην δι᾽ αὐτῶν δεικνυμένην, ἥτις εἰς τὰ σπέρματα τῶν ἐκ τοῦ γένους αὐτῶν γεννηθέντων ἀπέβη. ὥστε ὁ μακάριος Ἰακὼβ πρὸς μὲν τοὺς ἰδίους υἱοὺς ὡς τὸ παρὸν ἐλάλει, τὰ 〈δὲ〉 λεγόμενα εἰς ἔσχατον καιρὸν συνέβη. καὶ τὰς μὲν εὐλογίας προδιέστελλεν, δι᾽ ὧν ταῦτα προεφητεύετο, ἐδίδου δὲ τοῖς υἱοῖς Ἰσραὴλ ἔλεγχον τῶν παραπτωμάτων ποιούμενος καὶ ἠπείλει ἐκ τῆς τοιαύτης πράξεως ὑπεξαιρούμενος.

Εὑρίσκομεν δὲ καὶ τὸν μακάριον Ἰσαὰκ τὰ ὅμοια πεποιηκότα, καὶ τὸν μὲν Ἰακὼβ τὸν νεώτερον υἱὸν εὐλογοῦντα, καὶ πάντα τούτῳ χαριζόμενον διὰ τὸν ἐξ αὐτοῦ μέλλοντα κατὰ σάρκα γεννᾶσθαι Χριστόν. τὸν δὲ Ἡσαῦ, τύπον ἔχοντα τοῦ προτέρου λαοῦ, προειδώς που τὸν 〈ἐν〉 τῇ καρδίᾳ πονηρὸν λογισμόν, τοῦτον οὐκ αὖ ηὐλόγησεν, ἀλλά, δυνάμει ῥητῶν, διὰ προφητείας ἐπέπληξεν. ὅτι δὲ οὕτως ἔχει, αὐτὴ ἡ γραφὴ ἀναπτυχθεῖσα σαφέστερον ἡμᾶς διδάξει τὰ προειρημένα. λέγει γὰρ οὕτως· «καὶ ἐκάλεσεν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καὶ εἶπεν αὐτῷ· λάβε τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα ὡς φιλῶ ἐγώ· καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὸ τοῦ ἀποθανεῖν με». τὸ μὲν οὖν ἐντέλλεσθαι τὸν προφήτην τροφὴν αἰτοῦντα παρὰ τοῦ Ἡσαῦ σημαίνει τὴν διὰ τοῦ λόγου κλῆσιν τοῦ προτέρου λαοῦ γεγενημένην, ὡς ἀπαιτεῖ καρπὸν ἔργων δικαιοσύνης παρ᾽ αὐτοῦ, ἥτις ἦν ὡς τροφὴ τῷ πατρὶ λογιζομένη. τὸ γὰρ «ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν» τὴν ἐν τῷ κόσμῳ ἀναστροφὴν σημαίνει.

τὸ δὲ εἰπεῖν πρὸς αὐτόν, «λάβε τὴν φαρέτραν καὶ τὸ τόξον σου» δηλοῖ, ὅτι ἔμελλεν ὁ λαὸς ἰδίας δόξης ἀντιποιούμενος μὴ πίστει δικαιοῦσθαι, ἀλλ᾽ ἐν πολέμῳ καὶ μαχαίρᾳ καυχώμενος τύραννον ἑαυτοῦ βασιλέα αἰτεῖσθαι, ὡς καὶ Μωϋσῆς πρὸς αὐτὸν ἔλεγεν, «καὶ ἡ μάχαιρα καύχημά σου». «Εἶπεν δὲ Ῥεβέκκα πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον· ἰδοὺ ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου καὶ λέγοντος· ἔνεγκέ μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα καὶ φαγὼν εὐλογήσω σε ἐναντίον κυρίου. νῦν οὖν ἄκουσόν μου τέκνον τῆς φωνῆς καὶ πορευθεὶς εἰς τὰ πρόβατα λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου ὡς φιλεῖ καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται, ὅπως εὐλογήσῃ 〈σε〉 ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν».

Ἡ μὲν οὖν Ῥεβέκκα εἰκόνα φέρουσα τῆς ἐκκλησίας ἤδη προετύπου τὰ μέλλοντα διὰ τοῦ νεωτέρου υἱοῦ ἐπιτελεῖσθαι. φησὶν γὰρ πρὸς αὐτόν· «πορευθεὶς εἰς τὰ πρόβατα λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς». ὁ μὲν Ἡσαῦ εἰς τὸ πεδίον πέμπεται, ὡς ἐν κόσμῳ προσήλυτος ζῶν· ὁ δὲ Ἰακὼβ εἰς τὰ πρόβατα, ἵνα πληρωθῇ τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον· «οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ».

Τὸ δὲ εἰπεῖν αὐτήν, «λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς» ἔδειξεν τὰς δύο κλήσεις, τὰς διὰ τοῦ εὐαγγελίου γεγενημένας· ἔριφοι μὲν ὄντες ἀπ᾽ ἀρχῆς, ἐπειδὴ πάντες ἦμεν ἁμαρτωλοί, ἁπαλοὶ δὲ καὶ καλοὶ διὰ ὑπακοῆς γινόμεθα τῇ ἐν Χριστῷ πίστει δικαιούμενοι, μηκέτι ὡς ἔριφοι κρινόμενοι, ἀλλ᾽ ὡς πρόβατα εἰς «ὀσμὴν εὐωδίας» θυσίᾳ καθαρᾷ θεῷ προσφερόμενοι, 〈καὶ εἰς τροφὴν πνευματικὴν τῷ λόγῳ ἐξηρτισμένοι〉 ὃς διὰ τοῦ εὐαγγελίου τὰ ὅμοια ἐπιτελῶν ἔλεγεν τοῖς μαθηταῖς· «ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε». «Εἶπεν δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος. μήποτε ψηλαφήσῃ με ὁ πατήρ μου καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ᾽ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.» πῶς σαφῶς ἐνθάδε τὸ ἴδιον εὐλαβὲς ὁ Ἰακὼβ ἐπέδειξεν. μαθὼν γὰρ τὸ γεγενημένον ὑπὸ τοῦ Χάμ, ὃς ἰδὼν γυμνωθέντα τὸν Νῶε κατεγέλασεν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐπεσπάσατο ἐφ᾽ ἑαυτὸν τὴν κατάραν, εὐλαβήθη μήποτε καὶ αὐτὸς ὡς ἐκπειράζων τὸν ἑαυτοῦ πατέρα νομισθῇ καὶ ὑπὸ κατάραν πέσῃ· ἦν δὲ καὶ τὸ ὑπ᾽ αὐτοῦ λεγόμενον ἀληθές, ὅτι μὲν «Ἡσαῦ ὁ ἀδελφός μοῦ ἐστιν ἀνὴρ δασύς», τοῦτ᾽ ἔστιν ἁμαρτωλός, «ἐγὼ δὲ ἀνὴρ λεῖος», ᾧπερ δείκνυται τὸ ἄσπιλον καὶ ἀναμάρτητον τῆς σαρκὸς τοῦ κυρίου.

ἀλλ᾽ ἐπειδὴ μὴ ἔδει ἐπὶ ἑτέρου ἐπιτελεῖσθαι τὰ μυστήρια, φησὶν πρὸς αὐτόν· «ἐπ᾽ ἐμὲ ἡ κατάρα σου τέκνον, μόνον ὑπάκουσον τῆς ἐμῆς φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι».

Καὶ γὰρ ἔστιν ἐπιγνῶναι τὸ εἰρημένον ὑπὸ τῆς Ῥεβέκκας πάλαι, νῦν ἐπὶ τὴν ἐκκλησίαν πεπληρωμένον. τὸ γὰρ «ἐπ᾽ ἐμὲ ἡ κατάρα σου τέκνον», τοῦτο δηλοῖ, ὅπερ νῦν τινες βλασφημοῦντες τὴν ἐκκλησίαν ὀνειδίζουσιν ὡς σεβομένην τὸν ἐσταυρωμένον, κατάραν ἡμῖν καὶ ὄνειδος κατὰ ταῦτα ἐπιφέροντες. τὸ γὰρ πάθος τοῦ κυρίου τοῖς μὲν ἀπίστοις νομίζεται κατάρα, τοῖς δὲ πιστεύουσιν «ζωὴ καὶ εἰρήνη». καὶ γὰρ ὁ ἀπόστολος λέγει· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα», ὅπερ ἐπεπλήρωσεν ὁ σωτὴρ νῦν διὰ τοῦ σώματος ἐπὶ τοῦ ξύλου θάνατον 〈ἀνθρώπου〉 ἀναδεξάμενος, ἵνα διὰ τῆς ἰδίας ὑπακοῆς ἀναλύσῃ τὴν τοῦ Ἀδὰμ ἐν τῷ νόμῳ κειμένην κατάραν, τὸ «γῆ εἶ 〈καὶ εἰς γῆν ἀπελεύσῃ〉». «Λαβοῦσα οὖν ἡ Ῥεβέκκα τὴν στολὴν τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλὴν ἐνέδυσεν τὸν υἱὸν αὐτῆς Ἰακὼβ καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν περὶ τοὺς βραχίονας αὐτοῦ».

Τὸ μὲν ἐνδύσασθαι αὐτὸν τὴν στολήν, σημαίνει ὡς ἔμελλεν ὁ λόγος τὴν σάρκα ἐνδύσεσθαι, τὸ δὲ περιθεῖναι τὰ δέρματα τῶν ἐρίφων περὶ τοὺς βραχίονας αὐτοῦ, δηλοῖ ὅτι τὰς πάντων ἡμῶν ἁμαρτίας αὐτὸς ἀνέλαβεν, ἐν τῷ σταυρῷ τὰς χεῖρας καὶ τοὺς βραχίονας ἐκπετάσας. ὡς καὶ Ἡσαΐας εἴρηκεν· «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν ἦρεν καὶ τὰς νόσους ἐβάστασεν».

Τὸ δὲ εἰπεῖν τὸν Ἰακὼβ τῷ πατρί· «πεποίηκα καθ᾽ ἃ ἐλάλησάς μοι», σημαίνει τὴν ἀεὶ τοῦ λόγου πρὸς τὸν πατέρα ὑπακοήν. ὡς καὶ ἐν τῷ Ἰεζεκιὴλ λέγει· «ἐποίησα καθ᾽ ἃ ἐνετείλατό μοι». Εἶπεν δὲ αὐτῷ Ἰσαάκ· «τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ». οὐχ ὡς ἀγνοῶν ὁ προφήτης ἐπερωτᾷ τὸν Ἰακώβ· ἐνορᾷ γὰρ πνευματικῶς τὰ γινόμενα. οὐ γὰρ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐπερωτῶν τοὺς Γαβαωνίτας ἠγνόει τὸ ὑπ᾽ αὐτῶν τετεχνασμένον πανούργευμα, ἀλλὰ εἰδότως συνεχώρει, ἵνα τὰ ἔθνη εἰς Ἰησοῦν καὶ εἰς Ἰησοῦν μετανοοῦντα καὶ πιστεύοντα σωθῇ. οὕτως οὖν καὶ ἐνθάδε νοεῖν χρή. «Ἔγγισόν μοι, φησίν, καὶ ψηλαφήσω σε τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ ἢ οὔ. καὶ ἤγγισεν πρὸς αὐτόν. ὁ δὲ ψηλαφήσας ἔφη· ἡ μὲν φωνὴ φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες χεῖρες Ἡσαῦ».

Τοῦτο σημαίνει ὅτι ὁ λόγος ὁ ἐν τῷ Ἰακὼβ τὰ μυστήρια προτυπῶν καὶ φωνὴ ἐγένετο τῶν προφητῶν, αὐτὸς ἐν αὐτοῖς προφαίνων τὰ μέλλοντα. αἱ δὲ χεῖρες αὐτοῦ ἐγενήθησαν «χεῖρες Ἡσαῦ»· διὰ γὰρ τὰς τοῦ λαοῦ ἁμαρτίας τῷ θανάτῳ παρεδόθη.

Φησὶν οὖν πρὸς αὐτόν· «ἔγγισόν μοι, τέκνον, καὶ φίλησόν με. καὶ ἐγγίσας ἐφίλησεν αὐτόν. καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ ηὐλόγησεν αὐτὸν καὶ εἶπεν». καὶ τοῦτο σαφῶς προμηνύων ὁ προφήτης, ὡς οὐδεὶς ἀνθρώπων στόμα ἅγιον προσοίσει πατρὶ ἢ μόνος ὁ πρωτότοκος ἐκ τῆς παρθένου γενόμενος 〈υἱός〉. «ἐγὼ γάρ φησιν εἰμὶ ὁ υἱός σου, ὁ πρωτότοκος». παραυτίκα γοῦν ἐπήνεγκεν τὴν εὐλογίαν ὁ προφήτης καὶ λέγει· «ἰδοὺ ὀσμὴ τῶν ἱματίων τοῦ υἱοῦ μου 〈ὡς〉 ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε κύριος· καὶ δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς πλῆθος σίτου καὶ οἴνου· καὶ δουλευσάτωσάν σοι 〈ἔθνη, καὶ προσκυνήσουσίν σοι〉 ἄρχοντες, καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος».

Εἰ μὲν οὖν νομίζει τις, τὴν εὐλογίαν ταύτην ἐπὶ τὸν Ἰακὼβ γεγενῆσθαι, πεπλάνηται· οὐδὲν γὰρ τούτων συνέβη τῷ Ἰακώβ. εὑρίσκεται γὰρ πρῶτον μὲν ἐν τῇ Μεσοποταμίᾳ εἴκοσι ἔτη δουλεύων τῷ Λάβαν, ἔπειτα αὐτὸς τὸν ἴδιον ἀδελφὸν Ἡσαῦ προσκυνῶν καὶ διὰ τῶν δώρων τὸ τούτου πρόσωπον ἐξιλασκόμενος, μετὰ ταῦτα πάλιν εἰς Αἴγυπτον κατερχόμενος, ἵνα μὴ σὺν τοῖς τέκνοις λιμῷ διαφθαρῇ. ἐπὶ τίνα οὖν πληροῦται τὸ εἰρημένον· «ἰδοὺ ὀσμὴ τῶν ἱματίων τοῦ υἱοῦ μου· ὡς ὀσμὴ ἀγροῦ πλήρης, ὃν εὐλόγησεν κύριος»; ἐπ᾽ οὐδένα ἄλλον, εἰ μὴ ἐπὶ τὸν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ. ἀγρὸς γάρ ἐστιν ὁ κόσμος. ὀσμὴ δὲ τῶν ἱματίων αὐτοῦ εἰσιν πάντες οἱ πιστεύοντες εἰς αὐτόν. ὡς ὁ ἀπόστολος λέγει· «ὅτι Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν γὰρ ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν».

Τὸ δὲ εἰπεῖν· «δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς πλῆθος σίτου καὶ οἴνου» σαφέστατα διὰ τοῦ ῥητοῦ τὸν λόγον, τὸν ἀπὸ οὐρανῶν καταβάντα ὡς δρόσον, ἐσήμανεν· τὴν δὲ γῆν, τὴν σάρκα, τὴν ἐκ τῆς παρθένου προσειλημμένην. «πλῆθος δὲ σίτου καὶ οἴνου» εἰπὼν ἔδειξεν τοὺς ἁγίους ὡς σῖτον εἰς ἀποθήκην συναγομένους καὶ διὰ τοῦ πνεύματος ὡς οἴνῳ δικαιουμένους.

Τὸ δὲ εἰπεῖν· «δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνήσουσίν σοι ἄρχοντες» 〈τοῦτο καὶ μεχρὶ νῦν γίνεται· τίνι σήμερον τὰ ἔθνη πιστεύοντα δουλεύουσι καὶ τίνα προσκυνοῦσιν οἱ τῆς ἐκκλησίας ἄρχοντες〉 ἀλλ᾽ ἢ τὸν Χριστόν, δι᾽ οὗ ὀνόματος καὶ σώζονται. ὡς καὶ διὰ Ἡσαΐου αὐτὸς ὁ λόγος προαναφωνῶν λέγει· «τοῖς δὲ δουλεύουσίν μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινὸν 〈καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν〉». καὶ πάλιν λέγει· «ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ αἰσχυνθήσεσθε, ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε».

Εἶτα ἐπιφέρει λέγων· «γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου». τὸν μὲν Ἰακὼβ οὔτε τις προσεκύνησεν, οὔτε γεγένηται κύριος τοῦ ἀδελφοῦ αὐτοῦ Ἡσαῦ· ἀλλὰ τοὐναντίον, οὗτος φοβηθεὶς αὐτὸν ἔφυγεν, καὶ πρῶτος αὐτὸν προσεκύνησεν ἑπτάκις. τὸ οὖν εἰρημένον πληροῦται ἐπὶ τὸν σωτῆρα. τῶν γὰρ νομιζομένων κατὰ σάρκα ἀδελφῶν ἐγένετο κύριος καὶ δεσπότης, ἵνα ὑπ᾽ αὐτῶν ὡς βασιλεὺς προσκυνηθῇ. διὰ τοῦτο λέγει· «ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος».