Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς εὐλογίας Ἰσαὰκ καὶ Ἰακώβ

Ἱππόλυτος Ῥώμης

Προοίμιο και τα οράματα του Ιωσήφ

Εισαγωγή στον ρόλο του Θεού Λόγου ως ερμηνευτή των προφητειών και τυπολογική ανάλυση των οραμάτων του Ιωσήφ ως προεικονίσεων του πάθους και της δόξας του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 1 από 8

PRÉAMBULE Τοὺς περὶ εὐλογιῶν τοῦ Ἰακὼβ ποιούμενος λόγους αὐτός, αὐτὸς τὴν παρὰ τοῦ κυρίου εὐλογίαν αἰτῶ. τίς γὰρ ἀνθρώπων ἱκανὸς διηγήσασθαι τὰ πνευματικῶς εἰρημένα, εἰ μὴ ἡ οὐράνιος σοφία συνεργεῖ τῷ λέγοντι; τίς δὲ ἑρμηνεῦσαι δύναται τὰ διὰ τῶν μακαρίων προφητῶν διὰ παραβολῶν αἰνιγματωδῶς εἰρημένα, εἰ μὴ αὐτὸς ὁ λόγος ἑαυτοῦ ἑρμηνεὺς γένηται; ὃς πάλαι μὲν 〈ἐν τῷ〉 Ἰσραὴλ ὡς λύχνος ἐν τῷ νόμῳ ὑπὸ τὸν μόδιον κρυπτόμενος, ἵνα τοὺς ἐν νόμῳ διὰ τῆς περιτομῆς δικαιουμένους φωτίσῃ, νυνὶ δὲ παρρησίᾳ ἐπὶ τοῦ ξύλου ὡς ἐν λυχνίᾳ ἑπτάμυξος λύχνος φαινόμενος, 〈ἵνα τὰ μακρὰν〉 ὑπάρχοντα ἔθνη πρὸς σωτηρίαν πρὸς τὸ ἑαυτοῦ φῶς καλέσῃ.

VISIONS DE JOSEPH Παρέστω τοίνυν ἡμῖν αὐτὸς ὁ λόγος ἑρμηνεὺς τῶν ἑαυτοῦ μυστηρίων γινόμενος, ἵνα καὶ τὰ τοῦ Ἰωσὴφ ὁράματα τοῖς πιστεύουσιν φανερῶσαι δυνηθῇ. οὐδὲ γὰρ μάτην τοῦτον ὁραματιστὴν ἐκάλουν οἱ ἀδελφοί, εἰ μὴ δυνάμει προεώρων τὸν ἐν αὐτῷ πολιτευόμενον λόγον. «εἶπον γὰρ πρὸς ἑαυτοὺς λέγοντες. ἰδοὺ ὁ ὁραματιστὴς ἔρχεται· δεῦτε καὶ ἀποκτείνωμεν αὐτόν, καὶ ἴδωμεν τί ἔσται τὰ ὁράματα αὐτοῦ». τίνα δὲ ἦν τὰ τούτου ὁράματα, υἱοὶ Ἰακώβ, εἴπατε. ἐθεώρει, φησίν, δράγματα ἐν πεδίῳ δεσμούμενα καὶ τὸ ἑαυτοῦ δράγμα ὀρθούμενον, τὰ δὲ ἡμέτερα πεσόντα· ἐπιστραφέντα δὲ προσεκύνουν τὸ τοῦ Ἰωσὴφ δράγμα. τί ἐν τούτῳ ἠδίκησεν Ἰωσήφ, εἰ τὸ μέλλον ἔσεσθαι ἀπήγγειλεν ὑμῖν; τί παραζηλοῦτε καὶ μισεῖτε τὸν δίκαιον, εἰ θεὸς τούτῳ τὰ ἑαυτοῦ μυστήρια ἀπεκάλυψεν καὶ τὰ ἐπ᾽ ἐσχάτων γινόμενα δι᾽ ὁραμάτων ἐφανέρωσεν; τί ἐλυπήθητε ἰδόντες χιτῶνα ποικίλον ἐπ᾽ αὐτῷ, εἰ ὁ δίκαιος πατὴρ τοῦτον παρὰ πάντας ἀγαπήσας ἐτίμησεν καὶ ποιμένα ποιμένων εἰς ἐπίσκεψιν ὑμῖν ἀπέστειλεν καὶ μάρτυρα πιστὸν ἐν κόσμῳ προήγαγεν καὶ δράγμα γήρως ὡς ἀπαρχὴν ἅγιον πρωτότοκον ἐκ νεκρῶν ἀνέστησεν; τί ἀγανακτεῖτε, εἰ ἥλιος καὶ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν αὐτόν, οἱ πάλαι προτυπούμενοι; οὐδὲ Ἰακὼβ καὶ Ῥαχὴλ ἥλιος καὶ σελήνη ἐχρημάτιζεν, ἀλλ᾽ οὐδὲ γὰρ οὕτω γεγένηται.

ἡ μὲν γὰρ Ῥαχὴλ ἤδη τεθνεῶσα ἐν τῷ ἱπποδρόμῳ ἐτέθαπτο, ὁ δὲ Ἰωσὴφ συναντήσας τῷ πατρὶ αὑτοῦ, πεσὼν προσεκύνησεν, ἵνα ὁ τύπος τηρηθῇ καὶ ἡ γραφὴ ἀληθεύουσα φανῇ. ποῦ οὖν πληροῦται τὸ εἰρημένον, τὸ «ἆρά γε ἐλθόντες ἐγὼ καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνήσωμέν σοι ἐπὶ τῆς γῆς», ἀλλ᾽ ἢ ὅτε οἱ μακάριοι ἀπόστολοι ἅμα Ἰωσὴφ καὶ Μαρίᾳ ἐλθόντες ἐν τῷ ὄρει τῶν ἐλαιῶν προσεκύνησαν τὸν Χριστόν; Ἰούδας μετ᾽ αὐτῶν οὐκ ἦν. οὐδὲ γὰρ ὁ Ἰωσὴφ αὐτὸς Χριστὸς ἦν, ἵνα ἐν Αἰγύπτῳ τοῦτο γεγενῆσθαι νομισθῇ, ἀλλὰ ἦν τύπος τοῦ μέλλοντος παραδεικνυμένου διὰ Ἰωσήφ· παρέστω τοίνυν ὁ ἀληθινὸς καὶ ἐπουράνιος Ἰωσὴφ ἑρμηνεύς, ἵνα τὰ δι᾽ αὐτοῦ κηρυχθέντα ὑπὸ τῶν μακαρίων προφητῶν αὐτὸς πάλιν ἑρμηνεύων φανῇ· οὐδὲ γὰρ παρεσιώπησεν ἡ γραφὴ ἐπὶ τοῦ Ἰωσήφ, ἀλλὰ ἑρμηνέα τοῦτον ἀπέφηνεν· αὐτὸς γὰρ ἦν ἑρμηνεὺς τῶν τοῦ πατρὸς ἀποκρύφων μυστηρίων. καὶ γὰρ ἡ γραφὴ λέγει· «αὐτοὶ δὲ οὐκ ἔγνωσαν ὅτι ἀκούει» αὐτῶν «ὁ Ἰωσήφ· ὁ γὰρ ἑρμηνεὺς ἀνὰ μέσον αὐτῶν ἦν».

Τί ὠφέλησαν οἱ ἀδελφοὶ ἔριφον τότε ἀποκτείναντες καὶ τὸν ἑαυτῶν πατέρα πλανήσαντες; ἰδοὺ γὰρ ὁ Ἰωσὴφ ἐν Αἰγύπτῳ βασιλεὺς ἐχρημάτισεν. τί ἐμολύνατε τὸν χιτῶνα τὸν ποικίλον τῷ αἵματι τοῦ ἐρίφου ψευδόμενοι καὶ παρερμηνεύοντες τὰ ὑφ᾽ ὑμῶν γεγενημένα; ὁ δὲ πατὴρ χιτῶνα υἱοῦ τοῦτον εἶναι ὡμολόγει μεθ᾽ ὑμῶν καὶ ἔφερεν τὸ γεγενημένον. σὺ δὲ πωλεῖς, Ἰούδα, τὸν Ἰωσὴφ ἐπιθυμίᾳ κόσμου κρατούμενος. οἱ δὲ ἀλλόφυλοι Ἰσμαηλῖται τοῦτον ἀγοράζουσιν, ἵνα εἰς Αἴγυπτον ἀχθῇ κἀκεῖ δέσμιος γένηται καὶ ὁράματα δι᾽ αὐτοῦ ἀποκαλυφθῇ καὶ ὑπὸ Φαραῶ ζητηθῇ καὶ βασιλεὺς Αἰγύπτου κατασταθῇ καὶ τὸν δεύτερον θρόνον πιστευθῇ καὶ σῖτος πολὺς δι᾽ αὐτοῦ συναχθῇ καὶ εἰς ἀποθήκην τηρηθῇ καὶ ἡ ἑβδομὰς ἐτῶν πληρωθῇ καὶ λαὸς λιμώττων τραφῇ καὶ ὑπὸ ἀδελφῶν. προσκυνηθῇ καὶ πατὴρ ὑπ᾽ αὐτῶν ὁμολογηθῇ.