Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς εὐλογίας Ἰσαὰκ καὶ Ἰακώβ

Ἱππόλυτος Ῥώμης

Η ευλογία του Ιούδα και το ζήτημα της ιερωσύνης του Λευί

Χριστολογική ερμηνεία της ευλογίας του Ιούδα με αναφορές στην κατά σάρκα γέννηση του Χριστού, καθώς και παρεμβολή για την αρχιερωσύνη του Λευί που αναπληρώθηκε προτυπωτικά από τον Μωυσή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 6 από 8

Juda Ἐπεὶ οὖν φθάσαντες εἴπομεν, ὅτι ἐν αὐτοῖς τοῖς ῥητοῖς αἱ μὲν εὐλογίαι κεῖνται, αἱ δὲ προφητεῖαι, εὔλογόν ἐστιν πεῖσαι τοὺς φιλομαθεῖς, μὴ λόγῳ μόνον ἐπιδεῖξαι, ἀλλὰ δυνάμει ῥητῶν φανερῶσαι τὰ προκείμενα. λέγει γὰρ εὐλογῶν τὸν Ἰούδαν οὕτως. «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου. καὶ σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης. ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν· δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὑτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ. πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ· χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου· καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα».

Πῶς δύναται ὅμοια εἶναι τὰ ῥήματα ταῦτα τοῖς ἐπάνω ἐπὶ τὸν Ῥουβὴμ εἰρημένοις; ἐκεῖ γὰρ λέγει· «σκληρὸς 〈φέρεσθαι καὶ σκληρὸς〉 αὐθάδης ἐξυβρίσας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου, τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης», καὶ τὸ εἰρημένον· «ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη». οὗτοι γὰρ οὐκ εὐλογίας εἰσὶν λόγοι, ἀλλ᾽ ἔλεγχος, προφητείας ἐπ᾽ αὐτοῖς ἀποκαλυπτομένης. τὸ δὲ εἰπεῖν· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου», ναὶ τοῦτο εὐλογία φαίνεται εἶναι.

Ἀλλ᾽ ἐρεῖ τις· τίνι λόγῳ ἔδοξεν τῷ προφήτῃ ἐπὶ μὲν τοῦ Ἰούδα τοιαύτην εὐλογίαν ἐπενεγκεῖν, ἐπὶ δὲ τοῖς πρώτοις οὐχ οὕτως; Μάθε. ἐπειδὴ γὰρ ἐκ τῆς Ἰούδα φυλῆς ἔμελλεν ὁ Δαβὶδ γεννᾶσθαι, ἐκ δὲ τοῦ Δαβὶδ τὸ κατὰ σάρκα Χριστός, προγινώσκων 〈κατὰ τὸ πνεῦμα τὰ μέλλοντα, εὐλόγησε〉 τὸν ἐκ τοῦ Ἰούδα 〈Δαβὶδ〉 καὶ 〈τὸν ἐκ τοῦ〉 Δαβὶδ μέλλοντα κατὰ σάρκα γεννᾶσθαι Χριστόν, ἵνα τὴν εὐλογίαν μὴ μόνον τὴν πνευματικὴν ὑπὸ θεοῦ λάβῃ, ἀλλὰ καὶ τὴν κατὰ σάρκα εὐλογίαν. ὡς καὶ διὰ Ἱερεμία λέγει· «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε καὶ προφήτην εἰς ἔθνη τέθεικά σε». τὸ δ᾽ ἐκ κοιλίας ἡγιασμένον ἤδη παρὰ θεοῦ εὐλογεῖται.

Ἀλλ᾽ ἐρεῖς· τί οὖν τὸν Λευῒ οὕτως οὐκ εὐλόγησεν; εὑρίσκομεν γὰρ 〈καὶ〉 ἐκ τῆς φυλῆς Λευῒ τὸν Χριστὸν ἱερέα τοῦ πατρὸς δεικνύμενον, ἐπὶ 〈τοῦ τὴν τοῦ Λευῒ φυλὴν πρὸς τοῦ Ἰούδα ἐπι〉μιγῆναι τὴν φυλήν, ἵνα ἐξ ἀμφοτέρων αὐτῶν καὶ βασιλεὺς καὶ ἱερεὺς 〈ὁ υἱὸς〉 τοῦ θεοῦ ἀποδειχθῇ.

Ὁ μὲν οὖν Ἰακὼβ ἐνορῶν τὴν πρᾶξιν τῶν ἀρχιερέων, Ἄννα τε καὶ Καϊάφα, ἣν ἐτόλμησαν ἐπὶ τὸν υἱὸν τοῦ θεοῦ, διὰ τὸ εἶναι αὐτοὺς ἐκ φυλῆς Λευῒ οὐκ ηὐλόγησεν τὸν Λευΐ, ἀλλὰ μᾶλλον αὐτὸν ἐπέπληξεν. ἐλθὼν δὲ ὁ μακάριος Μωϋσῆς τὸν 〈Χριστὸν τὸν〉 ἐξ Ἀαρὼν καὶ Λευῒ γενόμενον ηὐλόγησεν εἰπών· «δότε Λευῒ δήλους αὐτοῦ, καὶ τὴν ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ». τὸ οὖν ἐλλεῖπον ἐν ταῖς εὐλογίαις αὐτοῦ Μωϋσῆς παρὼν ἀνεπλήρωσεν. καὶ περὶ μὲν τούτων ἐν τῇ διατάξει τῶν Μωϋσέως εὐλογιῶν ἀποδώσωμεν τὸν λόγον, νυνὶ δὲ πρὸς τὸ προκείμενον ἐροῦμεν.

Λέγει οὖν Ἰακὼβ οὕτως· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν· προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου». τίνες δὲ οἱ ἀδελφοί, οἱ αἰνέσαντες καὶ προσκυνήσαντες αὐτόν, ἀλλ᾽ ἢ οἱ ἀπόστολοι, πρὸς οὓς ἔλεγεν ὁ κύριος· ἀδελφοί μου καὶ συγκληρονόμοι;

Τὸ δὲ εἰπεῖν «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου», ἤτοι διὰ τῆς ἐκτάσεως τῶν χειρῶν ἴσχυσεν κατὰ τῶν ἐχθρῶν θριαμβεῦσαι τὰς ἐξουσίας, ἢ ὅτι τῶν κατὰ σάρκα γενομένων αὐτοῦ ἐχθρῶν ἐγένετο κύριος καὶ δεσπότης καὶ κριτὴς πάντων ὑπὸ πατρὸς κατασταθείς. «Σκύμνος λέοντος Ἰούδα ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης». λέοντα οὖν καὶ σκύμνον λέοντος εἰπὼν σαφῶς τὰ δύο πρόσωπα ἐπέδειξεν, τοῦ πατρὸς καὶ υἱοῦ. τὸ δὲ εἰπεῖν· «ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης», ἵνα τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ δείξῃ, ὃς ἐν κοιλίᾳ παρθένου ἐκ πνεύματος ἁγίου σαρκωθεὶς ἐβλάστησεν ἐν αὐτῇ καὶ ὡς ἄνθος καὶ ὀσμὴ εὐωδίας εἰς κόσμον προελθὼν ἐφανερώθη. ἐπεὶ οὖν σκύμνον λέοντος εἶπεν, τὴν κατὰ πνεῦμα αὐτοῦ γέννησιν ἐκ θεοῦ, ὡς ἐκ βασιλέως βασιλέα γενόμενον ἔδειξεν. οὐκ ἐσιώπησεν δὲ αὐτοῦ καὶ τὴν κατὰ σάρκα, ἀλλά φησιν· «ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης». Ἡσαΐας γὰρ λέγει· «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ 〈καὶ ἄνθος ἐξ αὐτῆς〉 ἀναβήσεται». ἡ οὖν ῥίζα τοῦ Ἰεσσαὶ ἦν τῶν πατέρων γενεὰ ὡς ῥίζα ἐν γῇ πεφυτευμένη, ἡ δὲ ῥάβδος ἡ ἐξ αὐτῶν φανερωθεῖσα ἦν ἡ Μαρία, διὰ τὸ εἶναι ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ. τὸ δὲ ἄνθος τὸ ἐν αὐτῇ βλαστῆσαν ἦν ὁ Χριστός, ὅπερ προφητεύων ὁ Ἰακὼβ ἔλεγεν· «ἐκ βλαστοῦ υἱέ μου ἀνέβης».

Τὸ δὲ «ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος», ἵνα τὴν κοίμησιν τῆς τριημέρου αὐτοῦ ταφῆς ἐπιδείξῃ, ἣν ἀνεπαύσατο ἐν τῇ καρδίᾳ τῆς γῆς. ὡς καὶ αὐτὸς ὁ κύριος ἐμαρτύρησεν εἰπών· «ὥσπερ Ἰωνᾶς ἐποίησεν ἐν τῇ καρδίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, 〈οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας〉». καὶ Δαβὶδ προαναφωνῶν λέγει· «ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα. ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου». ὁμοίως δὲ καὶ Ἰακώβ· «τίς ἐγερεῖ αὐτόν»; 〈καὶ οὐκ εἶπεν· οὐδεὶς ἐγείρει αὐτόν,〉 ἀλλὰ τίς, ἵνα νοήσωμεν τὸν πατέρα τὸν ἐγείραντα τὸν υἱὸν ἐκ νεκρῶν. ὥσπερ ὁ ἀπόστολος λέγει· «καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν». καὶ ὁ Πέτρος λέγει· «ὃν ὁ θεὸς ἤγειρεν, λύσας τὰς ὀδύνας τοῦ θανάτου, καθ᾽ ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ».

Εἶτα λεπτομερῶς διδάσκων ἡμᾶς τὴν κατὰ σάρκα γέννησιν αὐτοῦ φησίν· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». ὅτι μὴν οὐκ ἐξέλιπεν ἄρχων οὐδὲ ἡγούμενος ἐκ τῆς φυλῆς Ἰούδα, ἕως παρῆν ὁ σωτήρ, συνέστηκεν· καὶ γὰρ τὸ εὐαγγέλιον ὁμοίως μαρτυρεῖ. καὶ ὅτι γεννηθεὶς ὁ σωτὴρ ἐγένετο προσδοκία ἐθνῶν τῶν ἕως σήμερον εἰς αὐτὸν πιστευόντων, καὶ τοῦτο φανερόν. τίνα γὰρ προσδοκῶμεν ἀπ᾽ οὐρανῶν ἐπὶ τῇ ἡμῶν αὐτῶν σωτηρίᾳ, εἰ μὴ ᾧ ἀπέκειτο πληρῶσαι νόμον καὶ προφήτας;

Εἶτα φησίν· «δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ», σημαίνων τὰς δύο κλήσεις πρὸς αὐτὸν ὡς ἄμπελον δεσμευομένας καὶ τῇ αὐτοῦ ἀγάπῃ εἰς ἑνότητα συναγομένας, ὄνον καὶ πῶλον ἐπὶ τῷ αὐτῷ διὰ λόγου καθαιρομένους, ἐφ᾽ οἷς ὁ σωτὴρ ἐπιβὰς εἰσῄει εἰς Ἱεροσόλυμα.

Εἶτα ἐπιφέρει λέγων· «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ». πῶς ἐνθάδε μυστικῶς καὶ τὸ βάπτισμα αὐτοῦ ἐμήνυσεν, ἡνίκα ἀναβὰς ἐκ τοῦ Ἰορδάνου καὶ ἀπολούσας τὰ ὕδατα ἔλαβεν τὴν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος. 〈στολὴν μὲν εἶπε τὴν σάρκα〉 οἶνον δὲ τὸ καταβὰν ἐπ᾽ αὐτὸν ἐν τῷ Ἰορδάνῃ πατρικὸν πνεῦμα. «Καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν 〈αὐτοῦ»· «τὴν περιβολὴν»〉 τοῦ λόγου σημαίνει τὰ ἔθνη, ἅτινα ὡς περιβόλαιον ἐλογίσθησαν αὐτῷ, καθὼς διὰ τοῦ προφήτου λέγει· «〈ζῶ ἐγώ, λέγει〉 κύριος εἰ μὴ πάντας αὐτοὺς ἐνδύσω, ὡς ἱμάτιον». ἐπεὶ οὖν σταφυλὴ καὶ βότρυς αὐτὸς ἦν ἐπὶ ξύλου κρεμασθείς, ὃς νυχθεὶς τὴν πλευρὰν προήγαγεν αἷμα καὶ ὕδωρ, τὸ μὲν εἰς λουτρόν, τὸ δὲ εἰς ἀγορασμόν, ὡς 〈δικαίως〉 ὁ προφήτης ἔφη· «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ».

Εἶτα φανερῶν τούς τε προφήτας αὐτοῦ καὶ ἀποστόλους φησίν· «χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα». ὀφθαλμοὶ οὖν οἱ τοῦ Χριστοῦ ἐγένοντο οἱ προφῆται, χαίροντες ἐπὶ τῇ τοῦ πνεύματος δυνάμει καὶ προκηρύσσοντες τὰ εἰς αὐτὸν συμβησόμενα πάθη, ἅτινα καὶ ταῖς μεταγενεστέραις διηκόνησαν γενεαῖς, ὅπως πιστεύσας 〈πᾶς〉 ὁ ἄνθρωπος σωθῆναι δυνηθῇ. τὸ δὲ εἰπεῖν αὐτόν· «λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα», ἤτοι τοὺς ἀποστόλους ἐσήμανεν τοὺς ὑπὸ τοῦ λόγου 〈αὐτοῦ〉 ἁγιασθέντας καὶ ὡς γάλα γενηθέντας, οἵτινες μετέδωκαν ἡμῖν τὴν πνευματικὴν καὶ ἐπουράνιον τροφήν, ἢ οὖν πάλιν τὰς ἐντολὰς τοῦ κυρίου λέγει, τὰς ἐκ στόματος ἁγίου προελθούσας, γάλα δὲ ἡμῖν γεγενημένας, ἵνα ἐν αὐταῖς ἀνατραφέντες καὶ ἄρτου ἐπουρανίου μεταλαβεῖν δυνηθῶμεν.