Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς εὐλογίας Ἰσαὰκ καὶ Ἰακώβ

Ἱππόλυτος Ῥώμης

Οι ευλογίες των υπολοίπων φυλών

Αλληγορική ερμηνεία των προφητειών για τον Ζαβουλών, τον Ισσάχαρ, τον Δαν, τον Γαδ, τον Ασήρ και τον Νεφθαλείμ, προεικονίζοντας την Εκκλησία, τους πειρασμούς του Σωτήρα και εσχατολογικά γεγονότα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 7 από 8

Zabulon Εἶτά φησιν· «Ζαβουλὼν παράλιος κατοικήσει καὶ αὐτὸς παρ᾽ ὅρμον πλοίων καὶ παρατενεῖ ἕως Σιδῶνος». διὰ μὲν τοῦ Ζαβουλὼν ἐν τύπῳ προαναφωνεῖ τὰ ἔθνη, ἅτινα νῦν παραλίαν ἐν τῷ κόσμῳ κατοικοῦντα ὡς ἐν θαλάσσῃ τοῖς πειρασμοῖς χειμάζονται παρορμῶντα καὶ καταφεύγοντα ἐν λιμέσι, ταῖς ἐκκλησίαις. ὅρμον γὰρ πλοίων τὰς ἐκκλησίας εἴρηκεν, αἵ εἰσιν ἐν κόσμῳ ὡς λιμένες ἡπλωμέναι καταφυγὴ τοῖς πιστεύουσιν γινόμεναι. ὡς καὶ ὁ προφήτης λέγει· «Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλὴμ ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου· ὁ λαὸς ὁ καθήμενος ἐν 〈σκοτίᾳ εἶδεν φῶς μέγα, τοῖς καθημένοις ἐν〉 σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς» ... τὴν πίστιν τοῦ λαοῦ.

Τὸ δὲ εἰπεῖν «παρατενεῖ ἕως Σιδῶνος» ἔδειξεν τὴν μακροθυμίαν τοῦ θεοῦ, ὃς παρέτεινεν τοὺς χρόνους ἕως ἐσχάτων ἡμερῶν, ἵνα καὶ τὰ νῦν πιστεύοντα ἔθνη σωθῆναι δυνηθῇ· Σιδὼν γὰρ γίνεται πρωτότοκος υἱὸς τοῦ Χάμ, ὃς ὑπὸ κατάραν τοῦ πατρὸς διὰ τὴν ἁμαρτίαν πέπτωκεν, οὗπερ νῦν τὸ γένος πιστεῦον ἐπὶ Χριστὸν εὐλογεῖται.

Issachar «Ἰσσάχαρ τὸ καλὸν ἐπεθύμησεν καὶ ἀνεπαύσατο ἀνὰ μέσον τῶν κλήρων. καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ καὶ τὴν γῆν ὅτι πίων ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός». Τὸν μὲν οὖν Ἰσσάχαρ μεταφορικῶς ἀλληγορεῖ ἐπὶ τὸν σωτῆρα, ὃς μόνος ἐκ νηπίου τὸ καλὸν ἐπεθύμησεν. ὡς καὶ Ἡσαΐας λέγει· «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν». «ἀναπαυόμενος», ἀνὰ μέσον τοῦ τῶν προφητῶν κλήρου, ἵνα πληρώσῃ τὰ ὑπ᾽ αὐτῶν λελαλημένα. καὶ γὰρ ἐν τῷ ὄρει ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας ἐν δεξιᾷ καὶ ἐξ εὐωνύμων συνομιλοῦντες αὐτῷ, ἵνα ἐν μέσῳ τούτων ἀναπαυόμενος ὁ σωτὴρ δειχθῇ. «Ἰδὼν οὖν τὴν ἀνάπαυσιν» τῶν ἁγίων, «ὅτι καλή, καὶ τὴν γῆν ὅτι πίων ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός». «ὑπέθηκεν τὸν ὦμον αὐτοῦ»· ποῦ ἀλλ᾽ ἢ ὑπὸ τὸν σταυρόν, ὃν βαστάζων μετὰ παρρησίας ἐπορεύετο; ὡς καὶ Ἡσαΐας λέγει· «οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ». αὐτὸς ὑποθεὶς ὦμον ὑπὸ τὸ ἄροτρον καὶ πόνῳ ἀναδεξάμενος πάσας τὰς ἐπ᾽ αὐτὸν γεγενημένας ὕβρεις ἐγένετο ἀνὴρ τῆς ἐκκλησίας τὸ καλὸν γεώργιον γεωργῶν.

Dan «Δὰν κρινεῖ τὸν λαὸν αὐτοῦ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ· καὶ γενηθήτω Δὰν ὡς ὄφις ἐφ᾽ ὁδοῦ, καθήμενος ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου· καὶ πεσεῖται ἱππεὺς εἰς τὰ ὀπίσω τὸ σωτήριον περιμένων κυρίου».

Δάν, φησίν, «κρινεῖ τὸν λαὸν αὐτοῦ ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ». ὅπερ καὶ τοῦτο μερικῶς γεγένηται ἐπὶ τὸν Σαμψών, ὃς ἐκ τῆς φυλῆς τοῦ Δὰν γεννηθεὶς ἔκρινεν τὸν λαὸν εἴκοσιν ἔτη· τὸ καθ᾽ ὅλου δὲ πληρωθήσεται ἐπὶ τὸν ἀντίχριστον, ὃς κριτὴς δεινὸς καὶ τύραννος βασιλεὺς γεννηθεὶς κρινεῖ μὲν τὸν ἑαυτοῦ λαόν, ἀντικείσεται δέ, «ὄφις ἐφ᾽ ὁδοῦ εἴκοσιν ἔτη· τὸ καθ᾽ ὅλου δὲ πληρωθήσεται ἐπὶ τὸν ἀντίχριστον, ὃς κριτὴς δεινὸς καὶ παρακαθήμενος» τὸν τῆς ἀληθείας λόγον δάκνειν πειρώμενος τοὺς ὁδεύοντας ὀρθῶς. τὸ γὰρ εἰρηκέναι τὸν προφήτην· «δάκνων πτέρναν ἵππου», πειράζων τοὺς τὴν ἀληθινὴν καὶ σωτήριον ὁδὸν κηρύσσοντας. ὡς καὶ τοὺς ἀποστόλους ἐπείρασεν καὶ τὸν Ἰούδαν πτερνίσας κατέλαβεν καὶ 〈ὡς ἵππον κατέβαλεν καὶ〉 τὸν ἱππέα ἐπ᾽ αὐτοῦ εἰς θάνατον παρέδωκεν. ὡς «ἱππεὺς εἰς τὰ ὀπίσω», τουτέστιν ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ πρῶτα περιμείνας τὴν σωτηρίαν παρὰ κυρίου, ἀνήγειρεν καὶ ἀνώρθωσεν τὰ τοῦ Ἀδὰμ σφάλματα.

Gad «Γὰδ πειρατήριον πειρατεύσει αὐτόν, καὶ αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας.» πειρατήριον λέγει τὸ πονηρὸν συνέδριον τῶν ἀρχιερέων καὶ γραμματέων, οἵτινες ἐξεπείραζον τὸν σωτῆρα ποικίλοις πειρασμοῖς, βουλόμενοι ἀφορμὴν εὑρεῖν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. ὃς εἰδὼς τοὺς διαλογισμοὺς αὐτῶν ἀντεπείρασεν αὐτοὺς ἐν τῇ ἑαυτοῦ δικαιοσύνῃ καὶ ἐν τῇ ἰδίᾳ αὐτῶν ἁμαρτίᾳ τῷ θανάτῳ παρέδωκεν. ὡς καὶ ἐν τῷ εὐαγγελίῳ γέγραπται· «τότε προσῆλθον αὐτῷ τινες τῶν φαρισαίων λέγοντες· διδάσκαλε, εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ὁ δὲ εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον. ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ἀπαγγελῶ ὑμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ· ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων, φοβούμεθα τὸν λαόν· πάντες γὰρ γινώσκουσιν τὸν Ἰωάννην, ὅτι ὄντως προφήτης ἐστίν. καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· οὐκ οἴδαμεν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.» καλῶς οὖν ὁ προφήτης εἴρηκε· «πειρατήριον πειρατεύσει αὐτὸν 〈καὶ αὐτὸς δὲ πειρατεύσει αὐτῶν〉 κατὰ πόδας».

Aser «Ἀσὴρ πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς διαδώσει τροφὴν ἄρχουσιν.» ἐνταῦθα οὖν ἤτοι περὶ τῶν ἀποστόλων αἰνίττεται ὁ προφήτης, οἵτινες διηκόνησαν καὶ μετέδωκαν τὸν τῆς ζωῆς ἄρτον, ἢ περὶ τοῦ σωτῆρος, προαναφωνῶν ἢ διδάσκων ἡμᾶς τὸν ἀπ᾽ οὐρανῶν κατερχόμενον ἄρτον βρῶμα καὶ πόμα τοῖς ἁγίοις γινόμενον. Ἀσὴρ γὰρ ἑρμηνεύεται πλοῦτος, ὡς μόνος πλούσιος ὢν δυνατὸς ἦν πάντας χορτάζειν τοὺς προσερχομένους. καὶ γὰρ αὐτὸς ὁ Χριστὸς περὶ αὑτοῦ μαρτυρῶν ἔλεγεν· «ἐγώ εἰμι ὁ ἄρτος· ὁ ἀπ᾽ οὐρανῶν καταβάς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον, ὁ τρώγων ἐκ τοῦ ἐμοῦ ἄρτου θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα»· δεῖ δὲ καὶ τοῦτο ζητεῖν· οὐ γὰρ εἶπεν· οὐ μὴ ἀποθάνῃ, ἀλλὰ «θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα», ὅπερ ἐστὶν ἡ αἰώνιος διάπυρος κόλασις, ὅ ἐστιν θάνατος αἰώνιος μηδέποτε παυόμενος· ὁ γὰρ νῦν προσήμερος ἐστὶν θάνατος, καὶ πάντας ἀνθρώπους δεῖ ἀποθανεῖν· ὥστε οὐ περὶ τούτου τοῦ θανάτου ἔλεγεν ὁ κύριος, ἀλλὰ περὶ τοῦ μέλλοντος.

Nephtali «Νεφθαλὶμ στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος». «στέλεχος ἀνειμένον» ἐπ᾽ ἐλευθερίᾳ διὰ πίστεως κεκλημένον λαὸν σημαίνει εἰς τὸ δύνασθαι πάντας καρποφορεῖν τῷ θεῷ. ἡ μὲν γὰρ πνευματικὴ ἄμπελος ἦν ὁ σωτήρ, κλήματα δὲ καὶ στελέχη εἰσὶν αὐτοῦ οἱ ἅγιοι οἱ εἰς αὐτὸν πιστεύοντες· βότρεις δὲ αὐτοῦ οἱ μάρτυρες· τὰ δὲ ξύλα τῇ ἀμπέλῳ συνεζευγμένα δηλοῖ τὸ πάθος· οἱ δὲ τρυγηταὶ οἱ ἄγγελοι· οἱ κόφινοι δέ, ἐν οἷς συνάγονται οἱ τῆς ἀμπέλου καρποί, εἰσιν οἱ ἀπόστολοι· ληνὸς δὲ ἡ ἐκκλησία· οἶνος δὲ ἡ τοῦ ἁγίου πνεύματος δύναμις. τὸ οὖν εἰπεῖν «στέλεχος ἀνειμένον» τὸ ἐλευθερούμενον ἐκ τῶν τοῦ θανάτου δεσμῶν· ὡς καὶ Ἡσαΐας λέγει· «ἐλεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα». τὸ δὲ «ἐπιδιδοὺς ἐν τῷ γεννήματι αὐτοῦ κάλλος», ὅτι ἐν τῇ ἀναγεννήσει 〈διὰ〉 τοῦ ὕδατος κτῶνται τὴν χάριν καὶ καλλονὴν τοῦ λόγου, ὃς ἦν ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.