Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς εὐλογίας Ἰσαὰκ καὶ Ἰακώβ

Ἱππόλυτος Ῥώμης

Οι ευλογίες του Ιωσήφ και του Βενιαμίν και ο επίλογος

Ανάλυση της προφητείας για τον Ιωσήφ ως προτύπου του Χριστού, ερμηνεία της ευλογίας του Βενιαμίν σε σχέση με τον απόστολο Παύλο και η δοξολογική κατακλείδα του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 8 από 8

Joseph «Υἱὸς ηὐξημένος μου Ἰωσήφ, 〈υἱὸς εὐλογημένος μοι〉 ζηλωτός, υἱός μου νεώτατος, πρός με ἀνάστρεψον. εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων, καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθησαν νεῦρα βραχιόνων χειρῶν αὐτῶν, διὰ χεῖρα δυνάστου Ἰακώβ. ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ θεοῦ πατρός σου, καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμὸς καὶ ηὐλόγησέν σε, εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα· ἕνεκεν εὐλογίας 〈μαστῶν, καὶ μήτρας εὐλογίας〉 πατρός σου καὶ μητρός σου ὑπερίσχυσας 〈ἐπ᾽ εὐλογίαις ὀρέων μονίμων καὶ〉 ἐπ᾽ ἐπιθυμίαις θινῶν 〈ἀενάων〉· ἔσονται ἐπὶ κεφαλὴν Ἰωσὴφ καὶ ἐπὶ κορυφήν, ὧν 〈ἡγήσατο ἀδελφῶν〉.» Τὸν μὲν Ἰωσὴφ παρὰ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πλουσίως ηὐλόγησεν, ἅτε δὴ ἐνορῶν τὰ δι᾽ αὐτοῦ προεικονιζόμενα 〈γενησόμενα〉 εἰς Χριστὸν μυστήρια· ὅθεν ὁ προφήτης εὐλογῶν οὐ τὸν Ἰωσήφ, ἀλλ᾽ οὗ τὸν τύπον ἔφερεν ὁ Ἰωσήφ. φησὶν γὰρ πρὸς αὐτόν· «Υἱὸς ηὐξημένος μοι Ἰωσήφ», ὅτι διὰ τοῦ κυρίου καὶ τελείου ὀνόματος ηὐξήθη ἐν τῷ κόσμῳ καὶ ἐπληθύνθη ἡ Χριστοῦ χάρις. «Υἱὸς εὐλογημένος μοι ζηλωτός», ἐπειδὴ γὰρ εὐλογημένος ἦν παρὰ τῷ θεῷ, παριὼν εἰς τὰ ἴδια οὐκ ἐγνώσθη, ἀλλ᾽ ἐζηλώθη καὶ ἐμισήθη. καὶ γὰρ ἡ γραφὴ λέγει· «ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ, ἐζήλωσαν αὐτὸν καὶ μᾶλλον προσέθεντο τοῦ μισεῖν αὐτόν».

διὰ τοῦτο Ἰακὼβ λέγει· «υἱός μου ζηλωτός, υἱός μου νεώτατος». καὶ γὰρ ἡ γραφὴ λέγει· «ἠγάπα δὲ αὐτὸν Ἰακώβ, ὅτι υἱὸς γήρους ἦν αὐτῷ». γηράσκοντι γὰρ ἤδη τῷ κόσμῳ καὶ παντελῶς ἀπολωλότι ἐπιφανεὶς ὁ υἱὸς τοῦ θεοῦ καὶ ἐκ παρθένου γεννηθεὶς υἱὸς γήρους ἀπεδείχθη τῷ πατρὶ πρὸ τῶν αἰώνων ἀεὶ συνὼν τῷ θεῷ. διὰ τοῦτο πρὸς αὐτὸν λέγει· «πρός με ἀνάστρεψον», ἐκ γῆς εἰς οὐρανοὺς προσκαλούμενος τὸν αὑτοῦ παῖδα. «Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων». τίνες δὲ ἦσαν οἱ βουλευόμενοι κακὰ περὶ αὐτοῦ καὶ λοιδοροῦντες αὐτόν, ἀλλ᾽ ἢ ὁ ἄνομος καὶ ἀπειθὴς λαός, οἳ πολλὰ κακὰ διαβλασφημοῦντες εἰς αὐτὸν ἔλεγον; «κύριοι δὲ τοξευμάτων», ὅτι εὔβολοι ἦσαν εἰς τὸ κακὸν ποιεῖν καὶ φονεύειν πάντας 〈τοὺς δικαίους〉. «Καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν». οἳ γὰρ κατ᾽ αὐτοῦ κακὰ ἐβουλεύσαντο καὶ κατελάλησαν ὡς τόξα ἐπ᾽ αὐτὸν ἀκοντίζοντες, ὕστερον αὐτοὶ κατῃσχύνθησαν, μαθόντες αὐτὸν ἐκ νεκρῶν ἐγηγερμένον. ὡς καὶ Ἡσαΐας λέγει· «ματαία ἡ βουλὴ τοῦ πνεύματος μῶν».

Καὶ Ἰακὼβ λέγει· «ἐξελύθη νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ἰακώβ». οἱ γὰρ ἐφ᾽ ἑαυτούς, οὐκ ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα κεκτημένοι, ἀλλ᾽ ἐν ἰδίᾳ δυνάμει καυχώμενοι ἐξελύθησαν καὶ ἐγενήθησαν εἰς οὐδέν, ὑπ᾽ αὐτοῦ τοῦ λόγου πολεμηθέντες καὶ τοῖς ἔθνεσιν εἰς διασπορὰν παραδοθέντες. «Ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ θεοῦ πατρός 〈σου〉, καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμός», τίς ἆρα ἐστὶν ὁ κατισχύσας τὸν Ἰσραὴλ καὶ βοηθήσας τῷ ἑαυτοῦ παιδὶ ἢ μόνος θεός; ὡς καὶ διὰ Ἡσαΐου λέγει· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου». καὶ πάλιν λέγει· «μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης»· διὰ τοῦτο ἀντὶ τῶν ὕβρεων 〈ἐπ᾽ αὐτὸν γενομένων〉 ἀνταποδιδοὺς αὐτῷ τὰς εὐλογίας φησίν· «Εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης 〈πάντα〉». «πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ·» τὰ μὲν ἐπουράνια, ὡς εὐλογίαν οὐρανοῦ, τὰ δὲ ἐπίγεια, 〈ὡς〉 εὐλογίαν γῆς, 〈ἵνα〉 καὶ ἀγγέλων καὶ ἀνθρώπων κύριος φανῇ ὁ ὑπ᾽ αὐτῶν ἐξουδενούμενος. «Ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου». «

εὐλογίας μαστῶν» ἤτοι τῶν δύο διαθηκῶν, ἐξ ὧν προεκηρύσσετο ὁ λόγος ἐν κόσμῳ φανησόμενος, δι᾽ ὧν μαστῶν καὶ ἡμᾶς γαλουχεῖ καὶ ἀνατρέφει τέκνα θεῷ προσάγων· ἢ τοὺς τῆς Μαρίας μαστούς, οὓς ἐθήλασεν, σημαίνει, οἵτινες ἦσαν εὐλογημένοι, πρὸς οὓς καὶ ἀναβοήσασα γυνὴ ἔφη· «μακαρία ἡ κοιλία ἡ βαστάσασά σε· καὶ μαστοί, οὓς ἐθήλασας».

Τῷ δὲ ἐπενεγκεῖν αὐτὸν καὶ εἰπεῖν· «καὶ μήτρας εὐλογίας πατρός σου καὶ μητρός σου» μυστήριον πνευματικὸν προαναφωνεῖ ὁ προφήτης. ἠδύνατο γὰρ εἰρηκέναι· «καὶ μήτρας εὐλογίας μητρός σου», ἵνα διὰ τοῦ ῥητοῦ μηνύσῃ τὴν Μαρίαν, δι᾽ ἧς μήτρας ἐκυοφορήθη ὁ λόγος· ἀλλ᾽ οὐχ οὕτως ἔφη, ἀλλά φησιν· «καὶ μήτρας εὐλογίας πατρός σου καὶ μητρός σου», τὰ ἀμφότερα συνάψας ἓν ἐποίησεν, ἵνα νοηθῇ αὐτοῦ 〈καὶ τὸ κατὰ πνεῦμα καὶ τὸ〉 κατὰ σάρκα· ἦν γὰρ ὁ λόγος ἐκ καρδίας πατρὸς καὶ ἐκ σπλάγχνων ἁγίων 〈ὡς〉 ἐκ μήτρας πατρὸς γενόμενος. ὡς καὶ διὰ τοῦ προφήτου λέγει· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». ἦν δὲ τὸ κατὰ σάρκα ἐπ᾽ ἐσχάτων ἐκ παρθενικῆς μήτρας κυοφορούμενος, ἵνα καὶ ἐκ μήτρας μητρὸς πάλιν γενόμενος 〈φάνῃ〉 φανερός. 〈ὡς〉 καὶ διὰ 〈τοῦ προφήτου〉 λέγει· «οὕτως 〈λέγει ὁ κύριος〉 ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ». καὶ διὰ Ἱερεμίου· «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε προελθεῖν ἐκ μήτρας ἡγίακά σε». ἐπεὶ οὖν καὶ κατὰ πνεῦμα ἦν γεγεννημένος ὁ λόγος καὶ κατὰ σάρκα, ἅτε δὴ καὶ θεὸς καὶ ἄνθρωπος ὤν, εὐλόγως ὁ προφήτης μήτραν πατρὸς καὶ μητρὸς ὠνόμασεν, ὃ εἰ μὴ οὕτως νοηθείη, γέλοιόν τισι δόξῃ. τῇ γὰρ θηλείᾳ μόνῃ φύσει 〈μήτρα〉 παρακολουθεῖ.

ἐνταῦθα δὲ εἴρηκεν· «καὶ μήτρας εὐλογίας πατρός σου καὶ μητρός σου», ἵνα δὴ νοήσῃς τὸν λόγον ἐκ δύο οὐσιῶν γεγεννῆσθαι, ἐκ θεοῦ καὶ ἐκ παρθένου· δι᾽ ὃ καὶ ἐπιφέρει λέγων· «Ὑπερίσχυσας ἐπ᾽ εὐλογίαις ὀρέων μονίμων καὶ ἐπ᾽ ἐπιθυμίαις θινῶν ἀεννάων». ὑπὲρ γὰρ πάντας ἀρχάς, προφήτας τε καὶ ἀποστόλους, ὑπερίσχυσεν καὶ ἐδοξάσθη, ὑψωθεὶς ὑπὸ τοῦ θεοῦ, τὴν πᾶσαν εὐλογίαν ἐπὶ κεφαλῆς κληρονομῶν. πάντων γὰρ τῶν ἁγίων κεφαλὴ ὁ Χριστὸς ἦν. «Ἔσονται γὰρ» λέγει «ἐπὶ κεφαλὴν Ἰωσὴφ καὶ ἐπὶ κορυφήν, ὧν ἡγήσατο ἀδελφῶν». 〈«ἀδελφῶν»〉 αὐτοῦ εἴρηκεν, οὐ τοὺς κατὰ σάρκα, τούτους γὰρ ἀπεβάλετο, ἀλλὰ τοὺς κατὰ πνεῦμα λογιζομένους αὐτοῦ ἀδελφούς, οἷς ἔφη ὁ κύριος· «ἀδελφοί μου καὶ συγκληρονόμοι»· ἐπὶ τούτους ἔφη ὁ Ἰακὼβ τὰς εὐλογίας ἐπελθεῖν, οὓς ἂν αὐτὸς ὁ σωτὴρ ἀδελφοὺς ἰδίους ἡγήσηται.

Benjamin «Βενιαμίν, λύκος ἅρπαξ τὸ πρωϊνὸν ἔδεται ἔτι· καὶ τὸ ἑσπέρας δίδωσι τροφήν» λύκον οὖν ἅρπαγα σαφέστατα Παῦλον τὸν ἀπόστολον ὠνόμασεν, ὃς ἐκ τῆς φυλῆς τοῦ Βενιαμὶν ἐγεννήθη λύκος ἅρπαξ ἐν ἀρχῇ, σπαράσσων καὶ κατεσθίων τὰ πρόβατα τῆς ἐκκλησίας. ὡς καὶ αὐτὸς ὁ Παῦλος ὁμολογεῖ λέγων· «ὅτι οὔκ εἰμι ἱκανὸς καλεῖσθαι ἀπόστολος· διότι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ· χάριτι δὲ θεοῦ εἰμι, ὅ εἰμι».

Διὰ τοῦτο δὲ καὶ Ῥαχὴλ τίκτουσα τὸν Βενιαμὶν τότε ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ «υἱὸς ὀδύνης μου», προφητεύουσα τὸ μέλλον, ὅτι ἔμελλεν ὁ Παῦλος ἐκ φυλῆς Βενιαμὶν γεννηθεὶς ὀδυνᾶν καὶ θλίβειν τὴν ἰδίαν μητέρα, τουτέστιν τὴν ἐκκλησίαν, ἀναιρῶν πάντας τοὺς τὸ ὄνομα κυρίου ἐπικαλουμένους. ὅς, ἐν ἀρχῇ βλάσφημος καὶ διώκτης γενηθείς, ὕστερον μετανοήσας μετέδωκεν πᾶσιν τὴν πνευματικὴν καὶ ἐπουράνιον τροφήν, αὐτὸς πρῶτος ἐν τοῖς ἔθνεσιν τὸν Χριστὸν εὐαγγελιζόμενος, ᾧ πιστεύοντες καὶ ἡμεῖς δῶμεν αἶνον τῷ θεῷ· αὐτοῦ γάρ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.