Ἔργον
Ἱππόλυτος Ῥώμης – Εἰς τὰς εὐλογίας Ἰσαὰκ καὶ Ἰακώβ
Η ευλογία του Εφραίμ και του Μανασσή
Η ευλογία των υιών του Ιωσήφ από τον Ιακώβ με σταυρωμένα χέρια, ως συμβολισμός των δύο λαών και προαναγγελία της μελλοντικής κλήσεως των εθνών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ευλογία του Εφραίμ και του Μανασσή
Η ευλογία των υιών του Ιωσήφ από τον Ιακώβ με σταυρωμένα χέρια, ως συμβολισμός των δύο λαών και προαναγγελία της μελλοντικής κλήσεως των εθνών.
BÉNÉDICTIONS DE JACOB LES FILS DE JOSEPH: EPHRAÏM ET MANASSÉ Προμηνύσαντες οὖν τὰς ὑπὸ τοῦ Ἰσαὰκ εἰρημένας εὐλογίας, παρέλθωμεν καὶ ἐπὶ τὰς ὑπ᾽ αὐτοῦ τοῦ Ἰακὼβ γεγενημένας πρὸς τοὺς υἱοὺς εὐλογίας. φησὶν γὰρ ἡ γραφὴ οὕτως. «ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ εἶπεν τίνες εἰσὶν οὗτοι; ὁ δὲ εἶπεν· υἱοί μου εἰσίν, οὓς δέδωκέν μοι ὁ θεὸς ἐνταῦθα. καὶ εἶπεν· προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς. οἱ δὲ ὀφθαλμοὶ Ἰακὼβ ἐβαρύνθησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδυνήθησαν τοῦ βλέπειν. καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν. καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην καὶ ἰδοὺ ἔδειξέν μοι ὁ θεὸς καὶ τὸ σπέρμα σου. καὶ ἐξήγαγεν αὐτοὺς Ἰωσὴφ 〈ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς· λαβὼν δὲ Ἰωσὴφ〉 τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Ἐφραὶμ ἐν δεξιᾷ, ἐξ ἀριστερῶν δὲ τοῦ Ἰσραήλ, καὶ τὸν Μανασσῆν ἐν τῇ ἀριστερᾷ, ἐκ δεξιῶν δὲ Ἰσραήλ, ἤγγισεν αὐτοὺς πρὸς αὐτόν.
ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιάν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραίμ, οὗτος δὲ ἦν ὁ νεώτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλάξας τὰς χεῖρας ηὐλόγησεν αὐτοὺς καὶ εἶπεν· ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτοῦ, Ἀβραὰμ καὶ Ἰσαάκ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς σήμερον ἡμέρας, ὁ ἄγγελος, ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου, εὐλόγησον τὰ παιδία ταῦτα, καὶ ἐπιτεθήσεται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς· καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς».
Ταῦτα εἰπὼν ὁ προφήτης μυστήριον μέγιστον ἡμῖν ἐπέδειξεν. ἐν γὰρ τῷ ἐναλλάξαι τὰς χεῖρας καὶ τὸν νεώτερον υἱὸν τοῦ Ἰωσήφ, λέγω δὴ τὸν Ἐφραίμ, εἰς τὰ δεξιὰ μεθιστάναι, τὸν δὲ Μανασσῆν τὸν πρωτότοκον εἰς τὰ ἀριστερά, ἔδειξεν δι᾽ αὐτῶν δύο κλήσεις καὶ δύο λαοὺς γινομένους· καὶ τὸν μὲν νεώτερον διὰ πίστεως εἰς δεξιὰν τοῦ Χριστοῦ εὑρισκόμενον, τὸν δὲ πρεσβύτερον λαόν, τὸν ἐν τῷ νόμῳ καυχώμενον, εἰς ἀριστερὰν μετατιθέμενον. ὅθεν μὴ νοήσας ὁ Ἰωσὴφ πνευματικῶς τὸ γινόμενον ὑπὸ τοῦ προφήτου, οἰόμενος πλανᾶσθαι τὸν πατέρα, ἀντελάβετο αὐτοῦ καὶ εἶπεν· «οὐχ οὕτως, πάτερ, αὐτὸς γάρ ἐστιν ὁ πρωτότοκος, ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. ὁ δὲ εἶπεν· οἶδα, τέκνον, καὶ αὐτὸς ἔσται μέγας καὶ αὐτὸς ὑψωθήσεται, ἀλλ᾽ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται»· «καὶ ἔθηκεν τὸν Ἐφραὶμ ἔμπροσθεν τοῦ Μανασσῆ». ἀλλ᾽ ἐπειδὴ λεληθότως πολλὰ ἔγκειται ἐν ταῖς ἁγίαις γραφαῖς καὶ τοῦτο ἀφθόνως διηγησόμεθα, τί λέγων ὁ μακάριος Ἰακὼβ ἰδιοποιήσατο τοὺς δύο υἱοὺς τοῦ Ἰωσήφ.
τὸ γὰρ εἰπεῖν «οἱ δύο υἱοί, οἱ γενάμενοι ἐν Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρός σε εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραὶμ καὶ Μανασσῆς, ὡς Ῥουβὴμ καὶ Συμεὼν ἔσονταί μοι· τὰ δὲ ἔγγονα, ἃ γεννήσεις μετὰ ταῦτα, σοὶ ἔσονται», τοῦτο σημαίνει· ἐπειδὴ γὰρ δώδεκα ἦσαν υἱοὶ τοῦ Ἰακώβ, ἐξ ὧνπερ αἱ δώδεκα φυλαὶ γεγένηνται, τοὺς δύο υἱοὺς τοῦ Ἰωσὴφ εἰς δύο φυλὰς ἐμέρισεν, καὶ ἐγένοντο φυλαὶ δεκατρεῖς, τῆς φυλῆς Ἰωσὴφ εἰς τοὺς δύο υἱοὺς μερισθείσης· καὶ οὕτω οὐκ ἀργὸς ἦν Παῦλος ὁ ἀπόστολος, τρισκαιδέκατος μετὰ τοὺς ἀποστόλους, ἐκλεγεὶς ἐκ τοῦ ἀριθμοῦ τῶν φυλῶν, κατελογίσθη καὶ οὕτως τοῖς ἔθνεσιν ἀπόστολος ἐπέμφθη.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.