Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ συντελείας τοῦ κόσμου (Νόθος)

Ἱππόλυτος Ῥώμης

Η Ένδοξη Παρουσία του Κυρίου και η τελική κρίση

Η εμφάνιση του Σταυρού, η καθολική ανάσταση, η σύναξη των εθνών ενώπιον του φοβερού Βήματος του Χριστού, και ο τελικός διαχωρισμός δικαίων και αμαρτωλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 4 από 5

ἀλλὰ μετὰ σπουδῆς αἱ ἡμέραι αὗται διαδραμοῦνται καὶ ἀρθήσεται ἡ βασιλεία τοῦ πλάνου καὶ ἀντιχρίστου ἐν τάχει καὶ λοιπὸν “ἐν ῥιπῇ ὀφθαλμοῦ„ “παρέλθῃ τὸ σχῆμα τοῦ κόσμου τούτου„ καὶ τῶν ἀνθρώπων ἡ ἐξουσία καταργηθήσεται καὶ τὰ ὁρώμενα ταῦτα πάντα ἀφανισθήσονται. τούτων οὖν ἐσομένων, ἀγαπητοί, ὧν προείπομεν, καὶ τῆς μιᾶς ἑβδομάδος εἰς δύο μερισθείσης καὶ τοῦ βδελύγματος τῆς ἐρημώσεως τότε ἀναφανέντος καὶ τῶν προδρόμων τοῦ κυρίου τὸν ἴδιον δρόμον τελεσάντων καὶ τοῦ σύμπαντος κόσμου λοιπὸν εἰς συντέλειαν ἐρχομένου· τί περιλείπεται ἀλλ᾽ ἢ [ἡ] ἐπιφάνεια τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἀπ᾽ οὐρανῶν εἰς ὃν ἠλπίσαμεν; ὃς ἐξάξει τὴν πύρωσιν καὶ τὴν δικαιοκρισίαν πᾶσαν τοῖς ἀπειθήσασιν αὐτῷ. λέγει γὰρ ὁ κύριος “ὃν τρόπον γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί„, τὸ γὰρ σημεῖον τοῦ σταυροῦ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν ἀνατελεῖ ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου καὶ μηνύσει τοῦ κριτοῦ τὴν ἔλευσιν καὶ τὴν ἐμφάνειαν τοῦ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

περὶ γὰρ τῆς ἀναστάσεως τῶν ἁπανταχῆ καὶ τῆς βασιλείας τῶν ἁγίων λέγει Δανιὴλ “καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον„. Ἡσαΐας δὲ λέγει “ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ„, ὁ δὲ κύριος ἡμῶν λέγει “πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται„. τότε γὰρ ἡ σάλπιγξ ἠχήσει καὶ ἐξυπνήσει τοὺς κεκοιμημένους ἐκ τῶν κατωτάτων τῆς γῆς, δικαίους καὶ ἁμαρτωλούς. καὶ πᾶσα φύσις καὶ γλῶσσα καὶ ἔθνος καὶ φυλὴ ἀναστήσονται “ἐν ῥιπῇ ὀφθαλμοῦ„ καὶ παραστήσονται ἐπὶ προσώπου τῆς γῆς, ἐκδεχόμενοι τὴν τοῦ δικαίου καὶ φοβεροῦ κριτοῦ ἔλευσιν ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀδιηγήτῳ. ὁ γὰρ πύρινος ποταμὸς ἐξερχόμενος μετὰ θυμοῦ ὥσπερ ἀγρία θάλασσα, καὶ κατακαύσει ὄρη καὶ βουνοὺς καὶ τὴν θάλασσαν ἀφανίσει καὶ τὸν αἰθέρα διαλύσει ἐκ τῆς πυρώσεως ὥσπερ κηρόν. τὰ ἄστρα τοῦ οὐρανοῦ πεσοῦνται, “ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα„. ὁ οὐρανὸς ὡς βιβλίον εἱλίσσεται, ἡ γῆ πᾶσα κατακαυθήσεται διὰ τὰ ἐν αὐτῇ ἔργα, ἅπερ διέφθειραν οἱ ἄνθρωποι ἐν πορνείαις, ἐν μοιχείαις καὶ ἐν ψεύδεσι καὶ ἀκαθαρσίαις καὶ ἐν εἰδωλολατρίαις καὶ ἐν φόνοις καὶ ἐν μάχαις. γενήσεται γὰρ “ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή„.

τότε οἱ ἅγιοι ἄγγελοι ἐπιθρέξουσιν “ἐπισυνάγοντες„ πάντα τὰ ἔθνη, οὓς ἐξυπνήσει ἡ φοβερὰ ἐκείνη φωνὴ τῆς σάλπιγγος, καὶ παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ οἱ ποτὲ βασιλεῖς, οἱ ἄρχοντες, οἱ ἀρχιερεῖς, οἱ ἱερεῖς, καὶ περὶ τῆς ἰδίας πολιτείας ἀπολογίαν διδόντες καὶ περὶ τοῦ ποιμνίου, οἵτινες δι᾽ ἀμελείας αὐτῶν ἀπώλεσαν πρόβατον ἐκ τῆς ποίμνης αὐτῶν. τότε ἀχθήσονται οἱ στρατιῶται οἱ μὴ “ἀρκούμενοι τοῖς ὀψωνίοις αὑτῶν„, ἀλλ᾽ ἐπηρεάζοντες χήρας καὶ ὀρφανοὺς καὶ πτωχούς. τότε παραστήσονται οἱ φορολόγοι, οἱ παρὰ τὸ κείμενον πλέον ἁρπάζοντες τὸν πένητα καὶ ποιοῦντες τὸν δόκιμον χρυσὸν ὡς κίβδηλον ἵνα ζημιώσωσι τὸν πτωχὸν ἔν τε ἀγροῖς ἔν τε οἴκοις καὶ ἐν ταῖς ἐκκλησίαις. τότε ἀναστήσονται ἀνδρόγυνοι μετ᾽ αἰσχύνης, οἵτινες οὐκ ἐφύλαξαν τὴν κοίτην αὐτῶν ἀμίαντον, ἀλλὰ πᾶν τὸ κάλλος τῆς σαρκὸς ἀπατώμενοι καὶ ἐν ταῖς ἰδίαις ἐπιθυμίαις πορευόμενοι. τότε ἀναστήσονται οἱ τὴν ἀγάπην τοῦ κυρίου μὴ φυλάξαντες, κατηφεῖς καὶ σκυθρωποί, ὅτι τὴν ἐλαφρὰν ἐντολὴν τοῦ σωτῆρος ἠθέτησαν τὴν λέγουσαν “ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν„. τότε κλαύσουσιν οἱ τὸν ζυγὸν αὐτὸν ἄδικον κεκτημένοι καὶ σταθμοὺς καὶ μέτρα καὶ μόδια ἄδικα, ἐκδεχόμενοι τὸν δίκαιον κριτήν. καὶ τί ἐπιφέρομεν πολλοὺς λόγους τῶν παραστησομένων; “

τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος„, οἱ δὲ ἁμαρτωλοὶ κατηφεῖς καὶ σκυθρωποὶ ἀναδειχθήσονται. ἀμφότεροι γάρ, οἵ τε δίκαιοι καὶ ἁμαρτωλοί, ἄφθαρτοι ἀναστήσονται. οἱ γὰρ δίκαιοι, ἵνα αἰωνίως τιμηθῶσι καὶ κατατρυφήσωσι τὰ ἀθάνατα, οἱ δὲ ἁμαρτωλοί, ἵνα ἐν τῇ κρίσει αἰωνίως κολασθήσωνται. ἕκαστος γὰρ ἐνθυμηθεῖτε τὸ τί δώσει ἀπολογίαν τῷ δικαίῳ κριτῇ εἴτε ἀγαθὰ εἴτε φαῦλα· αἱ γὰρ πράξεις πάντων τῶν ἀνθρώπων ἕκαστον περικυκλώσει εἴτε ἀγαθὸν εἴτε πονηρόν. “αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται„ καὶ πάντα φόβος καὶ τρόμος κατέδεται, τὸν οὐρανόν, τὴν γῆν καὶ τὰ καταχθόνια. “καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται„ αὐτὸν καὶ ὁμολογήσει τὸν ἐρχόμενον κρῖναι κριτήριον δίκαιον, θεὸν ἰσχυρὸν καὶ ποιητὴν τῶν ἁπάντων. τότε μετὰ δειλίας καὶ θάμβους ἐλεύσονται ἄγγελοι, “θρόνοι, ἐξουσίαι, ἀρχαί, κυριότητες„, πολυόμματα ἑξαπτέρυγα Χερουβίμ τε καὶ Σεραφίμ, ἐν ἰσχύι κεκραγότα “ἅγιος ἅγιος ἅγιος κύριος Σαβαὼθ παντοκράτωρ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου„. καὶ ἀποκαλυφθήσεται ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων καὶ κριτὴς ἀπροσωπόληπτος καὶ δικαστὴς τὸ δίκαιον ἀπονέμων ἑκάστῳ ἐπὶ θρόνου φοβεροῦ καὶ ἐπηρμένου, καὶ πᾶσα σὰρξ τῶν βροτῶν κατίδῃ αὐτοῦ τὸ πρόσωπον μετὰ φόβου καὶ δειλίας μεγάλης, καὶ δίκαιος καὶ ἁμαρτωλός.

τότε ἀχθήσεται ὁ υἱὸς τῆς ἀπωλείας ἤγουν ὁ διάβολος μετὰ τῶν δαιμόνων αὐτοῦ καὶ μετὰ τῶν ὑπηρετῶν αὐτοῦ ὑπὸ ἀγγέλων αὐστηρῶν καὶ ἀποτόμων καὶ παραδοθήσονται τῷ πυρὶ τῷ ἀσβέστῳ καὶ τῷ σκώληκι τῷ ἀκοιμήτῳ καὶ τῷ σκότει τῷ ἐξωτέρῳ. τῶν γὰρ Ἑβραίων ὁ δῆμος “ὄψεται αὐτὸν„ ἐν σχήματι ἀνθρώπου, καθὼς αὐτοῖς ὤφθη ἐκ τῆς ἁγίας παρθένου διὰ σαρκὸς καὶ καθὼς αὐτὸν ἐσταύρωσαν. καὶ δείξει αὐτοῖς τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς ἥλους καὶ τὴν πλευρὰν αὐτοῦ νενυγμένην διὰ τῆς λόγχης καὶ τὴν κάραν τὴν ἐξ ἀκανθῶν στεφανωθεῖσαν καὶ τὸν τίμιον σταυρὸν καὶ ἅπαξ πάντα θεάσονται ὁ τῶν Ἑβραίων δῆμος καὶ κόψονται καὶ κλαύσονται, καθὼς βοᾷ ὁ προφήτης “ὄψονται εἰς ὃν ἐξεκέντησαν„, καὶ οὐδείς ἐστιν ὁ βοηθῶν αὐτοῖς ἢ ὁ ἐλεῶν αὐτούς, ὅτι οὐ μετενόησαν ἢ ἀπεστράφησαν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς. καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον μετὰ τῶν δαιμόνων καὶ τοῦ διαβόλου. εἶτα ἐπισυνάξει πάντα τὰ ἔθνη, καθὼς τὸ ἅγιον εὐαγγέλιον διαπρυσίως βοᾷ. τί γὰρ λέγει Ματθαῖος ὁ εὐαγγελιστής, μᾶλλον δὲ αὐτὸς ὁ κύριος διὰ τοῦ εὐαγγελίου; “ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων.

καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. τότε ἐρεῖ τοῖς ἐκ δεξιῶν αὐτοῦ Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου„. δεῦτε οἱ προφῆται οἱ διὰ τὸ ὄνομά μου ἐκδιωχθέντες. δεῦτε οἱ πατριάρχαι οἱ πρὸ τῆς ἐμῆς παρουσίας πειθαρχήσαντές μοι καὶ ποθήσαντες τὴν ἐμὴν βασιλείαν. δεῦτε οἱ ἀπόστολοι οἱ συγκακοπαθήσαντές μοι ἐν τῇ ἐνανθρωπήσει, ἐν τῷ εὐαγγελίῳ. δεῦτε μάρτυρες οἱ ὁμολογήσαντές μοι ἐνώπιον τυράννων καὶ βασάνους πολλὰς καὶ τιμωρίας ὑπομείναντες. δεῦτε οἱ ἱεράρχαι οἱ λειτουργήσαντές μοι ἀμώμως ἡμέρας καὶ νυκτὸς καὶ τὸ τίμιον σῶμα καὶ αἷμά μου καθ᾽ ἑκάστην θύοντες. δεῦτε οἱ ὅσιοι οἱ “ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς„ ἀσκήσαντες, οἱ δι᾽ ἐγκρατείας καὶ εὐχῆς καὶ παρθενίας θεραπεύσαντές μου τὸ ὄνομα. δεῦτε νεάνιδες αἱ τὸν νυμφῶνά μου ποθήσασαι καὶ πλὴν ἐμοῦ τοῦ νυμφίου ἄλλον μὴ ἀγαπήσασαι, αἱ διὰ μαρτυρίου καὶ ἀσκήσεως ἐμοὶ συναφθεῖσαι τῷ ἀθανάτῳ καὶ ἀφθάρτῳ “νυμφίῳ„. δεῦτε φιλόπτωχοι, φιλόξενοι. δεῦτε οἱ τὴν ἀγάπην μου φυλάξαντες, καθὼς ἐγὼ ἀγάπη εἰμί. δεῦτε οἱ τῆς εἰρήνης μετέχοντες· ἐγὼ γὰρ εἰμὶ ἡ εἰρήνη. “

δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν„, οἱ τὸν πλοῦτον μὴ τιμήσαντες, οἳ ἐλεήσατε τὸν πένητα, οἱ τοῖς ὀρφανοῖς βοηθήσαντες, οἱ ταῖς χήραις ἐπικουρήσαντες, οἱ τοὺς διψῶντας ποτίσαντες, οἱ τοὺς πεινῶντας διαθρέψαντες, οἱ τοὺς ξένους ἐπισυναγαγόντες, οἱ τοὺς γυμνοὺς ἐνδύσαντες, οἱ τοὺς ἀσθενεῖς ἐπισκέψαντες, οἱ τοὺς ἐν φυλακαῖς παραμυθήσαντες, οἱ τοῖς τυφλοῖς ἐπικουρήσαντες, οἱ τὴν σφραγῖδα τῆς πίστεως ἄθραυστον διαφυλάξαντες, οἱ ταῖς ἐκκλησίαις ἐπισυντρέχοντες, οἱ τῶν γραφῶν μου ἀκούοντες, οἱ τοῖς λόγοις μου ποθήσαντες, οἱ τὸν νόμον μου τηρήσαντες ἡμέρας καὶ νυκτός, οἱ συγκακοπαθήσαντές μοι καλοὶ στρατιῶται, ἐμοὶ τῷ οὐρανίῳ βασιλεῖ ἀρέσαι βουλόμενοι. “δεῦτε κληρονομήσατε ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου„. ἰδοὺ ἡ βασιλεία μου ηὐτρέπισται. ἰδοὺ ἡ παράδεισος ἠνεῴχθη. ἰδοὺ ἡ ἀθανασία μου κεκαλλώπισται. “δεῦτε πάντες κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου„. τότε ἀποκριθήσονται οἱ δίκαιοι, ἐκπληττόμενοι τῷ μεγέθει τοῦ θαύματος, ὅτι ὃν οὐ δύνανται βλέπειν τρανῶς ἀγγέλων τὰ τάγματα ὡς φίλους αὐτοὺς προσκαλεῖται, καὶ βοήσουσι πρὸς αὐτὸν “κύριε, πότε σε ἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν; δέσποτα, πότε σε ἴδομεν διψῶντα καὶ ἐποτίσαμεν;„ φοβερέ, πότε σε ἴδομεν γυμνὸν καὶ περιεβάλομεν;

ἀθάνατε, πότε σε ἴδομεν ξένον καὶ συνηγάγομεν; φιλάνθρωπε, πότε σε ἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρὸς σέ. σὺ εἶ ὁ ἀεὶ ὤν. σὺ εἶ ὁ συνάναρχος τῷ πατρὶ καὶ συναΐδιος τῷ πνεύματι. σὺ εἶ ὁ ἐκ μὴ ὄντων τὰ πάντα ποιήσας. σὺ εἶ ὁ τῶν ἀγγέλων βασιλεύς. σὺ εἶ ὃν τρέμουσιν ἄβυσσοι, “σὺ εἶ ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον„. σὺ εἶ ὁ ποιήσας ἡμᾶς καὶ πλάσας ἀπὸ γῆς. σὺ εἶ ὁ τὰ ἀόρατα δημιουργήσας. σοῦ ἀπὸ προσώπου φεύγει πᾶσα ἡ γῆ. καὶ πῶς ἡμεῖς ἐξενοδοχήσαμεν τὴν σὴν βασιλείαν καὶ κυριότητα; τότε ἀποκριθήσεται πάλιν ὁ βασιλεὺς τῶν βασιλευόντων, λέγων πρὸς αὐτοὺς “ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε„. ἐφ᾽ ὅσον οὓς προεῖπον ὑμῖν ἐξενοδοχήσατε, ἐνεδύσατε καὶ ἐθρέψατε καὶ ἐποτίσατε τὰ μέλη μου, τοὺς πτωχούς, ἐμοὶ ἐποιήσατε. ἀλλὰ δεῦτε εἰς τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἀπολαύσατε εἰς αἰῶνα αἰῶνος παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ πνεύματος. ποῖον ἄρα στόμα ἐκδιηγήσεται τὰ ἀγαθὰ ἐκεῖνα “ἃ ὀφθαλμὸς οὐκ οἶδεν οὔτε οὖς οὐκ ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν„. ἔγνωτε χαρὰν ἀδιάδοχον, ἔγνωτε βασιλείαν ἀσάλευτον, ἔγνωτε τρυφὴν ἀγαθῶν τέλος μὴ ἔχουσαν.

μάθετε καὶ τὴν τῶν ἐξ εὐωνύμων ὀδυνηρὰν φωνήν, ἣν πρὸς αὐτοὺς ἀποφθέγξεται ὁ δίκαιος κριτὴς καὶ θεὸς ὁ πρᾷος ἐν θυμῷ ἀμέτρῳ καὶ ὀργῇ “ἀπέλθετε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ„. ὑμεῖς δὲ ἑαυτοῖς ταῦτα προεξενήσατε. δέξασθε ἑαυτοῖς καὶ τὴν ἀπόλαυσιν. “ἀπέλθετε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον καὶ εἰς τὸ πῦρ τὸ ἄσβεστον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ„. ἐγὼ ἔπλασα καὶ ἄλλῳ προσηνέχθητε. ἐγώ εἰμι ὁ ἐκ μήτρας ἐξαγαγὼν ὑμᾶς κἀμὲ ἠθετήσατε. ἐγώ εἰμι ὁ ἐκ γῆς διαπλάσας προστάξει μου καὶ ἄλλῳ προσηνέχθητε. ἐγώ εἰμι ὁ διαθρέψας ὑμᾶς καὶ ἄλλῳ ἐδουλεύσατε. ἐγὼ τὴν γῆν καὶ τὴν θάλασσαν πρὸς διατροφὴν ὑμῶν καὶ συμπέρασμα βίου προσέταξα, ὑμεῖς δὲ τὰς ἐντολάς μου παρηκούσατε. ἐγὼ τὸ φῶς ὑμῖν ἐποίησα πρὸς ἀπόλαυσιν τῆς ἡμέρας καὶ τὴν νύκτα πρὸς ἀνάπαυσιν, ὑμεῖς δὲ τοῖς ἔργοις τοῖς πονηροῖς ἐμὲ παρεπικράνατε καὶ ἠθετήσατε καὶ τοῖς πάθεσι θύραν ἠνοίξατε. “ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, ἐργάται τῆς ἀδικίας„. οὐκ οἶδα ὑμᾶς, οὐ γνωρίζω ὑμᾶς. ἄλλου κυρίου ἐργάται ἐγένεσθε, τουτέστι τοῦ διαβόλου. μετ᾽ αὐτοῦ τὸ σκότος κληρονομήσατε καὶ τὸ ἄσβεστον πῦρ καὶ τὸν σκώληκα τὸν ἀκοίμητον καὶ τὸν βρυγμὸν τῶν ὀδόντων. “ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με. ξένος ἤμην καὶ οὐ συνηγάγετέ με.

γυμνὸς καὶ οὐ περιεβάλετέ με. ἠσθένησα καὶ οὐκ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ οὐκ ἤλθετε πρὸς μέ„. τὰς ἀκοὰς ὑμῶν ἐποίησα πρὸς τὸ ἀκούειν ὑμᾶς τῶν γραφῶν, ὑμεῖς δὲ ταύτας ηὐτρεπίσατε εἰς ᾄσματα δαιμονικὰ καὶ κιθάρας καὶ γελοῖα. τοὺς ὀφθαλμοὺς ὑμῶν ἐποίησα πρὸς τὸ καθορᾶν τὸ φῶς τῶν ἐντολῶν μου καὶ ἐκτελεῖν αὐτάς, ὑμεῖς δὲ προσκαλεῖτε πορνείας καὶ ἀσελγείας καὶ τῇ λοιπῇ ἀκαθαρσίᾳ αὐτοὺς διηνοίξατε. τὸ στόμα ὑμῶν πρὸς δοξολογίαν καὶ αἶνον καὶ “ψαλμοὺς καὶ ᾠδὰς πνευματικὰς„ ηὐτρέπισα λαλεῖν καὶ μελετᾶν διὰ παντὸς τὴν ἀνάγνωσιν, ὑμεῖς δὲ πρὸς λοιδορίας καὶ ὅρκους καὶ βλασφημίας αὐτὸ ἡτοιμάσατε, καθήμενοι καταλαλοῦντες τοὺς πλησίους ὑμῶν. τὰς χεῖρας ὑμῶν πρὸς προσευχὰς καὶ δεήσεις ἐποίησα τοῦ ἐκπετάσαι, ὑμεῖς δὲ πρὸς ἁρπάγματα καὶ φόνους καὶ ἀλληλοφονίας ἐξετείνατε. τοὺς πόδας ὑμῶν ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ ἐν ἐκκλησίαις καὶ τοῖς οἴκοις τῶν ἁγίων μου διεταξάμην ὁδεύειν, ὑμεῖς δὲ εἰς μοιχείας καὶ εἰς πορνείας καὶ θέατρα καὶ ὀρχήσεις καὶ μετεωρισμοὺς ἐδιδάξατε τρέχειν. ἐλύθη λοιπὸν ἡ πανήγυρις, ἐπαύθη τοῦ βίου τὸ θέατρον, παρῆλθεν ἡ πλάνη αὐτοῦ καὶ ἡ φαντασία. ἐμοὶ προσηνέχθητε, ᾧ “κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων„· πάντες γὰρ οἱ ἀμελήσαντες οὐδὲ οἰκτειρήσαντες ἐν εὐποιΐαις ἐνταῦθα οὐδὲν χρεωστοῦνται ἀλλ᾽ ἢ τὸ πῦρ τὸ ἄσβεστον.

φιλάνθρωπος γὰρ εἰμί, ἀλλὰ καὶ δικαιοκρίτης. πᾶσι γὰρ τὰς κατ᾽ ἀξίαν ἀποδώσω τὰς ἀμοιβάς, πᾶσι κατὰ τὸν ἑκάστου κάματον παρέξω τὸν μισθόν, πᾶσι πρὸς τὸν ἴδιον ἀγῶνα δώσω καὶ τὰς ἀμοιβάς. ἐλεῆσαι βούλομαι, ἀλλ᾽ ἔλαιον ἐν τοῖς ἀγγείοις ὑμῶν οὐ καθορῶ. οἰκτειρῆσαι θέλω, ἀλλ᾽ ὅλως ἄνευ οἰκτιρμῶν τὸν βίον μετήλθετε. σπλαγχνισθῆναι σπεύδω, ἀλλ᾽ αἱ λαμπάδες ὑμῶν σκοτειναί εἰσιν ἐκ τῆς ἀσπλαγχνίας. “ἀπέλθετε ἀπ᾽ ἐμοῦ„. “ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι τῷ μὴ ποιήσαντι ἔλεος„. τότε ἀποκριθήσονται καὶ αὐτοὶ πρὸς τὸν φοβερὸν κριτὴν καὶ ἀπροσωπόληπτον “κύριε, πότε σε ἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;„ κύριε, οὐ γνωρίζεις ἡμᾶς; σὺ ἡμᾶς ἔπλασας, σὺ ἐδημιούργησας, σὺ ἐκ τεσσάρων στοιχείων ἡμᾶς συνήρμοσας, σὺ πνεῦμα καὶ ψυχὴν ἔθηκας, σοὶ ἐπιστεύσαμεν, σοῦ τὴν σφραγῖδα μετέσχομεν. σοῦ τὸ βάπτισμα ἐλάβομεν. σὲ ὡμολογήσαμεν θεόν, σὲ ἔγνωμεν κτιστήν. ἐν σοὶ σημεῖα πεποιήκαμεν. διὰ σοῦ δαίμονας ἀπηλάσαμεν. διὰ σὲ τὴν σάρκα ἐτήξαμεν, διὰ σὲ παρθενίαν ἐφυλάξαμεν, διὰ σὲ ἁγνείαν ἐπεσπασάμεθα, διὰ σὲ πάροικοι τῆς γῆς ἐγενήθημεν. καὶ λέγεις “οὐκ οἶδα ὑμᾶς, ἀπέλθετε ἀπ᾽ ἐμοῦ„; τότε ἀποκριθήσεται καὶ αὐτοῖς λέγων Ὡμολογήσατέ με δεσπότην, ἀλλὰ τοῖς λόγοις μου οὐκ ἐπειθαρχήσατε. τὴν σφραγῖδα τοῦ σταυροῦ μου ἐσημειώθητε, ἀλλὰ ταύτην ἀσπλαγχνίᾳ ἠφανίσατε.