δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν„, οἱ τὸν πλοῦτον μὴ τιμήσαντες, οἳ ἐλεήσατε τὸν πένητα, οἱ τοῖς ὀρφανοῖς βοηθήσαντες, οἱ ταῖς χήραις ἐπικουρήσαντες, οἱ τοὺς διψῶντας ποτίσαντες, οἱ τοὺς πεινῶντας διαθρέψαντες, οἱ τοὺς ξένους ἐπισυναγαγόντες, οἱ τοὺς γυμνοὺς ἐνδύσαντες, οἱ τοὺς ἀσθενεῖς ἐπισκέψαντες, οἱ τοὺς ἐν φυλακαῖς παραμυθήσαντες, οἱ τοῖς τυφλοῖς ἐπικουρήσαντες, οἱ τὴν σφραγῖδα τῆς πίστεως ἄθραυστον διαφυλάξαντες, οἱ ταῖς ἐκκλησίαις ἐπισυντρέχοντες, οἱ τῶν γραφῶν μου ἀκούοντες, οἱ τοῖς λόγοις μου ποθήσαντες, οἱ τὸν νόμον μου τηρήσαντες ἡμέρας καὶ νυκτός, οἱ συγκακοπαθήσαντές μοι καλοὶ στρατιῶται, ἐμοὶ τῷ οὐρανίῳ βασιλεῖ ἀρέσαι βουλόμενοι. “δεῦτε κληρονομήσατε ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου„. ἰδοὺ ἡ βασιλεία μου ηὐτρέπισται. ἰδοὺ ἡ παράδεισος ἠνεῴχθη. ἰδοὺ ἡ ἀθανασία μου κεκαλλώπισται. “δεῦτε πάντες κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου„. τότε ἀποκριθήσονται οἱ δίκαιοι, ἐκπληττόμενοι τῷ μεγέθει τοῦ θαύματος, ὅτι ὃν οὐ δύνανται βλέπειν τρανῶς ἀγγέλων τὰ τάγματα ὡς φίλους αὐτοὺς προσκαλεῖται, καὶ βοήσουσι πρὸς αὐτὸν “κύριε, πότε σε ἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν; δέσποτα, πότε σε ἴδομεν διψῶντα καὶ ἐποτίσαμεν;„ φοβερέ, πότε σε ἴδομεν γυμνὸν καὶ περιεβάλομεν;