Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ συντελείας τοῦ κόσμου (Νόθος)

Ἱππόλυτος Ῥώμης

Επίλογος και παραίνεση

Τελική προτροπή προς τους πιστούς για πνευματική εγρήγορση και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 5 από 5

τὸ βάπτισμά μου ἐλάβετε, ἀλλὰ τὰς ἐντολάς μου οὐκ ἐφυλάξατε. [τὸ σῶμα τῇ παρθενίᾳ κατεδαμάσατε, ἀλλὰ τὴν ἐλεημοσύνην οὐκ ἐφυλάξατε,] ἀλλὰ τὴν μισαδελφίαν ἐκ τῶν ὑμετέρων ψυχῶν οὐκ ἐσοβήσατε. “οὐ γὰρ πᾶς ὅστις λέγει μοι Κύριε κύριε, σωθήσεται, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημά μου„. “καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον„. ἠκούσατε, ἀγαπητοί, τοῦ κυρίου τὴν ἀπόκρισιν, ἔγνωτε τοῦ κριτοῦ τὴν ἀπόφασιν, ἐμάθετε οἷον κριτήριον φοβερὸν ἡμᾶς ἀναμένει καὶ ἡμέρα καὶ ὥρα. ταύτης φροντίσωμεν καθ᾽ ἑκάστην, ταύτης μελετήσωμεν ἡμέρας καὶ νυκτὸς καὶ ἐν τοῖς οἴκοις καὶ ἐν πλατείαις καὶ ἐν ταῖς ἐκκλησίαις, ἵνα μὴ εἰς τὴν δίκην ἐκείνην τὴν φοβερὰν καὶ ἀπροσωπόληπτον παρασταθῶμεν κατακεκριμένοι, ταπεινοὶ καὶ σκυθρωποί, ἀλλὰ μετὰ καθαρᾶς πράξεως καὶ βίου καὶ πολιτείας καὶ ἐξομολογήσεως, ἵνα εἴπῃ καὶ πρὸς ἡμᾶς ὁ εὔσπλαγχνος καὶ φιλάνθρωπος θεὸς “ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην„ καὶ τὸ “εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου„, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.