Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ συντελείας τοῦ κόσμου (Νόθος)

Ἱππόλυτος Ῥώμης

Ο Αντίχριστος στις προφητείες και η καταγωγή του

Αναφορά στις αποστολικές επιστολές, την προφητεία του Δανιήλ για τα τέσσερα θηρία, και σύγκριση της καταγωγής του Αντιχρίστου από τη φυλή του Δαν σε αντιδιαστολή με τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 5

καὶ πολλοὺς πλανήσουσι καὶ πολλοὶ τῶν ἀνθρώπων δραμοῦσιν ἀπὸ ἀνατολῶν ἕως δυσμῶν καὶ ἀπὸ βορρᾶν ἕως θαλάσσης, λέγοντες Ποῦ ὧδε ὁ Χριστός; ποῦ ἐκεῖ ὁ Χριστός; ἀλλὰ μάταιον φρόνημα κεκτημένοι καὶ τὰς γραφὰς ἐμμελῶς οὐκ ἀναγινώσκοντες, οὐκ ὀρθὰ φρονοῦντες ζητήσουσιν ὄνομα, ὅπερ εὑρεῖν οὐ δυνήσονται. “δεῖ γὰρ πρῶτον ταῦτα γενέσθαι„ καὶ οὕτως ὀφθῆναι τὸν υἱὸν τῆς ἀπωλείας ἤγουν τὸν διάβολον. καὶ οἱ θεηγόροι ἀπόστολοι βεβαιοῦντες τὴν τοῦ κυρίου Ἰησοῦ Χριστοῦ παρουσίαν, ἕκαστος αὐτῶν ὑπέδειξε τῶν ἐναγῶν καὶ φθοροποιῶν ἀνθρώπων τὴν ἀνάδειξιν τούτων καὶ ἐκήρυξαν ἀναφανδὸν τὰς τούτων ἀθεμίτους πράξεις. πρῶτος ὁ Πέτρος, ἡ πέτρα τῆς πίστεως, ὃν ἐμακάρισε Χριστὸς ὁ θεὸς ἡμῶν, ὁ διδάσκαλος τῆς ἐκκλησίας, ὁ πρῶτος μαθητής, ὁ τὰς κλεῖς τῆς βασιλείας ἔχων, ἐδίδαξεν ἡμᾶς λέγων “τοῦτο πρῶτον γινώσκετε, τέκνα, ὅτι ἐλεύσονται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι„ καὶ “ἐν ἡμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας.„ μετὰ τοῦτον συνῳδὰ Ἰωάννης ὁ θεολόγος καὶ ἠγαπημένος τοῦ Χριστοῦ βοᾷ “φανερά ἐστι τὰ τέκνα τοῦ διαβόλου„ “καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ἀλλὰ μὴ πλανηθῆτε ὀπίσω αὐτῶν. μὴ παντὶ πνεύματι πιστεύετε, ὅτι πολλοὶ ψευδοπροφῆται ἐληλύθασιν εἰς τὸν κόσμον„.

εἶτα ὁ Ἰούδας Ἰακώβου τὰ ὅμοια τούτων λέγει “ἐπ᾽ ἐσχάτων τῶν χρόνων ἔσονται ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν„. οὗτοί εἰσιν οἱ ἀφόβως ἑαυτοὺς ποιμαίνοντες. ἔγνως τῶν θεολόγων καὶ ἀποστόλων τὴν συμφωνίαν καὶ ὁμόνοιαν τῆς διδαχῆς αὐτῶν. ἄκουε λοιπὸν καὶ Παύλου λέγοντος παρρησίᾳ, πῶς τούτους φανερῶς ἀποκαλύπτει. “βλέπετε τοὺς κακοὺς ἐργάτας. βλέπετε τὴν κατατομήν„ “βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης„. “βλέπετε, πῶς ἀκριβῶς περιπατεῖτε, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν„. λοιπὸν τίς ἕξει ἀπολογίαν, ἀκούων ταῦτα ἐν τῇ ἐκκλησίᾳ, παρά τε τῶν προφητῶν καὶ ἀποστόλων καὶ παρ᾽ αὐτοῦ τοῦ κυρίου, καὶ οὐ φροντίσει τῆς ψυχῆς αὐτοῦ τὴν ἐπιμέλειαν καὶ τὸν καιρὸν τῆς συντελείας καὶ τὴν ὥραν ἐκείνην, ἣν μέλλομεν παρίστασθαι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ. ἀλλὰ τῆς συντελείας τοῦ λόγου [πέρας δώσαντες] τρέψομεν τὴν διήγησιν ἐπὶ τὰ ἀκόλουθα ὡς ἡμῖν μέλλοντα ῥηθήσεσθαι. παράγω δὲ εἰς μέσον ἀξιόπιστον μάρτυρα, τὸν προφήτην Δανιήλ, ὃς τὸ ἐνύπνιον τοῦ Ναβουχοδονόσορ διέλυσε καὶ ἀπὸ τῆς ἀρχῆς τῶν βασιλέων ἕως τῆς συντελείας ὑπέδειξεν ἀπαράτροπον ὁδὸν τοῖς ὁδεῦσαι θέλουσιν, τῆς ἀληθείας τὴν δήλωσιν. τί γάρ φησιν ὁ προφήτης;

ἀριδήλως πρὸς τὸν Ναβουχοδονόσορ προήγγειλεν “ἐθεώρεις, ὦ βασιλεῦ, καὶ ἰδοὺ εἰκὼν μεγάλη ἑστῶσα πρὸ προσώπου σου, ἧς ἡ κεφαλὴ χρυσίου, οἱ βραχίονες αὐτῆς καὶ οἱ ὦμοι ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μὲν μέρος τι σιδηροῦν καὶ μέρος τι ὀστράκινον. ἐθεώρεις ἕως οὗ ἀπετμήθη λίθος ἄνευ χειρὸς καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν εἰς τέλος. τότε ἐλεπτύνθησαν εἰσάπαξ τὸ ὄστρακον καὶ ὁ σίδηρος καὶ ὁ χαλκός, ὁ ἄργυρος καὶ ὁ χρυσός, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς, καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο εἰς ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν„. διὸ συνάψαντες τούτοις καὶ τὰς τοῦ Δανιὴλ ὁράσεις μίαν ἐν ἀμφοτέροις τὴν διήγησιν ποιησόμεθα, ἐπιδεικνύντες πῶς σύμφωνα καὶ ἀληθῆ ἦσαν τοῦ προφήτου τὰ ὁραθέντα, ἅπερ καὶ ὁ Ναβουχοδονόσορ προεώρακεν. λέγει γὰρ οὕτως ὁ προφήτης “ἐγὼ Δανιὴλ ἐθεώρουν καὶ ἰδοὺ οἱ τέσσαρες οἱ ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων. τὸ πρῶτον θηρίον ὡσεὶ λέαινα καὶ πτερὰ αὐτῆς ὡς ἀετοῦ. ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. καὶ ἰδοὺ θηρίον δεύτερον ὅμοιον ἄρκτῳ.

καὶ εἰς μέρος ἓν ἐστάθη καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς. καὶ οὕτως ἔλεγον αὐτῇ Ἀνάστηθι, φάγε σάρκας πολλάς. ὀπίσω αὐτοῦ ἐθεώρουν καὶ ἰδοὺ θηρίον τρίτον ὡσεὶ πάρδαλις καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς. τέσσαρες κεφαλαὶ τῷ θηρίῳ. ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ τέταρτον θηρίον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσῶς, οἱ ὀδόντες αὐτοῦ σιδηροῖ μεγάλοι καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. καὶ αὐτὸ διαφέρον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ. καὶ κέρατα δέκα αὐτῷ. προσενόουν τοῖς κέρασιν αὐτοῦ καὶ ἰδοὺ μικρὸν κέρας ἀνέβη ἐν μέσῳ αὐτῶν καὶ τρία κέρατα ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ, καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα„. ἐπεὶ οὖν δυσνόητα πᾶσι δοκεῖ ταῦτα τὰ μυστικῶς εἰρημένα παρὰ τοῦ προφήτου, οὐδὲν τούτων ἀποκρύψωμεν τοῖς ὑγιῆ τὸν νοῦν κεκτημένοις. τὸ πρῶτον θηρίον εἰπὼν ὁ Δανιὴλ ἤγουν τὴν λέαιναν τὴν ἐκ τῆς θαλάσσης ἀναβαίνουσαν, τὴν τῶν Βαβυλωνίων γεγενημένην βασιλείαν ἐν τῷ κόσμῳ σημαίνει, ταύτην οὖσαν τῆς εἰκόνος τὴν χρυσῆν κεφαλήν. τὸ δὲ λέγειν “πτερὰ αὐτῆς ὡς ἀετοῦ„, ὅτι ὑψώθη ὁ βασιλεὺς Ναβουχοδονόσορ καὶ κατὰ τοῦ θεοῦ ἐπήρθη. εἶτα, φησίν, “ἐξετίλη τὰ πτερὰ αὐτῆς„, ὅτι καθῃρέθη αὐτοῦ ἡ δόξα.

ἐδιώχθη γὰρ ἐκ τῆς βασιλείας αὐτοῦ. τὸ δὲ εἰπεῖν “καρδία ἀνθρώπου ἐδόθη αὐτῷ καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη„ ὅτι μετενόησεν, ἐπιγνοὺς ἑαυτὸν ὅτι ἄνθρωπός ἐστιν, καὶ ἔδωκε δόξαν τῷ θεῷ. ἰδοὺ ἀπέδειξε τοῦ πρώτου θηρίου τὴν ὁμοίωσιν. μετὰ οὖν τὴν λέαιναν δεύτερον ὁρᾷ θηρίον ὁ προφήτης, ὅμοιον ἄρκτῳ, ὅπερ ἦσαν Πέρσαι. μετὰ γὰρ Βαβυλωνίους Πέρσαι ἐκράτησαν. τὸ δὲ λέγειν “τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἐθεώρουν„ τρία ἔθνη ἔδειξεν, Πέρσας Μήδους καὶ Βαβυλωνίους, ὅπερ δέδεικται μετὰ τοῦ χρυσίου ὁ ἄργυρος ἐν τῇ εἰκόνι. ἰδοὺ καὶ τὸ δεύτερον θηρίον ἀπεδείξαμεν. ἔπειτα τὸ τρίτον ἡ πάρδαλις, οἵτινες ἦσαν Ἕλληνες· μετὰ γὰρ Πέρσας Ἀλέξανδρος ὁ τῶν Μακεδόνων ἐκράτησεν, καθελὼν τὸν Δαρεῖον· ὃ δέδεικται ἐν τῇ εἰκόνι ὁ χαλκός. τὸ δὲ λέγειν “πτερὰ τέσσαρα πετεινοῦ καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ„ σαφέστατα ἔδειξε πῶς διεμερίσθη εἰς τέσσαρα μέρη ἡ βασιλεία τοῦ Ἀλεξάνδρου. τέσσαρας γὰρ κεφαλὰς εἶχεν, τοὺς τέσσαρας βασιλεῖς ἐξ αὐτῆς ἀναστάντας. τελευτῶν γὰρ ὁ Ἀλέξανδρος διεῖλε τὴν βασιλείαν αὐτοῦ εἰς τέσσαρα μέρη. ἰδοὺ καὶ τὸ τρίτον εἴπομεν. ἔπειτα, φησίν, “τέταρτον θηρίον φοβερὸν καὶ ἔκθαμβον. οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες χαλκοῖ„. τίνες οὗτοι ἀλλ᾽ ἢ ἡ Ῥωμαίων βασιλεία, ὅπερ ἐστὶν ὁ σίδηρος ἐν ᾧ συνθλάσει τὰ πρὸ αὐτῆς πάντα βασίλεια καὶ κατακυριεύσει πάσης τῆς γῆς.

μετὰ οὖν τοῦτο τί περιλείπεται ἑρμηνεῦσαι ἡμῖν ὧν ἑώρακεν ὁ προφήτης ἀλλ᾽ ἢ τὰ ἴχνη τῶν ποδῶν τῆς εἰκόνος, ἐν οἷς καὶ μέρος μέν τι σιδηροῦν, μέρος δὲ ὀστράκινον, ἅμα μεμιγμένον εἰς ἓν τὰ ἀμφότερα. μυστικῶς γὰρ ἐδήλωσε διὰ τῶν δέκα δακτύλων τῶν ποδῶν τῆς εἰκόνος τοὺς δέκα βασιλεῖς τοὺς ἐξ αὐτοῦ ἐγειρομένους, ἅπερ ἑρμήνευσεν ὁ Δανιήλ. “προσενόουν γὰρ τὸ θηρίον„ ἤγουν τὸ τέταρτον “καὶ ἰδοὺ δέκα κέρατα ὀπίσω αὐτοῦ, ἐν οἷς ἀνέβη ἕτερον κέρας ὡς παραφυάδιον καὶ τρία πρὸ αὐτοῦ ἐκριζώσει„. ὅπερ δέδεικται κέρας τὸ παραφυάδιον ἄλλον μὴ εἶναι εἰ μὴ ὁ ἀντίχριστος ὁ μέλλων ἀναστῆσαι τὴν τῶν Ἰουδαίων βασιλείαν. τρία δὲ κέρατα, ἃ μέλλει παρ᾽ αὐτοῦ ἐκριζοῦσθαι, τρεῖς βασιλεῖς δεικνύει, Αἰγύπτου Λιβύων τε καὶ Αἰθιόπων, οὓς ἀνελεῖ παρατάξει πολέμου ὡς κρατήσας ἁπάντων, δεινὸς ὢν τύραννος, θλίψιν καὶ διωγμὸν ἐπὶ τοὺς ἁγίους ποιήσει, ἐπαιρόμενος κατ᾽ αὐτῶν. ὁρᾷς, πῶς ὁ Δανιὴλ τῶν βασιλειῶν τὴν διακράτησιν τῷ Ναβουχοδονόσορ διηρμήνευσεν. βλέπεις, πῶς τῆς εἰκόνος τὴν μορφὴν πᾶσι τοῖς πέρασιν ἐδήλωσεν. ἔγνως, τῶν τεσσάρων θηρίων τὴν ἐκ τῆς θαλάσσης ἀνάβασιν πῶς ἡμῖν προϋπέδειξεν. λοιπόν ἐστι τὰ μερικῶς πραχθέντα ὑπὸ τοῦ ἀντιχρίστου ὑμῖν μὴ ἀποκρύψωμεν, ἀλλ᾽ ὅσον ἐφικτὸν διά τε προφητῶν διά τε γραφῶν αὐτοῦ ἀνακηρύξωμεν τὴν ἐπὶ πᾶσαν τὴν γῆν πλάνην καὶ παράνομον ἔλευσιν.

τοῦ μὲν κυρίου Ἰησοῦ Χριστοῦ κατὰ σάρκα ἐπιδημήσαντος ἐκ τῆς ἁγίας ἀχράντου παρθένου καὶ τὴν τοῦ Ἰούδα φυλὴν ἀναλαβομένου καὶ ἐξ αὐτῆς προελθόντος, τὸ βασιλικὸν τῆς συγγενείας ἐδήλωσε κατὰ τὸν Ἰακώβ, τὸν ἐν ταῖς εὐλογίαις ἀναφωνοῦντα πρὸς τὸν ἑαυτοῦ υἱὸν “Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου. αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνήσουσί σε οἱ υἱοὶ πατρός σου. σκύμνος λέοντος Ἰούδα. ἐκ βλαστοῦ μου, υἱέ, ἀνέβης. ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ καὶ αὐτὸς προσδοκία ἐθνῶν„. ἴδε τοῦ Ἰακὼβ τὰ ῥήματα, πρὸς τὸν Ἰούδαν λεγόμενα, ἐπὶ τοῦ κυρίου πληρωθέντα. τὸ αὐτὸ δὴ καὶ ἐπὶ τοῦ ἀντιχρίστου ὁ πατριάρχης βοᾷ. διὸ ὥσπερ εἰς τὸν Ἰούδα προεφήτευσεν, οὕτω καὶ ἐπὶ τὸν υἱὸν αὐτοῦ Δάν. ὁ γὰρ Ἰούδας υἱὸς αὐτοῦ ὑπῆρχε τέταρτος, ὁ δὲ Δὰν καὶ αὐτὸς υἱὸς αὐτοῦ ἕβδομος. τί γὰρ ἐπ᾽ αὐτοῦ ἐβόησεν; “γενηθήτω Δὰν ὄφις ἐφ᾽ ὁδοῦ καθήμενος, δάκνων πτέρναν ἵππου„. ὄφις τίς ἦν ἀλλ᾽ ἢ ὁ ἀπ᾽ ἀρχῆς πλάνος, ὁ ἐν τῇ γενέσει εἰρημένος, ὁ πλανήσας τὴν Εὖαν καὶ πτερνίσας τὸν Ἀδάμ; ἀλλ᾽ ἐπειδὴ διὰ πλειόνων δεῖ ἀποδεῖξαι τὰ λεγόμενα, οὐκ ὀκνήσομεν.

ὅτι μὲν γὰρ οὗτος ἐκ τῆς φυλῆς τοῦ Δὰν μέλλει γεννᾶσθαι καὶ ἀντιτάσσεσθαι, τύραννος ὤν, βασιλεύς, κριτὴς δεινὸς καὶ διάβολος, ὥς φησιν ὁ προφήτης “Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ„. ἀλλ᾽ ἐρεῖ τις ὅτι τοῦτο ἐπὶ τοῦ Σαμψὼν εἴρηται, ὃς ἐκ τῆς φυλῆς τοῦ Δὰν γεννηθεὶς ἔκρινε τὸν λαὸν αὐτοῦ εἴκοσιν ἔτη. τὸ μὲν ἐπὶ τοῦ Σαμψὼν μερικὸν γεγένηται, τὸ δὲ καθ᾽ ὅλου πληρωθήσεται ἐπὶ τὸν ἀντίχριστον. λέγει γὰρ καὶ Ἱερεμίας οὕτως· “[σπουδὴν] ἐκ Δὰν ἀκουσώμεθα ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ γῆ„. καὶ πάλιν Μωϋσῆς φησιν “σκύμνος λέοντος Δὰν καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασάν„. ἀλλ᾽ ἵνα μή τις σφαλῇ περὶ τοῦ σωτῆρος εἰρῆσθαι τὸ ῥητὸν τοῦτο, ἐπιστησάτω τὸν νοῦν. “Δάν„ φησι “σκύμνος λέοντος„. τὴν φυλὴν ὀνομάσας τοῦ Δάν, ἐσαφήνισε τὸ προκείμενον, ἐξ ἧς μέλλει ὁ διάβολος γεννᾶσθαι. ὥσπερ γὰρ ἐκ τῆς φυλῆς Ἰούδα γεννᾶται ὁ Χριστός, οὕτως ἐκ τῆς Δὰν φυλῆς γεννήσεται ὁ ἀντίχριστος. τοῦ μὲν κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ υἱοῦ τοῦ θεοῦ διὰ τὸ βασιλικὸν καὶ ἔνδοξον λέοντος προκεκηρυγμένου, τῷ αὐτῷ τρόπῳ καὶ τὸν διάβολον ὁμοίως λέοντα προανηγόρευσεν ἡ γραφὴ διὰ τὸ τυραννικὸν αὐτοῦ καὶ βίαιον. κατὰ πάντα γὰρ ἐξομοιοῦσθαι βούλεται ὁ πλάνος τῷ υἱῷ τοῦ θεοῦ. λέων ὁ Χριστὸς καὶ λέων ὁ ἀντίχριστος.

βασιλεὺς ὁ Χριστὸς τῶν οὐρανίων καὶ ἐπιγείων καὶ βασιλεὺς γενήσεται ἐπὶ γῆς ὁ ἀντίχριστος. ἐδείχθη ὁ σωτὴρ ὡς ἀρνίον [καὶ αὐτὸς φανήσεται ὡς ἀρνίον, λύκος ὢν ἔνδοθεν. ἐμπερίτομος ὁ σωτὴρ γέγονε] καὶ αὐτὸς ὁμοίως ἐν περιτομῇ γενήσεται. ἀπέστειλεν ὁ Χριστὸς τοὺς ἀποστόλους εἰς πάντα τὰ ἔθνη καὶ αὐτὸς ὁμοίως πέμψει ψευδαποστόλους. συνήγαγε τὰ ἐσκορπισμένα πρόβατα ὁ Χριστὸς καὶ αὐτὸς ὁμοίως συνάξει τὸν ἐσκορπισμένον λαὸν τῶν Ἑβραίων. ἔδωκεν ὁ Χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν καὶ αὐτὸς ὁμοίως δώσει τὸ ἑαυτοῦ σημεῖον. ἐν σχήματι ἀνθρώπου ἐφάνη ὁ κύριος καὶ αὐτὸς ὁμοίως ἐν σχήματι ἀνθρώπου ἐξελεύσεται. ἐκ τῶν Ἑβραίων ὁ Χριστὸς ἀνέτειλε καὶ αὐτὸς ἐξ Ἰουδαίων γεννήσεται. ἀνέδειξεν ὁ Χριστὸς τὴν ἰδίαν σάρκα ὡς ναὸν καὶ ἀνέστησε τριήμερον καὶ αὐτὸς ἀναστήσει τὸν ἐν Ἱεροσολύμοις λίθινον ναόν. καὶ ταῦτα μὲν τὰ πλάνα αὐτοῦ τεχνάσματα ἐν τοῖς ἑξῆς δηλωθησομένοις ἐμφανῆ γενήσονται τοῖς νουνεχῶς ἡμῶν ἀκούουσιν. καὶ γὰρ δύο παρουσίας τοῦ Χριστοῦ καὶ σωτῆρος διὰ τῶν γραφῶν ἐδιδάχθημεν. καὶ ἡ μὲν πρώτη κατὰ σάρκα γεγενημένη ἄτιμος διὰ τὸ ταπεινὸν δειχθῆναι αὐτόν. οὕτω καὶ ἡ δευτέρα αὐτοῦ παρουσία κεκήρυκται ἐν δόξῃ, ὡς πάρεστιν ἀπὸ οὐρανῶν μετὰ δυνάμεως καὶ ἀγγέλων καὶ πατρικῆς δόξης.