Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ τῆς θεοφανείας (Νόθος)

Ἱππόλυτος Ῥώμης

Η αγαθότητα της δημιουργίας και η σημασία των υδάτων

Έπαινος των δημιουργημάτων του Θεού και ανάδειξη του ζωτικού ρόλου του ύδατος για τη συντήρηση της κτίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 1 από 5

Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος λόγος εἰς τὰ ἅγια θεοφάνεια. Πάντα μὲν καλά, καὶ καλὰ λίαν τὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν δημιουργήματα, ὅσα τε ὀφθαλμὸς ὁρᾷ καὶ ὅσα ψυχὴ διανοεῖται, ὅσα τε λόγος ἑρμηνεύει καὶ ὅσα χεὶρ περιστρέφει, ὅσα ἡ διάνοια περιέχει καὶ ὅσα ἡ ἀνθρωπότης καταλαμβάνει. τί γὰρ τοῦ οὐρανίου δίσκου πολυμορφώτερον κάλλος; τί δὲ τοῦ ἐπιγείου χωρίου πολυανθέστερον εἶδος; τί δὲ τοῦ ἡλιακοῦ ἅρματος ὀξυτικώτερον εἰς δρόμον; τί δὲ τοῦ σεληνιακοῦ στοιχείου χαριέστερον ζεῦγος; τί δὲ τοῦ πολυπηγήτου τῶν ἄστρων μουσείου ἀξιαγαστότερον ἔργον; τί δὲ τῶν ἐπιτηδείων ἀνέμων πλουσιώτερον εἰς πρόσοδον; τί δὲ τοῦ ἡμερινοῦ φωτὸς ἀκηλιδωτότερον ἔσοπτρον; τί δὲ τοῦ ἀνθρώπου ἐντιμότερον ζῷον; πάντα μὲν οὖν καλὰ λίαν τὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν δημιουργήματα. τί δὲ καὶ τῆς τοῦ ὕδατος φύσεως ἀναγκαιότερον χάρισμα; πάντα γὰρ τοῖς ὕδασι καὶ λούεται καὶ τρέφεται καὶ καθαίρεται καὶ ἀρδεύεται. ὕδωρ τὴν γῆν βαστάζει, ὕδωρ τὴν δρόσον τίκτει, τὴν ἄμπελον ἱλαρύνει. ὕδωρ τὸν στάχυν τελεσφορεῖ, ὕδωρ τὸν βότρυν ἀπομφακίζει, ὕδωρ ἔλαιον ἁπαλύνει, ὕδωρ τὸν φοίνικα γλυκαίνει, ὕδωρ τὸ ῥόδον ἐρυθραίνει καὶ τὸ ἴον ἀνθίζει, ὕδωρ τὸ κρίνον λαμπροῖς τοῖς κάλυξι τρέφει. καὶ τί μακρολογῶ; ἄνευ τῆς τῶν ὑδάτων φύσεως οὐδὲν τῶν παρόντων συνίσταται.