Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ Ἰουδαίων (Νόθος)

Ἱππόλυτος Ῥώμης

Εισαγωγή και ψαλμικές προφητείες για το Πάθος

Προτροπή προς τους Ιουδαίους για κριτική εξέταση των πράξεών τους και παράθεση προφητειών του Δαβίδ για τον ονειδισμό και τη σταύρωση του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 1 από 3

〈Πρὸς Ἰουδαίους ἀποδεικτική〉 Οὐκοῦν κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου καὶ πρόσεχε, ὦ Ἰουδαῖε· σὺ δὲ πολλάκις ἐκκαυχώμενος ὅτι τὸν Ἰησοῦν τὸν Ναζωραῖον θανάτωι κατέκρινας καὶ ὄξος καὶ χολὴν αὐτὸν ἐπότισας, καὶ σεμνύνηι ἐπὶ τούτωι. δεῦρο οὖν, κοινῶς ἐπισκεψώμεθα μήπως ἀδίκως καυχᾶσαι, ὦ Ἰσραήλ, μήπως σοι τὸ μικρὸν ἐκεῖνο ὄξος καὶ ἡ χολὴ τὴν φοβερὰν [σοι] ταύτην ἐπήγαγεν ἀπειλήν, μήπως δι᾽ αὐτοῦ ἐν τοῖς μυρίοις τούτοις ὑπάρχεις δεινοῖς. προαγέσθω τοίνυν εἰς μέσον ὁ διὰ πνεύματος ἁγίου λαλῶν ἀψευδὴς ὑπάρχων Δαυὶδ ὁ τοῦ Ἰεσσαί. οὗτος ψάλλων τινὰ προφητικῶς εἰς τὸν ἀληθῆ Χριστὸν τὸν θεὸν ἡμῶν ἐμελώιδησεν διὰ τοῦ ἁγίου πνεύματος. πάντα τὰ ὑπὸ Ἰουδαίων εἰς αὐτὸν ἐν τῶι πάθει γινόμενα σαφῶς κατηγγείλατο, ἐν ὧι Χριστὸς ὁ ταπεινώσας ἑαυτὸν καὶ τὴν μορφὴν τοῦ δούλου Ἀδὰμ ἐνδυσάμενος ὡς ἐκ προσώπου ἡμῶν ἐπικαλεῖται τὸν ἐν οὐρανοῖς θεὸν πατέρα καὶ λέγει [ἐν τῶι 〈ξη〉 ψαλμῶι]· σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, τοῦτ᾽ ἐστὶν εἰς τὴν φθορὰν τοῦ ἅιδου διὰ τῆς ἐν παραδείσωι παρακοῆς· 〈καὶ οὐκ ἔστιν ὑπόστασις,〉 ἢ γοῦν ἀντίληψις· 〈ἐξέλειπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν θεόν μου,〉 πότε ἥξει καὶ σώσει με.

εἶτα εἰπὼν τὰ ἑξῆς λέγει λοιπὸν ὡς ἐξ οἰκείου προσώπου ὁ Χριστός· 〈ἃ οὐχ ἥρπαζον,〉 φησίν, 〈τότε ἀπετίννυον,〉 τοῦτ᾽ ἐστὶν ἅπερ οὐχ ἥμαρτον, ὑπὲρ τοῦ ἁμαρτήσαντος Ἀδὰμ ὑπέμεινα τὸν θάνατον, ἐπεί, 〈ὁ θεός, σὺ οἶδας τὴν ἀφροσύνην μου καὶ αἱ πλημμελίαι μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν,〉 τοῦτ᾽ ἐστὶν οὐ γὰρ ἐπλημμέλησα, φησίν. 〈δι᾽ ὃ μὴ αἰσχυνθείησαν οἱ ὑπομένοντές〉 μου ἰδεῖν τὴν τριήμερον ἀνάστασιν, τοῦτ᾽ ἐστὶν οἱ ἀπόστολοι, 〈ὅτι ἕνεκα σοῦ,〉 χάριν τοῦ ὑπακοῦσαί σοι, 〈ὑπήνεγκα ὀνειδισμόν,〉 τοῦτ᾽ ἐστὶν τὸν σταυρόν, ὅτε ἐκάλυψαν 〈ἐντροπῆι τὸ πρόσωπόν μου〉 οἱ Ἰουδαῖοι, ὅτε 〈ἀπηλλοτριωμένος ἐγενήθην τοῖς〉 κατὰ σάρκα 〈ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου,〉 τοῦτ᾽ ἐστὶ συναγωγῆς, διότι ὁ 〈ζῆλος τοῦ οἴκου σου〉, πάτερ, 〈κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε〉 [ἐπέπεσαν ἐπ᾽ ἐμὲ] καὶ θυόντων τοῖς εἰδώλοις 〈ἐπέπεσαν 〈ἐπ᾽〉 ἐμέ.〉 δι᾽ ὃ 〈κατ᾽ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις,〉 ἔξω γὰρ τῆς πύλης με ἐσταύρωσαν, 〈καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον,〉 τοῦτ᾽ ἐστὶν τῆι τοῦ πάσχα ἑορτῆι. 〈ἐγὼ δὲ τῆι προσευχῆι μου πρὸς σέ, κύριε,〉 ἔλεγον· πάτερ, ἄφες αὐτοῖς, τοῖς ἔθνεσιν, διότι 〈καιρὸς εὐδοκίας〉 τῶν ἐθνῶν. 〈μὴ〉 τοίνυν 〈καταποντισάτω με καταιγὶς〉 πειρασμῶν 〈μηδὲ καταπιέτω με βυθός,〉 τοῦτ᾽ ἐστὶν ὁ ἅιδης.