Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ Ἰουδαίων (Νόθος)

Ἱππόλυτος Ῥώμης

Προφητική εξαγγελία της ανταπόδοσης και ερήμωση του ναού

Ερμηνεία των ψαλμικών χωρίων περί της τιμωρίας του λαού και της ερήμωσης του ναού ως συνέπεια της σταυρικής καταδίκης του Υιού του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 3

οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἅιδην 〈μηδὲ συσχέτω ἐπ᾽ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ,〉 τοῦτ᾽ ἐστὶν τὸ μνῆμα. 〈ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με,〉 ἵνα μὴ καυχήσωνται οἱ Ἰουδαῖοι λέγοντες καταπίωμεν αὐτόν. ταῦτα δὲ πάντα Χριστὸς οἰκονομικῶς ὡς ἄνθρωπος ηὔχετο, θεὸς ὢν ἀληθινός, ἀλλ᾽, ὡς φθάσας εἶπον, ἡ μορφὴ τοῦ δούλου ἦν ἡ ταῦτα λέγουσα καὶ πάσχουσα. δι᾽ ὃ ἐπήγαγε λέγων· 〈ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν,〉 τοῦτ᾽ ἐστὶν ἑκουσίως ἔπαθον καὶ οὐκ ἔκ τινος βίας· ὅμως 〈ὑπέμεινα συλλυπούμενον καὶ οὐχ ὑπῆρξε,〉 ἀφέντες γὰρ πάντες οἱ ἐμοὶ μαθηταὶ ἔφυγον, 〈καὶ παρακαλοῦντας καὶ οὐχ εὗρον.〉 ἄκουσον νουνεχῶς, ὦ Ἰουδαῖε, τί φησιν ὁ Χριστός· 〈ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.〉 καὶ ταῦτα μὲν ἔπαθεν ἐξ ὑμῶν· ἄκουσον τοῦ ἁγίου πνεύματος λέγοντος καὶ τί ἀνταπέδωκεν ὑμῖν ἀντὶ τοῦ μικροῦ ἐκείνου ὄξους. λέγει γὰρ ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ θεοῦ· 〈γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν.〉 ποίαν ἀνταπόδοσιν λέγει; εὔδηλον, τὴν νῦν κατέχουσάν σε δυστυχίαν. εἶτα ἄκουσον καὶ τὰ ἑξῆς· 〈σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.〉 ἀλλ᾽ ἐσκοτίσθητε τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς σκοτισμὸν ἀφεγγῆ καὶ αἰώνιον.

ἀνατείλαντος γὰρ τοῦ φωτὸς τοῦ ἀληθινοῦ ὑμεῖς ὡς ἐν νυκτὶ πλανᾶσθε καὶ ἀνοδίαις προσκόπτοντες καὶ κρημνιζόμενοι ὡς καταλείψαντες τὴν ὁδὸν τὴν λέγουσαν 〈ἐγὼ εἰμὶ ἡ ὁδός.〉 εἶτα ἄκουσον καιριώτερον, λέγει γάρ· 〈καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον,〉 τοῦτ᾽ ἐστὶν ἵνα δουλεύσηι τοῖς ἔθνεσι οὐ τετρακόσια ἔτη καὶ τριάκοντα ὡς ἐν Αἰγύπτωι, οὔτε ἑβδομήκοντα ὡς ἐν Βαβυλῶνι, ἀλλὰ διὰ παντός, φησίν, εἰς δουλείαν σύγκαμψον. λοιπὸν τί κενὰς ἐλπίδας ἔχεις ἀπαλλαγῆναι προσδοκῶν τῆς κατεχούσης σε ταλαιπωρίας; τὸ γὰρ παραδοξότερον, καὶ οὐκ ἀδίκως τὴν τῶν ὀμμάτων σου τύφλωσιν ἐπηύξατο, ἀλλ᾽ ὅτι καλύψας τὰ τοῦ Χριστοῦ ὄμματα οὕτως αὐτὸν ἐράπιζες καὶ διὰ τοῦτο τὸν νῶτόν σου διὰ παντὸς σύγκαμψον εἰς δουλείαν. καὶ ἐπειδὴ τὸ αἷμα αὐτοῦ μετ᾽ ὀργῆς ἐξέχεας, ἄκουσον τὸ ἀντίδωρον· 〈ἔκχεον ἐπ᾽ αὐτοὺς τὴν ὀργήν σου καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτοὺς καὶ γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη,〉 πρόδηλον ὁ ναὸς ὁ περιβόητος. διὰ τί, ὦ προφῆτα, εἰπὲ ἡμῖν· τίνος χάριν ὁ ναὸς ἠρημώθη; ἆρα διὰ τὴν πάλαι μοσχοποιίαν; ἆρα διὰ τὴν τοῦ λαοῦ εἰδωλολατρείαν; ἆρα διὰ τὸ τῶν προφητῶν αἷμα; ἆρα διὰ τὰς μοιχείας καὶ πορνείας Ἰσραήλ; οὐδαμῶς, φησίν, ἐπὶ πᾶσιν γὰρ ἐκείνοις πάντοτε συγγνώμης καὶ φιλανθρωπίας ἠξιοῦντο, ἀλλ᾽ ὅτι τὸν υἱὸν τοῦ εὐεργέτου ἐθανάτωσαν.

αὐτὸς γάρ ἐστιν ὁ τῶι πατρὶ συναίδιος 〈υἱός〉, ὅθεν λέγει· γενηθήτω, ὦ πάτερ, ὁ ναὸς αὐτῶν ἠρημωμένος, ὅτι ὃν σὺ πρὸς σωτηρίαν κόσμου θελοντὶ 〈ἐπάταξας, αὐτοὶ κατεδίωξαν,〉 σημαίνει δέ· αὐτοὶ δὲ βιαίωι καὶ καταδίκωι θανάτωι με κατεδίωξαν, 〈καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.〉 πρότερον μὲν ἄλγος εἶχον ὡς φιλάνθρωπος διὰ τὴν πλάνην τῶν ἐθνῶν, ἀλλ᾽ ἐπὶ τὸ ἄλγος προσέθηκάν μοι ἕτερον πλανηθέντες καὶ αὐτοί. δι᾽ ὅ, πάτερ, 〈πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν〉 καὶ θλῖψιν ἐπὶ θλῖψιν, 〈καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνηι σου〉, τοῦτ᾽ ἐστὶν εἰς τὴν βασιλείαν σου, ἀλλ᾽ 〈ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν〉, τοῦτ᾽ ἐστὶν μετὰ τῶν ἁγίων πατέρων πατριαρχῶν αὐτῶν. τί λέγεις πρὸς τοῦτο, ὦ Ἰουδαῖε; οὐ λέγει Ματθαῖος οὐδὲ Παῦλος, ἀλλὰ Δαυὶδ ὁ σὸς χριστός, ὁ κατὰ σοῦ ὁριζόμενος, ὁ τὰς φοβερὰς ἀποφάσεις διὰ Χριστὸν ἀντιδιδόμενος καὶ φθεγγόμενος. καὶ ὡς ὁ μέγας Ἰὼβ ἐρῶ πρὸς ὑμᾶς τῶι δικαίωι καὶ ἀψευδεῖ λέγοντος οὕτως· ἠγόρασας τὸν Χριστὸν δουλοπρεπῶς· ἦλθες πρὸς αὐτὸν ληιστρικῶς ἐν τῶι κήπωι.