Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ Ἰουδαίων (Νόθος)

Ἱππόλυτος Ῥώμης

Η προφητεία του Σολομώντα περί του Δικαίου και η τελική κρίση

Παράθεση της προφητείας του Σολομώντα για τη συνωμοσία κατά του Δικαίου και τον τρόμο των διωκτών του κατά την ώρα της μελλοντικής κρίσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 3

φέρω δὴ εἰς μέσον καὶ τὴν προφητείαν Σολομὼν τὴν λέγουσαν περὶ Χριστοῦ τὰ πρὸς Ἰουδαίους σαφῶς καὶ ἀριδήλως διαγγέλλουσαν, οὐ μόνον τὰ κατὰ τὸν παρόντα καιρόν, ἀλλὰ τὰ κατὰ τὸν μέλλοντα αἰῶνα αὐτοῖς συμβαίνειν 〈μέλλοντα〉 διὰ τὴν αὐθάδειαν καὶ τόλμαν ἣν ἐποίησαν τῶι ἀρχηγῶι τῆς ζωῆς. λέγει γὰρ ὁ προφήτης· οὐ διελογίσαντο οἱ ἀσεβεῖς περὶ Χριστοῦ εἰπόντες ὀρθῶς· 〈ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν καὶ ἐναντιοῦται τοῖς ἔργοις〉 καὶ τοῖς λόγοις 〈ἡμῶν καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου καὶ ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει·〉 εἶτά φησιν· 〈βαρὺς ἡμῖν ἐστιν καὶ βλεπόμενος, ὅτι ἀνόμοιός ἐστι τοῖς ἄλλοις ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. εἰς κίβδηλον ἐλογίσθημεν αὐτῶι καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν〉 καὶ 〈μακαρίζει ἔσχατα δικαίων.〉 καὶ πάλιν ἄκουσον, ὦ Ἰουδαῖε· οὐδεὶς ἐκ τῶν δικαίων ἢ προφητῶν ἐκάλεσεν ἑαυτὸν υἱὸν θεοῦ· λέγει οὖν αὖθις ὡς ἐκ προσώπου Ἰουδαίων ὁ Σολομὼν περὶ τούτου τοῦ δικαίου, ὅς ἐστιν ὁ Χριστός, ὅτι 〈ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν καὶ ἀλαζονεύεται πατέρα θεόν. ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς εἰσιν, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς θεοῦ, ἀντιλήψεται αὐτοῦ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων.

θανάτωι ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ ἐπισκοπὴ αὐτοῦ ἐκ λόγων αὐτοῦ.〉 καὶ πάλιν ὁ Δαυὶδ ἐν Ψαλμοῖς λέγει περὶ τὸν μέλλοντα αἰῶνα· 〈τότε λαλήσει πρὸς αὐτοὺς〉 ὁ Χριστὸς 〈ἐν ὀργῆι αὐτοῦ καὶ ἐν τῶι θυμῶι αὐτοῦ ταράξει αὐτούς.〉 καὶ πάλιν Σολομὼν περὶ Χριστοῦ καὶ Ἰουδαίων φησὶν ὅτι ὅτε 〈στήσεται ὁ δίκαιος ἐν παρρησίαι πολλῆι κατὰ πρόσωπον τῶν θλιψάντων καὶ τῶν ἀθετούντων τοὺς λόγους αὐτοῦ, ἰδόντες ταραχθήσονται φόβωι δεινῶι καὶ ἐκστήσονται ἐπὶ τῶι παραδόξωι τῆς σωτηρίας αὐτοῦ. καὶ ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν πνεύματος στενάζοντες· οὗτός ἐστιν ὃν ἔσχαμέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ, οἱ ἄφρονες. τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον. πῶς κατελογίσθη ἐν υἱοῖς θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν; ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐ κατέλαμψεν ἡμῖν, ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν. ἀνομίας ἐνεπλήσθημεν τρίβους καὶ ἀπωλείας· διωδεύσαμεν ἐρήμους ἀβάτους, τὴν δὲ ὁδὸν κυρίου οὐκ ἐγνώσαμεν. τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφάνεια ἡμῶν; παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιά.〉