Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Ἀπόδειξις χρόνων τοῦ πάσχα

Ἱππόλυτος Ῥώμης

Η κάθοδος στον άδη και η αχώρητη θεότητα

Απόσπασμα περί της παρουσίας του Μονογενούς στον άδη μετά της ψυχής και της αχωρίστου θεότητος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 3

Ἱππολύτου ἐπισκόπου Ῥώμης καὶ μάρτυρος. Διὰ τοῦτο “πυλωροὶ ᾅδου ἰδόντες σε ἔπτηξαν„, καὶ συνετρίβησαν πύλαι χαλκαῖ, καὶ μοχλοὶ σιδηροῖ συνεκλάσθησαν· καὶ ἰδοὺ ὁ μονογενὴς εἰσῆλθεν ὡς ψυχὴ μετὰ ψυχῶν, θεὸς λόγος ἔμψυχος· τὸ γὰρ σῶμα ἔκειτο ἐν μνημείῳ, οὐχὶ κενωθὲν τῆς θεότητος· ἀλλ᾽ ὥσπερ ἐν τῷ ᾅδῃ ὤν, τῇ οὐσίᾳ ἦν πρὸς τὸν πατέρα, οὕτως ἦν καὶ ἐν τῷ σώματι καὶ ἐν τῷ ᾅδῃ· ἀχώρητος γάρ ἐστι καὶ ὁ υἱὸς ὡς ὁ πατήρ, καὶ πάντα περιέχει· ἀλλὰ θέλων ἐχωρήθη ἐν σώματι ἐμψύχῳ, ἵνα μετὰ τῆς ἰδίας ψυχῆς πορευθῇ εἰς τὸν ᾅδην, καὶ μὴ γυμνῇ τῇ θεότητι.