Ἔργον
Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας
Ο νόμος, η πτώση των ασεβών και η οδός της σοφίας
Εξηγητικά σχόλια για τον ιουδαϊκό λαό, τον νόμο ως αγαθό δώρο, την πνευματική όραση και την αρετή ως μεσότητα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο νόμος, η πτώση των ασεβών και η οδός της σοφίας
Εξηγητικά σχόλια για τον ιουδαϊκό λαό, τον νόμο ως αγαθό δώρο, την πνευματική όραση και την αρετή ως μεσότητα.
Ἱππολύτου. Ταῦτα εἰς τὸν τῶν Ἰουδαίων δῆμον καὶ τὴν κατὰ Χριστοῦ μιαιφονίαν ἐξείληφεν· ᾤοντο γὰρ αὐτὸν ἐπὶ γῆς μόνον ἔχειν τὸ πολίτευμα.
Ἱππολύτου. Οὐχ ἁπλῶς “λήψονται„, ἀλλὰ “κληρονομήσουσιν„. “οἱ δὲ ἀσεβεῖς„, εἰ καὶ ὑψοῦνται, ἀλλ᾽ ὥστε μείζονα γενέσθαι τὴν “ἀτιμίαν„ αὐτῶν. ὡς γάρ τις τὸν δυσειδῆ καὶ διεστραμμένον, εἰ ὑψώσειεν, οὐκ ἐδόξασεν, ἀλλ᾽ ἠτίμωσε πλέον κατάδηλον αὐτοῦ τὸ αἶσχος πλείοσι καταστήσας, οὕτω καὶ ὁ θεὸς ὑψοῖ τοὺς ἀσεβεῖς, ἵνα ἐμφανῆ καταστήσῃ τὴν ἐκείνων ἀσχημοσύνην. ὑψώθη καὶ Φαραώ, ἀλλ᾽ ὥστε τὴν οἰκουμένην κατήγορον ἔχειν.
Ἱππολύτου. Σημειωτέον ὅτι “δῶρον ἀγαθὸν„ ὀνομάζει τὸν νόμον διὰ τὸν “λαμβάνοντα δῶρα ἐν κόλποις ἀδίκως„ οὗτος δὲ “ἐγκαταλιμπάνει νόμον„, ὁ παραβαίνων αὐτόν. “νόμον„ δὲ ἤτοι ὃν λέγει ἢ ὃν καὶ αὐτὸς ἐφύλαξεν;
Ἱππολύτου. Καὶ πῶς ἐστι “περιχαρακῶσαι„; λογισμοὺς αὐτῇ κύκλῳ περίθες ἱερούς. πολλῆς γάρ σοι δεῖ τῆς ἀσφαλείας, ἐπεὶ καὶ πολλὰ τὰ ἐπιβουλεύοντα τῇ τοιαύτῃ κτήσει. εἰ δὲ ἐφ᾽ ἡμῖν ἐστι τὸ “περιχαρακοῦν„ αὐτήν, αἱ δὲ ἀρεταὶ ἐφ᾽ ἡμῖν, χάρακες ἄρα εἶεν αἱ ἀρεταὶ αἱ ὑψοῦσαι τὴν γνῶσιν τοῦ θεοῦ, οἷον ἄσκησις, μελέτη καὶ ὁ ἄλλος τῶν ἀρετῶν ὁρμαθός, ἃς ὁ τηρῶν τὴν σοφίαν τιμᾷ· μισθὸς δὲ τὸ πρὸς αὐτὴν μετεωρισθῆναι καὶ περιληφθῆναι ὑπ᾽ αὐτῆς ἐν τῷ ὑπερκοσμίῳ παστῷ.
Ἱππολύτου. Εἶπε καὶ τὴν αἰτίαν πῶς ἔσται τοῦτο. “ὁδοὺς γὰρ σοφίας„ ἤτοι τῆς εὐμηχάνου, τῆς εὐπόρου· ὅθεν ἂν βαδίσαι θέλῃς, πάντα ὑπεξίσται, οὐδὲν τὸ ἀντιπίπτον, εἴκουσι πάντα καθὰ βασιλίδα. θείως δὲ εἶπεν τὸ “ἐμβιβάζω„, ὥστε φησὶ ἀσφαλῆ γενέσθαι τὴν παραμονήν. οὐ γὰρ τοσαῦται παρεκτροπαὶ τῶν λεωφόρων, ὅσαι τῆς ἀρετῆς· καὶ ἔργον ἐστὶν ἐρεῖν ἄνδρα ὀρθὸν ἀεί. εἰ γοῦν ἀκούεις ἐμοῦ, “πληθυνθήσεται ἔτη ζωῆς σου„, ἵνα σχῇς ἄφθαρτον ζωήν· δηλονότι “πολλαὶ ὁδοὶ βίου„ πράξεις ἀγαθαί, ἐπὶ τὴν γνῶσιν φέρουσαι τοῦ θεοῦ· “τροχιαὶ δὲ ὀρθαὶ„ αἱ ἀπὸ τῶν ἀγαθῶν πράξεων πρὸς ἀγαθὰς πορεύσεις.
Ἱππολύτου. “Ἀσεβεῖς„ μὲν οἱ ἑτερόδοξοι, “παράνομοι„ δὲ οἱ παραβάται τοῦ νόμου, ὧν “τὰς ὁδοὺς„ ἤτοι τὰς πράξεις “μὴ ἐπελθεῖν„ φησιν. “τὰς ὁδούς„ φησι τῶν ἑτεροδόξων “μὴ ἐπέλθῃς„ ἢ τῶν τὸν νόμον παραβαινόντων. τὸ γοῦν “μὴ ἐπέλθῃς„ ἀντὶ τοῦ μὴ ἐπιθυμηθῇς τὰ διανοήματα αὐτῶν· ἔκκλινον οὖν ἀπ᾽ αὐτῶν ἡνιόχων τὰς ἀλόγους ὁρμάς. ἢ “ἀσεβεῖς„ φησι τοὺς πονηροὺς λογισμούς, ψυχὰς ἀποκτείνοντας· ὁ στρατὸς αὐτῶν εἰς φόνον ψυχῆς ἀφορᾷ.
Ἱππολύτου (?) “Ὀρθὰ„ ὁρᾷ ὁ λογισμοὺς ἔχων ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, ὁ μὴ πρὸς τὰς ἔξω φαντασίας ἐπτοημένος. ὅταν λέγῃ “οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν„, τὴν ὅρασιν δηλοῖ τῆς ψυχῆς, καὶ ὅταν παραινῇ “φάγε μέλι υἱέ, ἵνα γλυκανθῇ ὁ φάρυγξ σου„, μέλι τροπικῶς τὴν θεῖαν λέγει διδασκαλίαν, ἥτις τὴν πνευματικὴν καταρτίζει τῆς ψυχῆς γνῶσιν. ἀλλὰ καὶ ἅπτεται τῆς ψυχῆς ἡ σοφία· “ἐράσθητι„ γάρ φησιν “αὐτῆς, ἵνα σε περιλάβῃ„. ψυχὴ δὲ διὰ περιπλοκῆς σοφίᾳ ἑνωθεῖσα, ἁγιασμοῦ πληροῦται καὶ καθαρότητος. ἔστι γε μὴν τῶν Χριστοῦ μύρων, ἀντιλαμβάνεται ἡ τῆς ψυχῆς ὄσφρησις.
Ἱππολύτου. Ἡ ἀρετὴ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φησιν. νῦν δὲ ὀνομάζει “δεξιὰ„ οὐ τὰ φύσει δεξιά, ὅπερ ἐστὶν αἱ ἀρεταί, ἀλλὰ τὰ φαινόμενά σοι δεξιὰ διὰ τὰς ἡδονάς. ἡδοναὶ δέ εἰσιν οὐ μόνον ἀφροδίσια, ἀλλὰ καὶ πλοῦτος καὶ τρυφή· “ἀριστερὰ„ δὲ φθόνος, φόνος, ἁρπαγαὶ καὶ τὰ τούτοις ὅμοια. “βορέας„ γάρ φησι “σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται.„ βορέαν γὰρ συμβολικῶς τὸν πονηρὸν καλεῖ ἤτοι τὸν διάβολον, ἀφ᾽ οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. “ὀνόματι δὲ„ οὗτος “ἐπιδέξιος„, ὅτι ἄγγελος καλεῖται δεξιῷ ὀνόματι.
Ἱππολύτου. Σύ, φησιν, “ἔκκλινον ἀπὸ κακοῦ„, καὶ τῷ θεῷ μελήσει τοῦ τέλους. προπορεύεται γάρ σου καταλύων τοὺς πολεμίους, ὡς ἐν εἰρήνῃ σε βαδίσαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.