Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας

Ἱππόλυτος Ῥώμης

Χριστολογικές και εκκλησιολογικές ερμηνείες του τριακοστού κεφαλαίου

Συλλογή ερμηνειών στα αλληγορικά και αριθμητικά ρητά των Παροιμιών, με αναφορές στην τριαδική θεολογία, την Εκκλησία και τη Συναγωγή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 4 από 4

Ἱππολύτου. “Τῇ βδέλλῃ„ τῇ ἁμαρτίᾳ· “θυγατέρες„ πορνεία φόνος εἰδωλολατρεία. “καὶ οὐκ ἐνεπίμπλασαν αὐτήν„, οὐ γὰρ πίμπλαται αὕτη ἀεὶ διὰ τούτων τῶν πράξεων, νεκροῦσα ἡ ἁμαρτία τὸν ἄνθρωπον, μηδέποτε ἠλλοιωμένη ἀλλὰ πάντοτε ἐπαύξουσα· “ἡ γὰρ τετάρτη„ φησὶν “οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν„· τετάρτην λέγων τὴν κατὰ πάντων ἐπιθυμίαν ἐσήμανεν. ὥσπερ γὰρ “ἓν μέν ἐστι τὸ σῶμα, μέλη δὲ πολλὰ ἔχει„, οὕτω καὶ ἡ ἁμαρτία, μία οὖσα, πολλὰς καὶ ποικίλας ἐπιθυμίας ἐν ἑαυτῇ ἔχει, δι᾽ ὧν ἐπίβουλος τῷ ἀνθρώπῳ γίνεται. ἐκ παραδειγμάτων δέ φησιν “ᾅδης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν ἀρκεῖ„. ὃν γὰρ τρόπον ὁ ᾅδης οὐ διαλείπει δεχόμενος ψυχὰς ἀνόμων ἀνθρώπων, οὐδὲ ὁ ἔρως τῆς ἁμαρτίας, ὡς γυναικός, παύσεται ἐκπορνεύων, προδότης τῆς ἑαυτοῦ ψυχῆς ὥς τις γενόμενος. τάρταρος δὲ ἀεὶ ἐν λυγρώδει καὶ ζοφώδει τόπῳ ὑπάρχων, οὐ καταλαμβάνεται ὑπὸ ἀκτῖνος φωτός· οὕτως ἐστὶ πᾶς ὁ ἐν παντὶ πάθει σαρκὸς “τῇ ἁμαρτίᾳ δουλεύων„ ὡς “γῆ μὴ ἐμπιπλαμένη ὕδατος„ μηδέποτε εἰς ἐξομολόγησιν καὶ “λουτρὸν παλινγενεσίας„ ἐλθεῖν δυνάμενος, ὡς “ὕδωρ καὶ πῦρ μὴ λέγοντα ἀρκεῖ„.

Ἱππολύτου. Ὃν γὰρ τρόπον “ὄφις ἐπὶ πέτρας„ ἰχνοποιῆσαι οὐ δύναται, οὕτως οὐδὲ ὁ διάβολος ἐπὶ σῶμα Χριστοῦ ἁμαρτίαν ἠδυνήθη εὑρεῖν. λέγει γὰρ ὁ κύριος “ἰδοὺ ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν„.

Ἱππολύτου. Καθὼς γὰρ “ναῦς„ διαπλέουσα ἐν τῷ πελάγει “ἴχνη„ καὶ ὁδοὺς οὐ καταλείπει, οὕτως οὐδὲ ἡ ἐκκλησία, ἐν κόσμῳ πολιτευομένη ὡς ἐν πελάγει, καταλείπει τὴν ἰδίαν ἐλπίδα ἐπὶ τῆς γῆς, ἔχουσα τὴν ζωὴν “ἀποκειμένην ἐν τοῖς οὐρανοῖς„. ἧς ἐπὶ βραχὺ παρελθούσης, οὐκ ἔστιν ἰχνηλατῆσαι τὴν δίοδον.

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου). Τῆς ἐκκλησίας τῆς μὴ καταλιμπανούσης ἐν κόσμῳ τὴν ἐλπίδα, τῆς τὰ πάντα φερούσης. [Χριστοῦ σαρκώσεως· τρίβον γὰρ νεκρώσεως ἐν ᾅδου οὐχ ὑπελίπετο.]

Τοῦ αὐτοῦ (d. h. Ἱππολύτου). Τίνος ἀλλ᾽ ἢ τοῦ ἐκ πνεύματος ἁγίου καὶ παρθένου γεγεννημένου, ὃς τὸν “τέλειον ἄνθρωπον„ ἀνανεώσας ἐν κόσμῳ ἐπιτελεῖ τὰς δυνάμεις, “ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου„· ὡς καὶ ὁ εὐαγγελιστὴς μαρτυρεῖ “ἦν δὲ ὁ Ἰησοῦς ἀρχόμενος ὡς ἐτῶν τριάκοντα„. τοῦτο οὖν τὸ νέον καὶ ἀκμαῖον τῆς ἡλικίας ὃς διοδεύων κατὰ πόλεις καὶ χώρας ἰᾶτο τὰς νόσους καὶ τὰς ἀσθενείας τῶν ἀνθρώπων.

Ἱππολύτου. Ὁ “σεισμὸς„ δηλοῖ τὴν τῶν ἐπὶ γῆς πραγμάτων μεταβολήν. ... “ἡ ἁμαρτία„ τοίνυν, δούλη οὖσα φύσει, “ἐβασίλευσεν ἐν τῷ θνητῷ τῶν ἀνθρώπων σώματι„. ... ἅπαξ μὲν ἐπὶ τοῦ κατακλυσμοῦ· δεύτερον δὲ ἐπὶ τῶν Σοδομιτῶν μὴ ἐνεγκάντων τὴν εὐφορίαν τῆς γῆς, ἀλλὰ καὶ τοὺς ξένους βιασαμένων· τρίτον ἐπὶ τῆς μισητῆς Αἰγύπτου, τῆς λαχούσης ἄνδρα τὸν Ἰωσὴφ σιτομετροῦντα πᾶσιν, ἵνα μὴ διαφθαρῶσι λιμῷ· ἀλλ᾽ οὐκ ἤνεγκε τὴν εὐτυχίαν, εἰς τοὺς υἱοὺς Ἰσραὴλ ἐξυβρίσασα. ... “οἰκέτις δὲ ἐκβαλοῦσα τὴν ἑαυτῆς δέσποιναν„, ἦ ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἣ δούλη οὖσα καὶ ξένη τῶν ἐπαγγελιῶν, τὴν εὐγενίδα καὶ κυρίαν συναγωγὴν “ἐκβαλοῦσα„ γέγονε κυρία καὶ νύμφη Χριστοῦ.

Ἱππολύτου. Διὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος “σείεται ἡ σύμπασα γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν„. ἦλθε γὰρ τὸ μὲν πρῶτον διὰ νόμου διδάσκων, δεύτερον διὰ προφητῶν τὰ μέλλοντα προκηρύττων, τρίτον δὲ διὰ τοῦ εὐαγγελίου, ἑαυτὸν φανερῶς ἐπιδεικνύς· τέταρτον “κριτὴς ζώντων καὶ νεκρῶν„ ἐρχόμενος, οὗ τὴν δόξαν σύμπασα κτίσις οὐ μὴ βαστάξῃ. ἵνα οὖν διδάξῃ ἡμᾶς ὁ μακάριος Σολομὼν τὸ προκείμενον, ἐπήνεγκε λέγων “ἐὰν οἰκέτης βασιλεύσῃ, καὶ ἄφρων πλησθῇ σιτίων καὶ παιδίσκη ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ γυνὴ μισητὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ„.

Ἱππολύτου. Τίνες “οἱ χοιρογρύλλιοι„, ἀλλ᾽ ἢ ἡμεῖς, οἳ ἐοίκαμέν ποτε χοίροις, ἐν πάσῃ ῥυπαρίᾳ τοῦ κόσμου ἀναστρεφόμενοι· νυνὶ δὲ πιστεύσαντες Χριστῷ ἐποικοδομοῦμεν “τοὺς ἑαυτῶν οἴκους„ ἐπὶ τὴν ἁγίαν σάρκα Χριστοῦ ὡς ἐπὶ “πέτραν.„

Ἱππολύτου. Τὸν πεποιωμένον ἐν τῇ κακίᾳ. ὁ δὲ ἀπόστολος “τοὺς ἁμαρτάνοντάς„ φησιν “ἐνώπιον πάντων ἔλεγχε.„ [Τὸν ἐκτραπέντα πρὸς ὀλίγον.]

Ἱππολύτου. Τί ἐστιν “ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον„; Χριστὸς ἡ τοῦ θεοῦ bis εἰς ἄφεσιν ἁμαρτιῶν = Anastasius Sinaita Quaestio 42 (Migne LXXXIX Col. 593 A—C). Τῇ βδέλλῃ bis παύεται ἐκπορνεύων καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων διαφθείρων· τῆς δὲ αὐτῆς ἐννοίας ἔχονται. ὅ τε τάρταρος καὶ τὰ λοιπά = Fragment XXI S. 163f. “Ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρὸς„ βλασφημοῦντα τὸν θεὸν καὶ πατέρα, καὶ ἐξουδενοῦντα Χριστόν, τὴν τοῦ θεοῦ σοφίαν. “Ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων„ τὰ ἀκάθαρτα καὶ πονηρὰ πνεύματα τὸ διορατικὸν τῆς ἀφροσύνης ὄμμα. “Καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν„ καταπάτημα ἔσονται τοῖς ποσὶ τῶν ἁγίων. “Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου„ τοῦ Χριστοῦ τὴν ἀνάληψιν· “Καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας„ ὁ διάβολος οὐχ εὗρεν ἴχνος ἁμαρτίας ἐν τῷ σώματι τοῦ Χριστοῦ. “Καὶ τρίβους νηὸς ποντοπορούσης„ τῆς ἐκκλησίας ὡς ἐν πελάγει, τῷ βίῳ τούτῳ, τῇ εἰς Χριστὸν ἐλπίδι διὰ τοῦ σταυροῦ κυβερνωμένης. “Καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι„ τοῦ ἐκ πνεύματος ἁγίου καὶ τῆς παρθένου γεγεννημένου· “ἰδοὺ„ γάρ φησιν, “ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ„. “

Τοιαύτη ὁδὸς μοιχαλίδος, ἣ ὅταν πράξῃ ἀπονιψαμένη οὐδέν φησι πεπραχέναι ἄτοπον„· τοιαύτη ἐστὶν ἡ ἀναστροφὴ τῆς ἐκκλησίας πιστευούσης Χριστῷ, ἣ μετὰ τὸ πορνεῦσαι ἐν τοῖς εἰδώλοις ἀποταξαμένη τούτοις καὶ τῷ διαβόλῳ καὶ ἀπολουσαμένη τὰς ἁμαρτίας καὶ λαβοῦσα ἄφεσιν οὐδέν φησι πεπραχέναι ἄτοπον. “Διὰ τριῶν σείεται ἡ γῆ„ διὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. “Καὶ τὸ τέταρτον οὐ δύναται φέρειν„ τὴν ἐσχάτην ἐπιφάνειαν τοῦ σωτῆρος. “Ἐὰν οἰκέτης βασιλεύσῃ„ ὁ Ἰσραὴλ ἐν Αἰγύπτῳ δοῦλος γενόμενος καὶ ἐν τῇ γῇ τῆς ἐπαγγελίας βασιλεύσας. “Καὶ ἄφρων πλησθεὶς σιτίων„ τὴν γῆν ἐξ ἑτοίμου λαβὼν καὶ φαγὼν καὶ ἐμπλησθεὶς ἀπελάκτισεν. “Καὶ παιδίσκη ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν„ ἡ κυριοκτόνος συναγωγὴ σταυρώσασα τὴν σάρκα τοῦ Χριστοῦ ἔξω τῆς πύλης. “Καὶ γυνὴ μισητὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ„, ἡ ἐξ ἐθνῶν ἐκκλησία τοῦ Χριστοῦ. “Τέσσαρά ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν· οἱ μύρμηκες, οἷς οὐκ ἔστιν ἰσχύς, ἑτοιμάζονται θέρους τὴν τροφὴν„ τὰ ἔθνη διὰ τῆς εἰς Χριστὸν πίστεως ἑτοιμάζουσιν ἑαυτοῖς τὴν αἰώνιον ζωὴν δι᾽ ἔργων ἀγαθῶν. “Καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, ἐποίησαν ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους„ τὰ ἔθνη ἐπὶ τῇ “πνευματικῇ πέτρᾳ Χριστῷ„ ᾠκοδόμηνται, “ἥτις ἐγενήθη εἰς κεφαλὴν γωνίας„. “

Ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὤν, οὗτος οἰκεῖ ἐν ὀχυρώμασι βασιλέων„ ὁ λῃστὴς ἐν τῇ ἐκτάσει τῶν χειρῶν τῷ σταυρῷ τοῦ Χριστοῦ ἐπερειδόμενος, οἰκεῖ ἐν τῷ παραδείσῳ, τῷ ὀχυρώματι τῶν τριῶν βασιλέων, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. “Ἀβασίλευτον ἡ ἀκρίς, καὶ ἐκστρατεύει ἀφ᾽ ἑνὸς κελεύσματος εὐτάκτως„· ἀβασίλευτα ἦσαν τὰ ἔθνη· ὑπὸ τῆς ἁμαρτίας γὰρ ἐβασιλεύοντο, νῦν δὲ πιστεύσαντα τῷ θεῷ στρατεύονται τὴν ἐπουράνιον στρατείαν. “Τρία ἐστὶν ἃ εὐόδως πορεύεται, καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει„ ἄγγελοι ἐν οὐρανοῖς, ἅγιοι ἐπὶ τῆς γῆς, ψυχαὶ δικαίων ὑπὸ γῆν, καὶ τὸ τέταρτον ὁ θεὸς λόγος σαρκωθεὶς διέβη καλῶς μήτραν παρθένου, ἀνάπλασιν τοῦ Ἀδὰμ ποιούμενος· διέβη ἐν κόσμῳ κῆρυξ τῆς ἀληθείας γενόμενος· διέβη ἐν ᾅδῃ τὰς ψυχὰς τῶν πεπεδημένων λῦσαι τοῦ δεσμοῦ βουλόμενος· διέβη πύλας οὐρανῶν, ἀπαρχὴ ἀναστάσεως καὶ ἀναλήψεως πᾶσι γενόμενος. “Σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν„ Χριστὸς ὁ ὑπὸ Ἰακὼβ ἐν τῷ Ἰούδᾳ προφητευόμενος. “Ἀλέκτωρ περιπατῶν ἐν θηλείαις εὔψυχος„ Παῦλος ἐν ταῖς ἐκκλησίαις προθύμως κηρύσσων τὸν λόγον τοῦ θεοῦ. “Τράγος ἡγούμενος αἰπολίου„ ὁ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ κοσμοῦ σφαγιασθείς. “Καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει„ Χριστὸς βασιλεύσας ἐπὶ τὰ ἔθνη, δημηγορεῖ διὰ προφητῶν καὶ ἀποστόλων τὸν λόγον τῆς ἀληθείας.