Ἔργον
Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας
Ο θεσμός του γάμου και οι κίνδυνοι της σαρκικής επιθυμίας
Σύγκριση της συζυγικής ένωσης με την απαξία της πορνείας και ανάλυση των κινδύνων της ακολασίας μέσω της αλληγορίας του άφρονος πτηνού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο θεσμός του γάμου και οι κίνδυνοι της σαρκικής επιθυμίας
Σύγκριση της συζυγικής ένωσης με την απαξία της πορνείας και ανάλυση των κινδύνων της ακολασίας μέσω της αλληγορίας του άφρονος πτηνού.
Ἱππολύτου. Σύ, φησίν, 〈ἔκκλινον ἀπὸ κακοῦ〉 καὶ τῷ θεῷ μελήσει τοῦ τέλους. Προπορεύεται γάρ σου καταλύων τοὺς πολεμίους, ὡς ἐν εἰρήνῃ σε βαδίσαι. Ἱππολύτου. Ὅρα πῶς αὐτὸν εἰς σύνδεσμον ἄγει τῆς ὁμοζύγου· δείκνυσι γὰρ καὶ διὰ τοῦ ζῴου τὸ τῆς ἡδονῆς καθαρὸν καὶ διὰ τοῦ πώλου τὸ τῆς γυναικὸς παρίστησι γαῦρον καὶ ποθεινόν.
Καὶ ἐπειδὴ πολλὰ οἶδε τὰ παροξύνοντα, ἀσφαλῆ, ἀρραγῆ τὸν τῆς φιλίας αὐτοῖς δεσμὸν ἐπιτίθησι, τὸ ἀδιάρρηκτον αὐτοῖς μηχανώμενος. Ἱππολύτου Οὐ τὸν ἄρτον τῇ μίξει παραβάλλει, ἀλλὰ τὸ ἐπὶ τῇ μίξει καταβαλλόμενον ἀργύριον τῷ τοῦ ἑνὸς ἄρτου τιμήματι.
Οὐκ εἶπε δὲ γυναικός, ἀλλὰ 〈πόρνης〉· οὐ γὰρ ἀπὸ τῆς φύσεως, ἀλλ᾽ ἀπὸ τῆς κακίας αὐτὴν ἐκάλεσεν. Κακία δὲ οὐδενὸς ἀξία, φέρει δέ πως τοῖς ἡττωμένοις ὀδύνην, ὅταν ὁ νενικηκὼς εὐκαταφρόνητος ᾖ. Ἢ ὅτι τοσαύτη ἐστὶν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου.
Γυνὴ δὲ 〈ἀνδρῶν〉 αἰσχύνθητι, φησίν, ὅτι γυνή σε νικᾷ καὶ ὅτι τῇ οὐδενὸς ἀξίᾳ πόρνῃ τὸ παρὰ σοὶ τιμιώτερον, τὴν ψυχήν, προδίδως. Βασιλείου Οὐ τὸν ἄρτον τῇ μίξει παραβάλλει, ἀλλὰ τὸ ἐπὶ τῇ μίξει καταβαλλόμενον ἀργύριον τῷ τοῦ ἑνὸς ἄρτου τιμήματι. τοῦ Χρυσοστόμου 〈Τιμὴ γὰρ πόρνης〉, ἐννόησον τί ἐστιν ἐκείνη, πῶς οὐδενὸς ἀξία λόγου· φέρει γάρ τινα καὶ τοῦτο τοῖς ἠτιμωμένοις ὀδύνην, ὅταν ὁ νενικηκὼς εὐκαταφρόνητος ᾖ. Τιμὴ γὰρ οὐκ εἶπε γυναικός, ἀλλὰ 〈πόρνης〉, οὐκ ἀπὸ τῆς φύσεως, ἀλλ᾽ ἀπὸ τῆς κακίας αὐτὴν ἐκάλεσεν· κακία δὲ οὐδενὸς ἀξία λόγου.
Ἱππολύτου. Ἵνα μὴ λέγῃς· «Τί γὰρ βλάβος τοῖς ὀφθαλμοῖς μὴ πάντως οὔσης ἀνάγκης τὸν ἐνορῶντα τραπῆναι;» δείκνυσί σοι ὡς ἡ μὲν ἐπιθυμία πῦρ ἐστιν, ἡ δὲ σὰρξ ἱμάτιον· τὸ μὲν εὐάλωτον, ἡ δὲ τυραννική. Ὅταν δὲ οὐχ ἁπλῶς ἐγκείμενον ᾖ, ἀλλὰ καὶ ἀποδεδεμένον, οὐ πρότερον ἐξελεύσεται, ἕως ἑαυτῷ ποιήσει διέξοδον. Ὁ γὰρ ἰδὼν γυναῖκα, εἰ καὶ διέφυγεν, ἀλλ᾽ οὐκ ἐπιθυμίας καθαρὸς ἀνεχώρησεν. Τί δὲ δεῖ πραγμάτων, παρὸν ἀπραγμόνως σωφρονεῖν; Ὅρα τί φησιν ὁ Ἰώβ· 〈Διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου, τοῦ μὴ κατανοῆσαι γυναῖκα ἀλλοτρίαν〉, οὕτως οἶδε τὴν τῆς ἐπηρείας ἰσχύν. Καὶ ὁ Παῦλος δὲ τούτου ἕνεκεν 〈Ὑπεπίεζε τὸ σῶμα καὶ ἐδουλαγώγει〉.
Ἱππολύτου. Κέμφος ἐστὶν εἶδος λάρου, ὃς οὕτως ἀκρατῶς ἔχει πρὸς ἡδονὴν ὡς αἵματος πληροῦσθαι δοκεῖν τοὺς ὀφθαλμοὺς ἐν τῷ ὀχεύειν, καὶ λανθάνει ἀναισθητῶν, βρόχοις πολλάκις ἢ χερσὶ περιπίπτων ἀνθρώπων.
Τούτῳ οὖν τὸν προστιθέμενον τῇ πόρνῃ δι᾽ ἀκολασίας ἀπείκασεν. Ἣ διὰ τὸ τοῦ ζῴου εὔηθες· καὶ γὰρ καὶ οὗτος ὡς ἄφρων 〈ἐπηκολούθησεν〉. Φασὶ δὲ αὐτὸ τοσοῦτον χαίρειν ἀφρῷ, ὥστε εἴ τις πλέων ἀφρὸν ἐπὶ χειρὸς ἕξει, ἐπικάθηται τῇ χειρί.
Τίκτει δὲ καὶ ἐν ὀδύνῃ. Τῶν ἐρῳδιῶν τρία γένη, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστ〈ερ〉ίας. Ὁ δὲ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε καὶ αἷμα τῶν ὀφθαλμῶν ἀφίησι καὶ τίκτει ἐν ὀδύνῃ, καθά φησιν Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων. Τῷ οὖν ὀρνέῳ τὸν πειθόμενον τῇ πόρνῃ δι᾽ ἀκολασίαν ἀπείκασεν.
Ἕτερός φησι· Δυσκίνητον τὸ ζῷον καὶ εὔηθες· ὡς οὖν ἄφρων 〈ἐπηκολούθησεν〉. Ἐν πελάγει δέ φασιν διατρίβον, χαίρει θαλάττης ἀφρῷ· κἂν ἀφρόν τις πλέων ἐπὶ χειρὸς ἐπιδείξῃ, ἐπικάθηται ταῖς χερσί, ῥαδίαν ἔχον τὴν ἅλωσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.