Ἔργον
Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας
Ο νόμος, οι οδοί της σοφίας και η αποφυγή της ασέβειας
Ερμηνεία του νόμου ως αγαθού δώρου, η προστασία της ψυχής μέσω των αρετών και η διάκριση της πνευματικής όρασης από τα πάθη και την οδό των παρανόμων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο νόμος, οι οδοί της σοφίας και η αποφυγή της ασέβειας
Ερμηνεία του νόμου ως αγαθού δώρου, η προστασία της ψυχής μέσω των αρετών και η διάκριση της πνευματικής όρασης από τα πάθη και την οδό των παρανόμων.
Ἱππολύτου. Ταῦτα εἰς τὸν τῶν Ἰουδαίων δῆμον καὶ τὴν κατὰ Χριστοῦ μιαιφονίαν ἐξείληφεν. Ὤιοντο γὰρ αὐτὸν ἐπὶ γῆς μόνον ἔχειν τὸ πολίτευμα. Ἱππολύτου. Οὐχ ἁπλῶς λήψονται, ἀλλὰ 〈κληρονομήσουσιν. Οἱ δὲ ἀσεβεῖς〉, εἰ καὶ ὑψοῦνται, ἀλλ᾽ ὥστε μείζονα γενέσθαι τὴν 〈ἀτιμίαν〉 αὐτῶν. Ὡς γάρ τις τὸν δυσειδῆ καὶ διεστραμμένον, εἰ ὑψώσειεν, οὐκ ἐδόξασεν, ἀλλ᾽ ἠτίμωσε πλέον κατάδηλον αὐτοῦ τὸ αἶσχος πλείοσι καταστήσας, οὕτω καὶ ὁ θεὸς ὑψοῖ τοὺς ἀσεβεῖς, ἵνα ἐμφανῆ καταστήσῃ τὴν ἐκείνων ἀσχημοσύνην.
Ὑψώθη καὶ Φαραώ, ἀλλ᾽ ὥστε τὴν οἰκουμένην κατήγορον ἔχειν. Καὶ μὴ ἁπλῶς εἶπεν δόξαν λήμψονται, ἀλλὰ 〈κληρονομήσουσι σοφοί〉. Ἐπειδὴ γὰρ καὶ πολλοὶ τῶν ἀσεβῶν ὑψοῦνται, ἀλλ᾽ ὥστε μείζονα γενέσθαι τὴν 〈ἀτιμίαν〉 αὐτῶν· καθάπερ γὰρ εἴ τις τὸν αἰσχρὸν καὶ δυσειδῆ καὶ διεστραμμένον τὰς ὄψεις ὕψωσεν, οὐκ ἐδόξασεν ἀλλ᾽ ἠτίμωσεν πλέον τοῖς πλείοσι κατάδηλον αὐτοῦ τὸ αἶσχος καταστήσας, οὕτω καὶ ὁ θεὸς ὑψοῖ τοὺς ἀσεβεῖς, ἵνα ἐμφανῇ τὴν ἐκείνων ἀσχημοσύνην.
Ὑψώθη καὶ ὁ Φαραώ, ἀλλ᾽ ὥστε τὴν οἰκουμένην κατήγορον ἔχειν. Ἱππολύτου. Σημειωτέον ὅτι 〈δῶρον ἀγαθὸν〉 ὀνομάζει τὸν νόμον διὰ τὸν 〈λαμβάνοντα δῶρα ἐν κόλποις ἀδίκως〉. Οὗτος δὲ 〈ἐγκαταλιμπάνει νόμον〉 ὁ παραβαίνων αὐτόν. 〈Νόμον〉 δέ, ἤτοι ὃν λέγει ἢ ὃν καὶ αὐτὸς ἐφύλαξεν.
Ἱππολύτου. Καὶ πῶς ἐστι 〈περιχαρακῶσαι〉; Λογισμοὺς αὐτῇ κύκλῳ περίθες ἱερούς. Πολλῆς γάρ σοι δεῖ τῆς ἀσφαλείας, ἐπεὶ καὶ πολλὰ τὰ ἐπιβουλεύοντα τῇ τοιαύτῃ κτήσει. Εἰ δὲ ἐφ᾽ ἡμῖν ἐστι τὸ 〈περιχαρακοῦν〉 αὐτήν, αἱ δὲ ἀρεταὶ ἐφ᾽ ἡμῖν, χάρακες ἄρα εἶεν αἱ ἀρεταὶ αἱ ὑψοῦσαι τὴν γνῶσιν τοῦ θεοῦ.
Οἷον ἄσκησις, μελέτη καὶ ὁ ἄλλος τῶν ἀρετῶν ὁρμαθός, ἃς ὁ τηρῶν τὴν σοφίαν τιμᾷ· μισθὸς δὲ τὸ πρὸς αὐτὴν μετεωρισθῆναι καὶ περιληφθῆναι ὑπ᾽ αὐτῆς ἐν τῷ ὑπερκοσμίῳ παστῷ. Ἱππολύτου. Εἶπε καὶ τὴν αἰτίαν πῶς ἔσται τοῦτο. 〈Ὁδοὺς γὰρ σοφίας〉 ἤτοι τῆς εὐμηχάνου, τῆς εὐπόρου· ὅθεν ἂν βαδίσαι θέλῃς, πάντα ὑπεξίσ〈τα〉ται, οὐδὲν τὸ ἀντιπίπτον, εἴκουσι πάντα καθὰ βασιλίδα.
Θείως δὲ εἶπεν τὸ 〈ἐμβιβάζω〉, ὥστε φησὶ ἀσφαλῆ γενέσθαι τὴν παραμονήν. Οὐ γὰρ τοσαῦται παρεκτροπαὶ τῶν λεωφόρων ὅσαι τῆς ἀρετῆς· καὶ ἔργον ἐστὶν ἐρεῖν ἄνδρα ὀρθὸν ἀεί. Εἶτα πῶς τοῦτό φησιν· 〈ὁδοὺς γὰρ σοφίας〉 διδάσκω σε τῆς εὐμηχάνου καὶ εὐπόρου· οὐ γὰρ ἔχει μίαν ὁδόν, ἀλλ᾽ ὅθεν ἂν βαδίσαι βουληθῇ, τὸ ἀντιπίπτον οὐδέν· πάντα παραχωρεῖ καὶ ὑπεξίσταται καθάπερ τινὶ βασιλίδι. 〈Θείως δὲ εἶ〉πεν 〈ἐμβιβάζω〉, ὥστε ἀσφαλῆ γένεσθαι τὴν παραμονήν. Οὐκ εἶπεν ἀνίστημι, 〈ἀλλ᾽ 〈ἐμβιβάζω〉〉.
Οὐ γὰρ τοσαῦται αἱ παρεκτροπαὶ τῶν λεωφόρων τούτων εἰσὶν ὅσαι ἐκκλίνουσιν ἀπὸ τῆς ἀρετῆς καὶ ἄνδρα ἔργον ἐσ〈τὶν〉 εἶναι ἀεὶ ὀρθόν. Εἰ γοῦν ἀκούεις ἐμοῦ, 〈πληθυνθήσεται ἔτη ζωῆς σου〉. Ἵνα σχῇς ἄφθαρτον ζωὴν δηλονότι. 〈Πολλαὶ ὁδοὶ βίου〉, πράξεις ἀγαθαὶ ἐπὶ τὴν γνῶσιν φέρουσαι τοῦ θεοῦ. 〈Τροχιαὶ δὲ ὀρθαὶ〉 αἱ ἀπὸ τῶν ἀγαθῶν πράξεων πρὸς ἀγαθὰς πορεύσεις.
Ἵνα σχῇς, φησίν, ἄφθαρτον ζωήν. 〈Πολλαὶ〉 δὲ 〈ὁδοὶ βίου〉, πράξεις ἀγαθαὶ ἐπὶ τὴν γνῶσιν φέρουσαι τοῦ θεοῦ. 〈Τροχιαὶ ὀρθαὶ〉 αἱ ἀπὸ τῶν ἀγαθῶν πράξεων πρὸς ἀγαθὰς πορεύσεις ἀπάγουσαι. Ἱππολύτου. 〈Ἀσεβεῖς〉 μὲν οἱ ἑτερόδοξοι, 〈παράνομοι〉 δὲ οἱ παραβάται τοῦ νόμου.
Ὧν 〈τὰς ὁδοὺς〉 ἤτοι τὰς πράξεις 〈μὴ ἐπελθεῖν〉 φησιν. 〈Τὰς ὁδούς〉, φησί, τῶν ἑτεροδόξων 〈μὴ ἐπέλθῃς ἢ〉 τῶν τὸν νόμον παραβαινόντων. Τὸ γοῦν 〈μὴ ἐπέλθῃς〉 ἀντὶ τοῦ μὴ ἐνθυμηθῇς τὰ διανοήματα αὐτῶν. 〈Ἔκκλινον〉 οὖν 〈ἀπ᾽ αὐτῶν〉, ἡνιοχῶν τὰς ἀλόγους ὁρμάς. 〈Ἢ ἀσεβεῖς〉 φησι τοὺς πονηροὺς λογισμοὺς ψυχὰς ἀποκτείνοντας.
Ὁ στρατὸς αὐτῶν εἰς φόνον ψυχῆς ἀφορᾷ. Ἱππολύτου. 〈Ὀρθὰ〉 ὁρᾷ ὁ λογισμοὺς ἔχων ἀπαθεῖς καὶ δόγματα ἀληθῆ. Ὁ μὴ περὶ τὰς ἔξω φαντασίας ἐπτοημένος. Ὅταν λέγῃ 〈οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν〉, τὴν ὅρασιν δηλοῖ τῆς ψυχῆς, καὶ ὅταν παραινῇ· 〈φάγε μέλι, υἱέ, ἵνα γλυκανθῇ ὁ φάρυγξ σου〉, μέλι τροπικῶς τὴν θείαν λέγει διδασκαλίαν, ἥτις τὴν πνευματικὴν καταρτίζει τῆς ψυχῆς γνῶσιν, ἀλλὰ καὶ ἅπτεται τῆς ψυχῆς ἡ σοφία· 〈ἐράσθητι〉 γάρ, φησίν, 〈αὐτῆς, ἵνα σε περιλάβῃ〉. ψυχὴ δὲ διὰ περιπλοκῆς σοφίᾳ ἑνωθεῖσα, ἁγιασμοῦ πληροῦται καὶ καθαρότητος.
Ἔτι γε μὴν τῶν Χριστοῦ μύρων ἀντιλαμβάνεται ἡ τῆς ψυχῆς ὄσφρησις. Ἱππολύτου. Ἡ ἀρετὴ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φησιν. Νῦν δὲ ὀνομάζει 〈δεξιὰ〉 οὐ τὰ φύσει δεξιά, —ὅπερ ἐστὶν αἱ ἀρεταί —ἀλλὰ τὰ φαινόμενά σοι δεξιὰ διὰ τὰς ἡδονάς.
Ἡδοναὶ δέ εἰσιν οὐ μόνον ἀφροδίσια, ἀλλὰ καὶ πλοῦτος καὶ τρυφή· 〈ἀριστερὰ〉 δὲ φθόνος, φόνος, ἁρπαγαὶ καὶ τὰ τούτοις ὅμοια. 〈Βορέας〉 γάρ φησι 〈σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται〉. Βορέαν γὰρ συμβολικῶς τὸν πονηρὸν καλεῖ—ἤτοι τὸν διάβολον—ἀφ᾽ οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. 〈Ὀνόματι δὲ〉 οὗτος 〈ἐπιδέξιος〉, ὅτι ἄγγελος καλεῖται δεξιῷ ὀνόματι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.