Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας

Ἱππόλυτος Ῥώμης

Αλληγορική ερμηνεία των επίγειων μεταβολών και πνευματικές νουθεσίες

Εκκλησιολογική προσέγγιση ιστορικών γεγονότων ως προτύπωση της Εκκλησίας των Εθνών, σε συνδυασμό με παραινέσεις για τον έλεγχο των αμαρτανόντων και τη διαφύλαξη της δόξας του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 4 από 4

Ἱππολύτου· Αὗται αἱ 〈τρεῖς θυγατέρες〉, εἶτα κατ᾽ ἰδίαν ἄλλαι. Ἀεὶ ἐν σκυθρωπῷ ... Ἱππολύτου· Ὁ σεισμὸς δηλοῖ τὴν τῶν ἐπὶ γῆς πραγμάτων μεταβολήν. Ἡ ἁμαρτία τοίνυν δούλη οὖσα φύσει 〈ἐβασίλευσεν ἐν τῷ θνητῷ〉 τῶν 〈ἀνθρώπων σώματι〉.

Ἅπαξ μὲν ἐπὶ τοῦ κατακλυσμοῦ· δεύτερον δὲ ἐπὶ τῶν Σοδομιτῶν, μὴ ἐνεγκάντων τὴν εὐφορίαν τῆς γῆς, ἀλλὰ καὶ τοὺς ξένους βιασαμένων· τρίτον ἐπὶ τῆς μισητῆς Αἰγύπτου, τῆς λαχούσης ἄνδρα τὸν Ἰωσὴφ σιτομετροῦντα πᾶσιν, ἵνα μὴ διαφθαρῶσι λιμῷ ἀλλ᾽ οὐκ ἤνεγκε τὴν εὐτυχίαν, εἰς τοὺς υἱοὺς Ἰσραὴλ ἐξυβρίσασα. 〈Οἰκέτις δὲ ἐκβαλοῦσα τὴν ἑαυτῆς δέσποιναν, ἡ〉 ἐξ ἐθνῶν ἐκκλησία, ἣ δούλη οὖσα καὶ ξένη τῶν ἐπαγγελιῶν, τὴν εὐγενίδα καὶ κυρίαν συναγωγὴν 〈ἐκβαλοῦσα〉, γέγονε κυρία καὶ νύμφη Χριστοῦ.

Ὁ σεισμὸς νῦν δηλοῖ τὴν τῶν ἐπὶ γῆς πραγμάτων μεταβολήν· ἅπαξ μὲν ἐν τῷ κατακλυσμῷ διὰ τὴν τότε βασιλεύουσαν ἁμαρτίαν, ὅπερ τῇ φύσει δοῦλόν ἐστι. 〈Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας.

Ἡ γὰρ ἁμαρτία ἐβασίλευσεν ἐν τῷ θνητῷ τῶν ἀνθρώπων σώματι〉. Τοῦτο δὲ δεύτερον ἐπὶ τῶν Σοδομιτῶν, μὴ ἐνεγκόντων τὴν εὐφορίαν τῆς γῆς, ἀλλὰ καὶ ξένους βιασαμένων· τρίτον ἐπὶ τῆς μισητῆς Αἰγύπτου, τῆς λαχούσης ἄνδρα τὸν Ἰωσὴφ σιτομετροῦντα πᾶσιν, ἵνα μὴ διαφθαρῶσι λιμῷ· ἀλλ᾽ οὐκ ἤνεγκε τὴν εὐτυχίαν εἰς τοὺς υἱοὺς Ἰσραὴλ ἐξυβρίσασα. 〈Οἰκέτις δέ〉 ἐστιν 〈ἐκβαλοῦσα τὴν ἑαυτῆς κυρίαν ἡ〉 ἀπὸ τῶν ἐθνῶν ἐκκλησία, ἡ φύσει τε δούλη οὖσα καὶ ξένη τῶν διαθηκῶν καὶ ἀλλοτρία τῶν ἐπαγγελιῶν καὶ μακρὰν τοῦ θεοῦ παρευδοκιμήσασα, τὴν εὐγενίδα συναγωγὴν καὶ κυρίαν διὰ τοὺς πατέρας καὶ τὴν νομοθεσίαν 〈ἐκβαλοῦσα〉 καὶ γενομένη νύμφη Χριστοῦ.

Ἱππολύτου. Τὸν πεποιωμένον ἐν τῇ κακίᾳ· ὁ δὲ ἀπόστολος· 〈τοὺς ἁμαρτάνοντας〉, φησίν, 〈ἐνώπιον πάντων ἔλεγχε〉. [τὸν ἐκτραπέντα πρὸς ὀλίγον]. Anonyme. Ἢ τὸν πεποιωμένον τῇ κακίᾳ· ὁ δὲ ἀπόστολός φησιν· 〈τὸν ἁμαρτάνοντα ἐνώπιον πάντων ἔλεγχε〉, τὸν πρὸς ὀλίγον ἐκτραπέντα.

Ἱππολύτου. Καθάπαξ ἀδύνατον νοηθῆναι· οὐ καθάπαξ, φησίν, 〈ἀδύνατον νοῆσαι〉. Σύ· Ὁ τὴν τοῦ 〈θεοῦ δόξαν ἢ〉 τὴν τοῦ 〈βασιλέως κρύπτων〉 παρ᾽ ἑαυτῷ, τουτέστι κατέχων καὶ φυλάττων, τιμᾷ προστάγματα αὐτοῦ. Ἱππολύτου· Ὁ τὴν τοῦ 〈θεοῦ δόξαν ἢ〉 τὴν τοῦ 〈βασιλέως κρύπτων〉 παρ᾽ ἑαυτῷ, τιμᾷ πρόσταγμα αὐτοῦ.