Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας (Νόθος)

Ἱππόλυτος Ῥώμης

Αλληγορική ερμηνεία των ελάχιστων ζώων και η ορθή προσέγγιση των Γραφών

Συμβολική ανάλυση των τεσσάρων μικρών ζώων, αναφορά στον Χριστό μέσω των πλασμάτων που πορεύονται ευόδως, και προειδοποίηση ενάντια στην εκβίαση των θείων λόγων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 4 από 4

Καὶ οἰκέτις 〈ἐὰν〉 ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν«. Ἡ τῶν ἐθνῶν ἐκκλησία, τὴν συναγωγὴν οὖσαν κυρίαν· ταύτης γὰρ ὁ νόμος καὶ οἱ προφῆται δέονται. »Τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν· οἱ μύρμηκες, οἷς οὐκ ἔστιν ἰσχὺς καὶ ἑτοιμάζονται θέρους τὴν τροφὴν αὐτῶν«. Τὰ ἔθνη φησὶν »οἷς οὐκ ἔστιν ἰσχύς«· καὶ θησαυρίζουσιν ἑαυτοῖς δι᾽ ἔργων ἀγαθῶν τὴν αἰώνιον ζωήν. »Καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους«. Τίνες οἱ χοιρογρύλλιοι, ἀλλ᾽ ἢ ἡμεῖς, οἳ ἐοίκαμέν ποτε χοίροις, ἐν πάσῃ ῥυπαρίᾳ τοῦ κόσμου ἀναστρεφόμενοι;

Νυνὶ δὲ πιστεύσαντες Χριστῷ ἐποικοδομοῦμεν τοὺς ἑαυτῶν οἴκους ἐπὶ τὴν ἁγίαν σάρκα Χριστοῦ ὡς ἐπὶ πέτραν. »Ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς καὶ ἐκστρατεύει ἀφ᾽ ἑνὸς κελεύσματος εὐτάκτως«. Ἀκρίδι ἀπεικάζει τὰ πρώην ἄπιστα ἔθνη· οἵ ποτε μὲν ἀφίπταντο καὶ ἀπεπήδων ἀπὸ τοῦ Χριστοῦ, νυνὶ δὲ διὰ τῆς αὐτοῦ κελεύσεως καὶ κλήσεως τοῦ Χριστοῦ καὶ τῆς εἰς αὐτὸν ὁμολογίας, ὁσίως καὶ καλῶς στρατευόμεθα τῷ ἐπουρανίῳ βασιλεῖ, ἐπίγειον βασιλέα μὴ κεκτημένοι. »Καὶ ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος τοίχῳ καὶ εὐάλωτος ὤν, 〈κατοικεῖ〉 ἐν ὀχυρώμασι βασιλέων«. Οἱ ποτὲ μὲν ἡμεῖς ὡς ἀσκαλαβῶται καὶ ἰοβόλα θηρία διὰ τὴν ἀπιστίαν ὑπάρχοντες, νῦν εὐάλωτοι ἐν κόσμῳ ὄντες, ἐπερειδόμεθα διὰ τῆς ἐκτάσεως τῶν χειρῶν, ἐπὶ τὴν ἁγίαν σάρκα τοῦ Χριστοῦ ὡς ἐπὶ τοῖχον ἐνοικοῦντες, ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ. »Τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει«. Καὶ τίνα ταῦτα, ἀλλ᾽ ἢ ἄγγελοι ἐν οὐρανῷ, προφῆται ἐπὶ γῆς, ψυχαὶ δικαίων ἐν ὅροις ὑπὸ θεοῦ τεταγμένοις; Ταῦτα οὖν ἐστι τὰ εὐόδως πορευόμενα καὶ ὑπὸ Χριστοῦ πεμπόμενα. »Καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει» τὸν ἐπουράνιον θεὸν λόγον ἐσήμανε, τὸν τέταρτον ἐν καμίνῳ πυρὸς εὑρισκόμενον καὶ ὑπὸ Ναβουχοδονόσορ προσκυνούμενον καὶ ἐν Χερουβὶμ τετραμόρφων ζώων προστυπούμενον. «Καλῶς», φησί, «διαβαίνει».

Διέβη γὰρ οὐρανοὺς ὁ ἀόρατος 〈ὁρατὸς〉 πᾶσι γενόμενος· διέβη μήτραν παρθένου, καινὴν ἀνάπλασιν τοῦ Ἀδὰμ ποιούμενος· διέβη κόσμον, κῆρυξ ἀληθείας γενόμενος· διέβη καὶ ἐν ᾅδου, τὰς ψυχὰς τῶν πολλῶν φωτίσαι βουλόμενος· διέβη πύλας οὐρανῶν, ἀπαρχὴ ἀναστάσεως πᾶσι γενόμενος. Ἵνα δὲ δείξῃ περὶ τίνος λέγει, ἐπήνεγκεν εἰπών· «Σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν». Τίς ἂν οὗτος, ἀλλ᾽ ἢ ὁ ἐξ Ἰούδα σκύμνος, ὁ ὑπὸ Ἰακὼβ προφητευόμενος καὶ ὑπὸ Ματθαίου ἐν εὐαγγελίῳ κηρυττόμενος καὶ ὑπὸ Σαμψὼν ἐν ἀμπελῶνι ἀναιρούμενος; «Ὃς οὐκ ἀναστρέφεται οὐδὲ καταπτήσσει κτῆνος». Ὁ Χριστὸς γὰρ «ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος». Λέγεται δὲ ὁ λέων κοιμώμενος μὴ θροεῖσθαι, μέγα πεποιθὼς ἐν ἰσχύϊ. «Καὶ ἀλέκτωρ ἐμπεριπατῶν ἐν θηλείαις εὔψυχος». Οὗτος ἦν ὁ ἀπ᾽ ἀρχῆς διυπνίζων τὰς καρδίας τῶν ἀνθρώπων καὶ τὴν ἡμέραν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας διὰ πολλῶν προμηνύων καὶ τὸ σκότος ἐκθλίβων καὶ τὸ φῶς τὸ αἰώνιον πᾶσι φανερῶς ἐπιδεικνύων. «Ἐμπεριπατῶν ἐν θηλείαις εὐψύχως», τουτέστιν ἐν ταῖς ἐκκλησίαις εὐψύχως καὶ γενναίως, ὥς φησιν· «Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος». «

Καὶ τράγος ἡγούμενος αἰπολίου» Οὗτος γάρ, φησίν, ἐστὶν ὁ ὑπὲρ ἁμαρτίας κόσμου σφαγεὶς καὶ ὡς θῦμα προσαχθεὶς καὶ ὡς ἐρήμῳ εἰς ἔθνη πεμφθεὶς καὶ κόκκινον ἔριον ἐπὶ κεφαλὴν ὑπὸ τῶν ἀπίστων στεφανωθεὶς καὶ ἀνθρώπων λύτρον γεννηθεὶς καὶ ζωὴ πάντων δειχθείς. «Καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει». Ὁ ὑπὸ Ἠσαΐου προφητευθείς· «βασιλέα» γάρ, φησί, «μετὰ δόξης ὄψεσθε». Οὗτος ὁ δημηγορῶν ἐν ἔθνει πιστῷ καὶ παρρησίᾳ δι᾽ εὐαγγελίων ὁμιλῶν. «Τούτου ἄμελγε γάλα καὶ ἔσται βούτυρον». Ἄμελγε πιστῶς τὰς δύο διαθήκας τοῦ Χριστοῦ καὶ εὑρήσεις ἐντολὰς ὡς γάλα, ἵνα τρεφόμενος ἐν αὐταῖς εἰς πιστὸν τέλειον ἄρτον καταντῆσαι δυνηθῇς. «Ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα». Ἐὰν δὲ ἀπίστως καὶ κακοήθως τὰ περὶ Χριστοῦ ζητῇς, τραπήσεταί σοι τὸ γάλα εἰς αἷμα, ἄχρηστον εἰς βρῶσιν τοῦτό σοι γινόμενον. «Ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι».

Οἱ γὰρ φιλεριστοῦντες καὶ εἰς λογομαχίας ἀσκοῦντες καὶ τὴν ἀλήθειαν ἐξουθενοῦντες, οὗτοι κρίσει ὑπεύθυνοι ἔσονται.