Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας (Νόθος)

Ἱππόλυτος Ῥώμης

Η προσήλωση στη θεία διαθήκη και το μυστήριο του οίκου της Σοφίας

Προειδοποίηση ενάντια στην αίρεση μέσω της εικόνας της φαύλης γυναικός, και αλληγορική ερμηνεία των φυσικών προτύπων και του πνευματικού δείπνου της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 4

Τὸ αὐτὸ καὶ Ἠσαΐας φησίν· «Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ᾽ ὑμῶν». «Ζητήσουσί με κακοὶ καὶ οὐχ εὑρήσουσι». Οἱ γὰρ ἀπίστως καὶ ἐν ὑποκρίσει καρδίας ζητοῦντες τὸν Χριστὸν δίκαιοι ἐν αὐτῷ εὑρεθῆναι οὐ δύνανται, διὰ τὸ μὴ ζητεῖν ὡς δεῖ καὶ ὅτε δεῖ. «Υἱέ, μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη». Βουλὴν κακὴν τὸν διάβολον λέγει, ἥτις βουλὴ τὸν Ἀδὰμ καταλαβοῦσα ἀπέλιπεν αὐτὸν τῆς νέας καὶ οὐ παλαιουμένης μαθήσεως τοῦ θεοῦ. «Διαθήκην» δὲ «θείαν ἐπιλελησμένην» λέγει ἣν Ἀδὰμ καὶ Νῶε, Ἀβραὰμ καὶ Μωυσεῖ 〈...〉 ἐν εὐαγγελίοις Χριστὸς ἐπηγγείλατο τοῖς ὅσοι νικῶσι τὸν διάβολον ἀποδώσειν, ἣν καὶ ἄγγελοι ἐπιθυμοῦσιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅταν ἔλθῃ. «Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου 〈θησαυρούς〉». Καθὼς καὶ ὁ κύριος λέγει. «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπραχε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν». Ὑπὲρ γὰρ πάντα πλοῦτον κοσμικὸν διαφορώτερός ἐστιν ὁ λόγος τοῦ θεοῦ, διαμένων ἐν τῇ δόξῃ τοῦ πατρός, τιμιώτερος ὢν λίθων πολυτίμων, τουτέστι προφητῶν τε καὶ ἀποστόλων. «Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάξει». Τουτέστι τῇ αἱρέσει καὶ τῇ εἰδωλολατρείᾳ ἤτοι φαύλοις καὶ ματαίοις ῥήμασι.

Τὸ δὲ «μέλι γὰρ ἀποστάξει» τοῦτό ἐστι· τοῖς γὰρ κενοῖς καὶ ἀπατηλοῖς ῥήμασι μέλι ἐπαγγελλομένη καὶ τῶν μικρῶν στερίσκειν πειρᾶται. «Ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα». Ἥτις, πρὸς ἡδονὴν καρδίας ὁμιλοῦσα καὶ ἐπιθυμίᾳ σαρκὸς συγχωροῦσα, δοκεῖ πρὸς ὥραν γλυκαίνειν τὸν ἄνθρωπον. Ἀλλ᾽ «ὕστερον», φησί «πικρότερον χολῆς εὑρίσκει καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου». «Γίνεται» γάρ, φησί, «τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων» εἰς κρίσιν ἐρχόμενα, ἥτις ἐστὶν ὡς μάχαιρα ὀξεῖα ἐξερευνῶσα καὶ «τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ». «Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θάνατον εἰς τὸν ᾅδην». Οἱ γὰρ ἄφρονες καὶ τῇ πλάνῃ συντρέχοντες καὶ συναιρόμενοι, συμποδιζόμενοι ὑπ᾽ αὐτῆς, κατάγονται μετὰ θάνατον εἰς τὸν ᾅδην. «Τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται». Ἡ γὰρ πλάνη ἐπὶ τῇ ἀληθείᾳ οὐχ ἥδρασται οὐδὲ ὁδοὺς ζωῆς πατῆσαι δύναται, πάντοτε ῥεμβομένη καὶ πολλοῖς ἀνέμοις δονουμένη. «Μακρὰν ποίησον ἀπ᾽ αὐτῆς σὴν ὁδόν». Μὴ συναναστρέφου τοῖς τῆς αἱρέσεως δόγμασιν. «Μηδὲ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς». Τουτέστι τῇ ποικιλίᾳ ὧν ἑαυτῇ περιεποιήσατο θεσμῶν. «Ἵνα μὴ προῇ ἄλλοις ζωήν σου». Τοῖς τὴν ἀλήθειαν φρονοῦσι καὶ ζωὴν αἰώνιον κληρονομεῖν ἐπιθυμοῦσι. «Καὶ μεταμεληθεὶς ἐπ᾽ ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου».

Ἡνίκα παραγίνηται ὁ ἀπαιτῶν καὶ καταλείπῃς τὸ σῶμά σου ἀναλυόμενον ἐν τῇ γῇ· «ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;». «Ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ». Πορεύθητι «πρὸς τὸν μύρμηκα», τουτέστι πρὸς τὸ ἔθνος τὸ ἐξουδενωμένον ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ἐλπίδα δὲ εἰς Χριστὸν κεκτημένον. «Καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος». [Μίμησαι τὴν καλὴν πολιτείαν αὐτοῦ «καὶ γενοῦ σοφώτερος», ὅς, «γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων, ἑτοιμάζεται θέρους τὴν τροφήν»]. Ἄλλως. Ὃς μηδεμίαν ἐλπίδα ἐν κόσμῳ κεκτημένος, μηδὲ ἀπατώμενος ὑπὸ θέας τῶν ἐν τῷ βίῳ πραττομένων ἀνομημάτων, μηδὲ βιαζόμενος ὑπό τινος, ἀλλ᾽ ἑκὼν καὶ προαιρέσει καρδίας πιστεύων τῷ θεῷ, ἑτοιμάζεται δι᾽ ἔργων ἀγαθῶν τὴν αἰώνιον ζωήν. «Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν». Ἢ πρόσδραμε τῇ ἐκκλησίᾳ καὶ μάθε τὰ τοῦ φωτὸς ἔργα ἐν αὐτῇ γινόμενα. «Τήν τε ἐργασίαν αὐτῆς ὡς σεμνὴν ἐμποιεῖται». Τὴν δὲ πολιτείαν αὐτῆς ὡς σώφρονα καὶ ἁγνὴν ἐπιδεικνυμένη. «Ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται». Ἧς τὰς ἐντολὰς πλούσιοι καὶ πένητες πρὸς σωτηρίαν ἑαυτῶν λαμβάνουσιν. «Καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής». Καίπερ οὖσα ἐν κόσμῳ εὐτελής, ἀλλ᾽ εἰς Χριστὸν πιστεύσασα προήχθη. «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον». Ἱππολύτου· Τὴν νέαν Ἱερουσαλὴμ καὶ ἁγίαν σάρκα. 〈«Καὶ ὑπήρεισε〉 στύλους ἑπτά».

Τὴν ἑβδομάδα τοῦ ἁγίου πνεύματος ἐπ᾽ αὐτῷ ἀναπαυομένην ἐσήμανε, καθὼς Ἠσαΐας μαρτυρεῖ λέγων .... «Ἔσφαξε τὰ ἑαυτῆς θύματα». Τοὺς μακαρίους προφήτας κατὰ καιρὸν ἀναιρουμένους ὑπὸ τῶν ἀπίστων, καθὼς λέγει. «Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν». «Ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον». Ἔδωκεν ἐν τῇ ἐκκλησίᾳ τὸ ἅγιον πνεῦμα ὡς οἶνον. 〈«Καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν»〉. Τράπεζαν δὲ τὴν ἀλήθειαν λέγει διὰ τῶν ἁγίων προφητῶν. «Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους». Τοὺς ἀποστόλους εἰς τὸν σύμπαντα κόσμον προσκαλουμένους πάντα τὰ ἔθνη εἰς τὴν γνῶσιν τοῦ θεοῦ. «Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν». Τοῖς μήπω κεκτημένοις τὴν δύναμιν τοῦ ἁγίου πνεύματος. «Ἔλθετε, φάγετε». Δεῦτε, ἐπίγνωτε τὴν ἀληθῆ καὶ εὐθεῖαν ὁδὸν καὶ πίετε οἶνον καὶ λάβετε πνεῦμα ἅγιον ὡς οἶνον. «Ἀπολείπετε ἀφροσύνην». Ἐκκλίνατε τὰς ὁδοὺς τῆς ἀγνωσίας καὶ ἐπίγνωτε τὴν αἰώνιον ζωήν. «Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι».