Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας (Νόθος)

Ἱππόλυτος Ῥώμης

Αλληγορική ερμηνεία των αδηφάγων στοιχείων και των ακατάληπτων οδών

Σχολιασμός των χωρίων περί της βδέλλας, του άδη και των τεσσάρων ακατάληπτων οδών, με ηθικές και εκκλησιολογικές προεκτάσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 4

Τῇ ἁμαρτίᾳ· πορνεία, φθόνος, εἰδωλολατρεία. «Καὶ αὗται αἱ τρεῖς οὐκ ἐνεπίμπλασαν αὐτήν». Οὐ γὰρ ἐμπίπλαται, ἀεὶ διὰ τῶν πράξεων τούτων νεκροῦσα ἡ ἁμαρτία τὸν ἄνθρωπον. «Ἡ δὲ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν». Ἡ κατὰ πάντων πονηρὰ ἐπιθυμία. Ὥσπερ γὰρ «ἓν μέν ἐστι τὸ σῶμα, ἔχει δὲ μέλη πολλά», οὕτω καὶ ἡ ἁμαρτία, μία οὖσα, πολλὰς καὶ ποικίλας ἐπιθυμίας ἔχει. Ὅθεν τοῦτο διδάξαι βουλόμενος διὰ παραδειγμάτων ἐπάγει λέγων· «Ἅιδης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γῆ μὴ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ».

Ὃν γὰρ τρόπον ὁ ᾅδης οὐ διαλείπει δεχόμενος ψυχὰς ἀνθρώπων, οὐδὲ ὁ ἔρως τῆς ἁμαρτίας παύσεται ἐκπορνεύων καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων διαφθείρων. Τῆς δὲ αὐτῆς ἐννοίας ἔχονται ὅ τε τάρταρος καὶ τὰ λοιπά. «Ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός». Βλασφημοῦντα τὸν θεὸν καὶ πατέρα καὶ ἐξουθενοῦντα Χριστόν, τὴν τοῦ θεοῦ σοφίαν. «Ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων». Τὰ ἀκάθαρτα καὶ πονηρὰ πνεύματα, τὸ διορατικὸν τῆς ἀφροσύνης ὄμμα. «Καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν». Καταπάτημα ἔσονται τοῖς ποσὶ τῶν ἁγίων. «Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου». Τοῦ Χριστοῦ τὴν ἀνάληψιν. «Καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας». Ὁ διάβολος οὐχ εὗρεν ἴχνος ἁμαρτίας ἐν τῷ σώματι τοῦ Χριστοῦ. «Καὶ τρίβους νηὸς ποντοπορούσης». Τῆς ἐκκλησίας ὡς ἐν πελάγει τῷ βίῳ τούτῳ, τῇ εἰς Χριστὸν ἐλπίδι διὰ τοῦ σταυροῦ κυβερνωμένης. «Καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι». Τοῦ ἐκ πνεύματος ἁγίου καὶ τῆς παρθένου γεγεννημένου. «Ἰδοὺ» γὰρ, φησίν, «ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ». «Τοιαύτη ὁδὸς μοιχαλίδος, ἥ, ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησι πεπραχέναι ἄτοπον». Τοιαύτη ἐστὶν ἡ ἀναστροφὴ τῆς ἐκκλησίας πιστευούσης Χριστῷ, ἥ, μετὰ τὸ πορνεῦσαι ἐν τοῖς εἰδώλοις, ἀποταξαμένη τούτοις καὶ τῷ διαβόλῳ καὶ ἀπολουσαμένη τὰς ἁμαρτίας καὶ λαβοῦσα ἄφεσιν «οὐδέν φησι πεπραχέναι ἄτοπον». «