Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων (παράφρασις)

Ἱππόλυτος Ῥώμης

Εισαγωγή στα έργα του Σολομώντος και στο Άσμα Ασμάτων

Αναφορά στη σοφία του Σολομώντος, στην τριαδολογική αντιστοιχία των τριών γνήσιων βιβλίων του και στην εξήγηση της ονομασίας του Άσματος Ασμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 1 από 5

Πολὺς ἐν σοφίᾳ Σολομῶν, ὁ μαρτυρηθεὶς ὑπὸ θεοῦ. Ἔμπροσθέν σου οὐκ ἐγένετο ἄλλος καὶ μετά σε οὐκ ἀναστήσεται ὅμοιός σοι. Πολύς ἐστι καὶ δυσερμήνευτος καὶ ὀκνηρὸς πρὸς ἐγχείρησιν, ἀλλ᾽ ὅμως καὶ πολλάκις ἠβουλήθημεν τὰ δι᾽ αὐτὸν ὑπεξελθεῖν, ὅπως τε τὰ περὶ αὐτοῦ τί ἐστι καὶ πόθεν ὁ τοσοῦτος τῆς σοφίας ἔρως ἐπ᾽ αὐτῷ ἀνεπέπαυτο, τίνες δὲ αἱ βίβλοι καὶ ποταπαὶ καὶ πόσαι καὶ πῶς αὐτὰς ἐξῆλθε.

Τρεῖς τοίνυν αὐτοῦ βίβλους ἀνοθεύτους εὑρίσκομεν, τήν τε παροιμίαν, τὸν ἐκκλησιαστὴν καὶ τὸ ᾆσμα τῶν ᾀσμάτων. Ὅπως δέ τινες καὶ τὴν λεγομένην σοφίαν πανάρετον εἰς αὐτὸν περιπλέκωσιν, ἥντινα ξένην καὶ ἀλλοτρίαν αὐτοῦ ἐπιστάμεθα, οὐ μόνον ἐκ τῶν ἀρχαίων καὶ μακαρίων πατέρων, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς βίβλου. Τά τε σκέμματα καὶ τοὺς τρόπους, τὰς παραβολάς τε καὶ τὰ αἰνίγματα, τάς τε ἐνεργείας καὶ τὰ μυστήρια, ὅσα ἐν τοῖς τρισὶ βίβλοις τοῖς μετὰ πόνου ἐντυγχάνουσι γνώριμα, ξένην καὶ πάλιν τούτων ὑποτίθημι.

Ὅπως τε πάλιν μυστηριωδῶς καὶ πάνυ κεκαλυμμένως τὰς βίβλους ταύτας τὰς τρεῖς τῇ ἁγίᾳ τριάδι συνέταξε. Τήν τε γὰρ παροιμίαν εἰς τὸν πατέρα μυστηριωδῶς συγγράψας, ἐλάλησε, φησίν, ὡς ἀπὸ τοῦ πατρὸς αὐτοῦ τῷ Σολομῶντι, ἐν οἷς φέρεται ὁ πατὴρ περὶ τοῦ υἱοῦ τοῦ ἰδίου καὶ ὁμοουσίου μυστήριά τινα μέλλοντα ἐκβήσεσθαι ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν εἰς ἡμᾶς.

Τόν τε ἐκκλησιαστὴν εἰς Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ καὶ ὅσα ἐν τῇ ἐκκλησίᾳ αἰνίγματα, μᾶλλον δὲ ἐκεῖνος αἰνιγματωδῶς καὶ κεκαλυμμένως ἐξέθετο· πῶς δὲ δηλοῖ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τοῖς μὴ παρέργως ἀναγινώσκουσι καὶ πῶς τὰ τοῦ κόσμου «ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης», ἅπερ ὁ Χριστὸς ὕστερον ἐν τῷ εὐαγγελίῳ διδάξας φαίνεται.

Τὸ δὲ ᾆσμα τῶν ᾀσμάτων τὰ τοῦ θείου πνεύματος λόγια ὅπως τε αὐτὸ παρέχει καὶ τὸ ᾆσμα καὶ τὸ ψάλλειν καὶ τὰ χαρίσματα τὰ διάφορα καὶ πῶς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ποτὲ μεμελανωμένην ταῖς παραπτώμασιν ἐφαίδρυνε καὶ ἥνωσεν ἑαυτῷ λαμπρύνας διαφόροις χαρίσμασι.

Μυστηριωδῶς τοίνυν ὁ Σολομὼν τὰς τρεῖς βίβλους ταύτας εἰς τὴν ἁγίαν τριάδα συνέγραψε. [Καὶ ὁ Ἱππόλυτος τρεῖς λέγει τὰς βίβλους]. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον τῆς βίβλου προΐεμεν. Ἔγραψας ἡμῖν διατί ᾆσμα ᾀσμάτων καλεῖται;

Τρισχιλίας παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἱστόρησε, φησί, Σολομὼν καὶ ἀπὸ τῆς κέδρου τοῦ λιβάνου ἕως τῆς ὑσσώπου τῆς ἐπὶ δώματος καὶ ἀπὸ πετεινοῦ ἕως ἑρπετοῦ καὶ θηρίου τοῦ ἕρποντος ἐπὶ τὴν γῆν. Ὅτι μὲν οὖν δυσνόητον τὸ πρόβλημα καὶ δυσεγχείρητον, παντί που δῆλόν ἐστιν, ὥστε ἀπό τε τοῦ οὐρανοῦ καὶ γῆς, ξύλου τε καὶ θηρίου καὶ πετεινοῦ καὶ ἑρπετοῦ καὶ πάντων τῶν φαινομένων οὐ παρέλιπέ τι ὧν οὐχ ὑπεξῆλθε, τῶν μὲν ζηλούντων καὶ μιμουμένων τὰ ὑποδείγματα, τῶν δὲ φεύγειν καὶ ἀποτρέπειν τοὺς τρόπους, ὡς ἑκάστῳ κατὰ δύναμιν.

Ποῦ τοίνυν πᾶσα ἡ τοιαύτη πλουσία γνῶσις; Ποῦ δὲ τὰ μυστήρια τὰ κεκρυμμένα; Ποῦ αἱ παραβολαὶ καὶ τὰ αἰνίγματα τὰ τοιαῦτα; Ποῦ δὲ αἱ βίβλοι; Ἀναφαίνονται γὰρ μόναι παραβολαὶ αὗται αἱ γεγενημέναι ἐν τῇ σοφίᾳ. Ὀλίγαι γάρ. Ἀναφέρεται δὲ καὶ ἕτερον βιβλίον τοῦ ἐκκλησιαστοῦ, στίχοις ψηʹ. Ἀναφέρεται δὲ καὶ τὸ ᾆσμα τῶν ᾀσμάτων, ἐγγύς που ἢ πλέον τʹ.

Ποῦ οὖν ἄρα τὸ πλῆθος παρέδραμε; Τί δὲ ἄρα; Πάντα τὰ βίβλια αὐτοῦ ἀνῄρηται ἢ ψεύδεται ἡ γραφή; Ἀλλὰ μὴ γένοιτο. Τὸ ἐπίτομον γὰρ μᾶλλον ἡ χάρις τοῦ ἁγίου πνεύματος ποιήσασθαι εὐδόκησεν ὥς τε πολλὰ μὲν καὶ ἄπορα τὰ τοῦ ἀνδρὸς τούτου ἤθη, ὥστε καὶ πλείστοις τῶν ἔξω τῶν αἰνιγμάτων αὐτοῦ ἐμφορηθῆναι· καὶ Πλάτωνι γὰρ καὶ Ἀριστοτέλει καὶ τοῖς περὶ αὐτὸν σοφοῖς λέγεται ἀποκλέψαι οὐκ ὀλίγα τινὰ τῶν τοῦ ἀνδρὸς τούτου παροιμιῶν τε καὶ αἰνιγμάτων. Πολλὰ δὲ καὶ οἱ θεῖοι εὐαγγελισταὶ ὑπεμνήσθησαν ἐν κρυφῇ τῶν τοῦ ἀνδρὸς τούτου κατορθωμάτων.

Τί οὖν; Ἅπαντα ἐσιωπήθη; Οὐχί· μὴ γένοιτο. Εἶπε γὰρ ὅτι ἱστόρησεν ἀπὸ τῆς κέδρου καὶ τῆς ὑσσώπου καὶ πετεινοῦ καὶ θηρίου καὶ ἑρπετοῦ καὶ ἕως πατνωμάτων. Ἐπεὶ οὖν ἄπειρον ἦν τὸ πλῆθος, ὅρα τὸ ἀπειροδύναμον τῆς σοφίας τοῦ πνεύματος.

Ὅσα ἦν ἀναγκαῖα πρὸς ἐκκλησιαστικὸν ὅρον, ταῦτα καὶ μόνον ἐσημειώθη. Καὶ τοῦτο οὐκ ἔστιν ἐμὸν τὸ ῥῆμα, ἀλλ᾽ ἄκουσον τῆς βίβλου τῶν παροιμιῶν αὐτοῦ που μέσον οὕτως δογματιζούσης· «Αὗται αἱ παροιμίαι, φησί, Σολομῶντος αἱ ἀδιάκριτοι ἃς ἐξελέξαντο οἱ φίλοι Ἐζεκίου τοῦ βασιλέως». Εἰ δὲ ἐκεῖνοι ἀδιακρίτους αὐτὰς εἶπον, τί εἴπωμεν ἡμεῖς οἱ βραχεῖς καὶ ταπεινοί, πλεῖστα αὐτῶν ἀπολιμπάνοντες ὅπως τε δυσερμηνευτοί εἰσιν. Ἐδόθη γὰρ αὐτῷ, φησί. «χύμα καρδίας» ὥστε μὴ παρεμποδίζεσθαι αὐτὸν μηδὲ τὸ τυχὸν φιλοσοφῆσαι. Τὸ δὲ «ἐξελέξαντο» τοιοῦτόν ἐστιν. Τελευτήσαντος Σολομῶντος, μετὰ πλεῖστα ἔτη, ἦλθεν Ἐζεκίας ὁ βασιλεύς. Σοφὸς δὲ ὁ ἀνὴρ καὶ δίκαιος καὶ εὐγνώμων ἐνώπιον κυρίου θεοῦ αὐτοῦ. Διὰ τοῦτο γὰρ εἶπεν ἡ βίβλος ὅτι οἱ φίλοι Ἐζεκίου ἐξελέξαντο, ἵνα μάθῃς ὅτι ἀξιοπίστου ὀνόματος προσήγαγε μάρτυρας. Πάντως γὰρ οὐκ ἂν αὐτοὺς ἐκέκτητο φίλους, δίκαιος ὤν, εἰ μὴ τῶν τῆς εὐσεβείας ὅρων συμμύσται αὐτῷ καὶ ὁμόφρονες ὑπῆρχον. Καὶ πόθεν φησὶν ἐξελέξαντο; Ἐν αἷς εἶπε πεντακισχιλίαις ᾠδαῖς καὶ τρισχιλίαις παραβολαῖς. Σοφοὶ γὰρ ὑπάρχοντες ἀκριβῶς ἐξελέξαντο. Τοῦτο δὲ οὐκ ἄνευ τῆς οἰκονομίας τοῦ πνεύματος γέγονεν, ἵνα τὸ μυστήριον τὸ μέλλον φανερωθῇ δι᾽ αὐτῶν ἐπ᾽ ἐσχάτων ἀποτελούμενον.

Δέδεικται οὖν ὅτι τὰ μὲν πλείω ἦν, τὰ δὲ ἀναγκαῖα, ὅσα ἔφθην εἰπὼν μυστηριωδῶς εἴς τε τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὴν οἰκονομίαν τοῦ Χριστοῦ καὶ εἰς τὴν εὐωδίαν τοῦ πνεύματος, εἴς τε τὴν ἐκκλησίαν καὶ τοὺς σοφοὺς ἀποστόλους.

Ἀλλ᾽ ἐπὶ τὸ βιβλίον τοῦ ᾄσματος ἥκομέν σοι πειθόμενοι. Διὰ τί ᾆσμα ᾀσμάτων καλεῖται; Ὅτι δὲ ἐν οἷς τὰ πεντακισχίλια ᾄσματα ἐξ αὐτῶν ᾆσμα ἓν καὶ βελτίω διηγήσαντο παντὶ γνώριμον. Ὥσπερ γὰρ φίλος φίλων καὶ ἄνθρωπος ἀνθρώπων εἰς σύγκρισιν τοῦ βελτίονος, οὕτω φησὶ καὶ ᾆσμα ᾀσμάτων, τουτέστι τῶν ᾀσμάτων ᾀσματικώτερον καὶ τῶν ᾠδῶν ᾠδικώτερον.