Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων (παράφρασις)

Ἱππόλυτος Ῥώμης

Ερμηνεία του Άσμ. 1, 2-9: Η Εκκλησία, η Συναγωγή και η κλήση σε μετάνοια

Αλληγορική προσέγγιση του φιλήματος, των μαστών και του μύρου, ερμηνεία της μέλαινας νύμφης ως της Συναγωγής και προτροπή σε μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 5

Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον τῆς βίβλου προΐεμεν. 〈Φιλησάτω με ἀπὸ φιλήματος στόματος αὐτοῦ〉, [Καὶ ἐν τούτοις τὰ πλεῖστα τῷ πατρὶ τούτῳ συνᾴδει καὶ ὁ μέγας Ἱππόλυτος] 〈ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα, μύρον ἐκκενωθὲν ὄνομά σου.

Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε〉. Τὸ μὲν φιλησάτω ἀπὸ προσώπου τῆς συναγωγῆς λαμβάνει, ἥτις παρακαλεῖ ἐφέλκεσθαι βουλομένη ἀπ᾽ οὐρανίου λόγου, ἵνα φιληθῇ. Ἕτοιμα 〈γὰρ〉 τὰ χείλη βούλεται κολλῆσαι αὐτῷ, ἵνα δύναμιν πνευματικὴν ἀποσπᾶσαι δυνηθῇ.

Διὰ γὰρ τῶν ἐντολῶν ἐντέλλεται, ἵνα σκιρρώσῃ τὴν διὰ στόματος ἀγάπην. Τὸ δὲ 〈ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον〉, ὃν τρόπον εὐφραίνει καρδίαν ὁ οἶνος, οὕτως εὐφραίνουσι διαθῆκαι Χριστοῦ. Μαστοὶ γάρ εἰσιν αὐτοῦ αἱ δύο διαθῆκαι, νόμος καὶ εὐαγγέλιον, γάλα δὲ αἱ λευκαὶ ἐντολαί.

Ὥσπερ δὲ νήπια γαλουχεῖται διὰ τῶν μαζῶν, οὕτω καὶ οἱ πιστοὶ ἀπὸ τῶν δύο διαθηκῶν ἀμέλγουσιν ἐντολάς. Μύρα Χριστοῦ τίνα λέγει, ἀλλ᾽ ἢ τὰ λόγια ὑπὲρ πάντα ἀρώματα ἡδονὴν χορηγοῦντα. Ὃν γὰρ τρόπον ἐν ἀγγείῳ μύρον ὂν ἐγκείμενον, οὐδέπω τὴν ὀσμὴν παρέχει, ἔχει δὲ αὐτὴν ἐν ἑαυτῷ, λυθέντος δὲ τοῦ μύρου, τέρπει ἅπαντας τοὺς ἐγγὺς καὶ τοὺς μακράν, οὕτω τὸ μύρον ὁ λόγος ἐν καρδίᾳ πατρὸς ὤν, τουτέστιν ἐν τῷ κόλπῳ, ἐκκενωθεὶς εἰς τὸν κόσμον εὐωδίας τὰ πάντα πεπλήρωκε. 〈Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε καὶ εἵλκυσάν σε, εἰς ὀσμὴν μύρου σου ἔδραμον.〉 Νεάνιδες δὲ οἱ ἀγαπήσαντες, οἱ μακαριστοὶ ἀπόστολοι, οἵτινες ἀφέντες τὸν κόσμον ἠγάπησαν αὐτόν. 〈Εἵλκυσάν σε〉· ἐν γὰρ τῷ ἑλκύσαι Χριστὸν πρὸς ἑαυτούς, ἠκολούθησαν αὐτῷ εἰς ὀσμὴν μύρου αὐτοῦ δραμόντες, ὅ ἐστι τῆς διδασκαλίας αὐτοῦ. 〈Εἰσήνεγκέ με〉, φησίν, ὁ 〈βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ〉. Τίς δέ ἐστι βασιλεύς, ἀλλ᾽ ἢ ὁ Χριστός; Τί δὲ ταμιεῖον, ἀλλ᾽ ἢ ἡ ἐκκλησία; Τίς δὲ ταῦτα λαλεῖ ὅτι εἰσήγαγέ με; Πάντως ἡ συναγωγὴ τῶν πιστευσάντων· ἠσφαλίσατο γὰρ αὐτὴν εἰς τὸ ταμιεῖον ὅ ἐστιν ἡ ἐκκλησία. 〈Ἀγαλλιασθῶμεν〉, φησί, 〈καὶ εὐφρανθῶμεν ἐν σοί, ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε〉. Ἤδη μὲν οὖν τὸ μὲν προκατείληπτο, τὸ δὲ εὐθύτης, ὅσοι κατ᾽ εὐθεῖαν πορεύονται οὗτοί σε ἀγαπῶσι. 〈Μέλαινά εἰμι καὶ καλή, θυγάτερες Ἱερουσαλήμ.

Μὴ βλέπετέ με ὅτι ἐγὼ μεμελανωμένη εἰμί, μηδὲ ὅτι παρεῖδέ με ὁ ἥλιος〉.

Πῶς καὶ μέλαινά φησι καὶ καλή; Ὅτι ἁμαρτωλὴ ἤμην, ἀλλ᾽ ἐφιλησέ με Χριστός. 〈Παρεῖδέ με ὁ ἥλιος〉, τουτέστιν ἔμπροσθεν ὁ Χριστὸς παρεῖδέ με. Παρεῖδε γὰρ αὐτὴν μὴ πεισθεῖσαν, διαλάσσεται δὲ αὐτῇ μετανοούσῃ. Εἶδες στόμα συναγωγῆς ὁμολογούσης τὰ συμβεβηκότα. 〈Υἱοὶ〉 γάρ, φησί, 〈μητρός μου ἐμαχέσαντό με〉. Μητὴρ ὁ νόμος, υἱοὶ οἱ προφῆται οἵτινες ἐμάχοντο ἐν ἐμοὶ λέγοντες· ἐπίστρεψον ἐπὶ νόμον Μωυσῆ. 〈Ἔθεντό με φυλακὴν ἐν ἀμπελῶνι· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα〉. Τουτέστιν ἔθεντό με ὡς ἄμπελον· οὐκ ἐτήρησα δὲ τὸν ἐμὸν λαόν, τουτέστι τὰ κλήματά μου. Παρὰ πάσης γὰρ θεοπνεύστου γραφῆς ἀμπελὼν ὁ Ἰσραὴλ λέγεται. «Ἐφύτευσα» γάρ, φησίν, «ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκα». Καὶ «ἄμπελον ἐξ Αἰγύπτου μετῆρας» καὶ πολλὰ τοιαῦτα. 〈Ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζῃ ἐν μεσημβρίᾳ〉;

Λέγε μοι, Χριστέ, φησί, παρακαλῶ, ἐγκατέλιπάς με; Εἰς ἔθνη ποιμαίνῃ ἢ ἐπορεύθης ἐκεῖ; Ὀρφανὴ γεγένημαι. Ἡ πλουσία πένομαι. 〈Μήποτε γένωμαι περιβαλλομένη ἐπ᾽ ἀγέλαις ἑταίρων σου〉. Μήποτε, φησίν, ἡ πάλαι προσδεχομένη προσηλύτους, νῦν προσήλυτος ἐθνῶν γένωμαι.

Ἢ καὶ λέγει συναγωγῇ· 〈Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξί〉, λέγουσα· 〈Μέλαινά εἰμι καὶ καλή〉, ἀλλ᾽ ἁμαρτωλός, ἀλλὰ φιλοῦμαι, οὐδαμοῦ σε ὀνήσει ἡ φιλία μου· τουτέστιν, ἐὰν μὴ ἐπιστρέψῃς ἐξ ὅλης τῆς καρδίας καὶ εἴπῃς τὰς ἁμαρτίας σου, οὐ μὴ δικαιωθῇς.

Μή σε ἀπατάτω ἡ πρὸς πατέρας ἐπαγγελία· Ἀβραὰμ σώζεται, ἀλλ᾽ οὐδέν σε ὠφελήσει. 〈Ἔξελθε σὺ ἐν πτέρναις καὶ ποίμαινε τὰς ἐρίφους〉. Τουτέστιν ἀνυπόδετος καὶ γυμνὴ πορεύου ὀπίσω μου· πρόβατον γὰρ ᾕρημαι ἐν αὐτῷ· ἀλλὰ γὰρ εἰς ἐρίφους σοι τὸ ἐναντίον λογίζομαι, οὐκέτι εἰς ποί〈μνην〉 προβάτων, ἀλλ᾽ εἰς ἐρίφους. 〈Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων σου καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνωμάτων τῶν ποιμένων〉. 〈Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον〉. Ἐὰν μετανοήσῃς, φησί, συναγωγή, τότε σὲ ὁμοιώσω ἐμαυτῷ ὡς τῇ ἵππῳ ζευγνυμένην ἐν ἅρμασι Φαραώ. Διατί δὲ τῷ ἵππῳ, τῷ ἅρματι τοῦ Φαραὼ ὡμοίωσεν; Ὅτι τότε τίμια ἦν παρὰ τῷ Σολομῶντι ὁ ἵππος, παρὰ δὲ τῷ Φαραὼ βασιλεῖ Αἰγύπτου τὸ ἅρμα Ὃν τοίνυν τρόπον ταῦτα οὕτως ἐζευγμένα ἐστὶν ἔνδοξα, οὕτως καὶ σὺ ἔνδοξος ἔσῃ, ἐὰν ἄρα μετανοήσῃς.

Ἡ μὲν γὰρ ἵππος ἦν ἐκ λαοῦ τῶν Ἰουδαίων, ὅθεν οἱ ἀπόστολοι. «Ἐπεβίβασας» γάρ, φησίν, «εἰς θάλασσαν τοὺς ἵππους σου», καὶ «ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου». Καὶ διατί ἵππους τοὺς ἀποστόλους καλεῖ; Διὰ τὸ διώκειν ἐν κόσμῳ, τουτέστι τρέχειν τὸν δρόμον τῆς εὐσεβείας, ἅρματα δὲ αἱ ἐκκλησίαι αἱ ἐξ ἐθνῶν, ὑποζευγνύμενοι τοίνυν ἵπποι, τουτέστιν ἀπόστολοι, ἅρμα ὅ ἐστιν ἡ ἐκκλησία. Ἕλκουσιν αὐτὴν δικαίως προτρεπόμενοι ἐπὶ τὴν ὁδὸν τῆς οὐρανίου ζωῆς. 〈Σιαγόνες σου〉, φησίν, 〈ὡς τρυγόνες〉. Ἔχει γὰρ τὸ ἐρυθρὸν τὸν τῆς πίστεως δυσωπούμενον λόγον. 〈Τράχηλός σου ὡς ὁρμίσκοι〉. Τουτέστιν οὐκέτι κάτω νεύεις· τὸ γὰρ παρρησιαστικὸν τῆς ἐλευθερίας λαβοῦσα, εἰς οὐρανοὺς ἀνάνευε. 〈Ὁμοιώματα χρυσίου ποιήσομέν σοι ἀπὸ στιγμάτων τοῦ ἀργυρίου〉. Ὅτι ὁ νόμος ὡς ἀργύριον ἦν μετρίως παιδεύων, νῦν δὲ τὴν ἐξοχωτάτην τιμὴν τοῦ χρυσίου κληρονόμον λαβοῦσα τὸ εὐαγγέλιον, ὁμοιώματα χρυσίου ποιήσεταί σοι. 〈Ἕως οὗ ὁ βασιλεὺς ἐναγκαλίσῃ αὐτούς〉, φησί. Τουτέστιν ἕως οὗ ὁ Χριστὸς παραγένηται τὸ δεύτερον, θάλπων ἅπαντας τοὺς πιστεύσαντας ἐν τῇ βασιλείᾳ αὐτοῦ. 〈Νάρδος μου, φησίν, ἔδωκεν ὀσμὴν αὐτοῦ〉.