Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων (παράφρασις)

Ἱππόλυτος Ῥώμης

Ερμηνεία του Άσμ. 1, 12 - 2, 3: Το μυστήριο του Σταυρού και η πνευματική κατοικία

Παραλληλισμός των αμπελώνων της Ενγαδδί με το πάθος του Χριστού, και ανάλυση των συμβολισμών της κέδρου, της κυπαρίσσου και του κρίνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 5

Τουτέστιν τὸ μύρον τῆς χάριτος ἔπνευσεν, ἵνα, ἐὰν θέλῃ, καὶ περιτομὴ σωθῆναι δυνηθῇ. 〈Ἀπόδεσμος τῆς στακτῆς〉· ἦν γὰρ Χριστὸς σῶμα κεκτημένος, ἵνα διὰ τοῦτο ὡς βότρυς ἐκθλιβῇ. 〈Ἀδελφιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται〉. 〈Νάρδος τῆς κύπρου ἀδελφιδός μου ἐν ἀμπελῶσιν Ἐνγαδδί〉. Τόπος ἐστὶ χώρας τινὸς ἐν τῇ Ἰουδαίᾳ οὕτω καλούμενος ἐν ᾧ τὸ ἀποβάλσαμον γίνεται.

Εἰσὶν οὖν ἀμπελῶνες ἐκεῖ 〈ἐπὶ〉 ξύλων. Ταῦτα τὰ ξύλα ἐκεῖ κνιζόμενα δίδωσι τὸ μύρον. Εἶπεν οὖν «ἀδελφιδὸς ἐν ἀμπελῶσιν Ἐνγαδδί», σημαίνων τόδε· ἰσχυρὸς μὲν γὰρ ἦν, φησίν, ἐπὶ ξύλου πάσχων ὁ κύριος, νυττόμενος δὲ ἐπὶ ξύλου δίδωσι τὴν εὐωδίαν.

Ἡνίκα δ᾽ ἂν ὑπὸ τοῦ τεχνίτου ὅπλῳ νυγῇ τὰ ξύλα ἐκεῖνα, παραυτίκα τὸ δάκρυον ἀποστάζει, οὕτω καὶ ὁ Χριστὸς ἐγγὺς αὐτοῦ που τοῦ τόπου τὸν λαὸν ἐδάκρυεν, ἵνα ἀπολοῦσαι δυνηθῇ, τὴν παρ᾽ ἑαυτοῦ εὐωδίαν δι᾽ εὐσπλαγχνίαν δηλῶν.

Τότε μὲν ἐπὶ ξύλου ἐνύσσετο ὡς ἐν ἀμπελῶνι, ἵνα τὸ καλὸν μύρον τῆς εὐωδίας δείξῃ. Ὁ δὲ λόγος τοῦ θεοῦ κατὰ σάρκα σώματι ἐσφίγγετο καὶ μέγας ὢν μικρὸς ἐγένετο· ἐντεῦθεν κρεμασθέντος αὐτοῦ ἐπὶ ξύλου τὸ καλὸν μύρον τῆς εὐωδίας ἀπεκαλύπτετο.

Λέγει οὖν· 〈Ἀδελφιδός μου ἐν ἀμπελῶσιν Ἐνγαδδί〉. Ἀντιφωνεῖ καὶ λέγει πάλιν ἐκεῖνος· 〈Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή〉 [ἀδελφιδός μου]. Ὑπὸ πάντων γὰρ πεφίλησαι καὶ τῶν μὴ γινωσκόντων σε. 〈Ἰδοὺ εἶ καλὸς ἀδελφιδός μου〉. Ὡμολόγησάς με καλόν, διὰ ταύτην τὴν αἰτίαν ὁμολογῶ σε κἀγὼ καλήν. Τί δὲ ἦν τὸ εἰπεῖν τὸν Χριστόν· Καλὴ εἶ, ἀλλ᾽ ἤ· «Θάρσει, θύγατερ, ἀφέωνταί σου αἱ ἁμαρτίαι».

Ἐπεφώνησε πάλιν ἡ αὐτὴ καὶ λέγει· 〈Ἰδοὺ εἶ καλὸς ἀδελφιδός μου καί γε ὡραῖος· πρὸς κλίνην ἡμῶν σύσκιος, δοκοὶ οἴκων ἡμῶν κέδροι〉. Τίνα δὲ βούλεται λέγειν τὴν κατοικίαν; Λέγει γάρ· 〈πρὸς κλίνην ἡμῶν σύσκιος〉· πάντως τὴν τοῦ πνεύματος χάριν σκ〈έπη〉ν γενομένην πᾶσι τοῖς καυσουμένοις. 〈Δοκοὶ οἴκων ἡμῶν κέδροι〉. Τίνες δοκοὶ κέδρινοι, ἀλλ᾽ ἢ πατέρες καὶ πατριάρχαι; Ὃν γὰρ τρόπον ἡ κέδρος οὐ σήπεται, οὕτω καὶ δόξα πατέρων οὐκ ἀπολεῖται. 〈Πατνώματα ἡμῶν κυπάρισσοι〉. Πατνώματα γάρ εἰσιν οἱ ἀπόστολοι, τὴν πᾶσαν ὀροφὴν ὑποβαστάζοντες. Ὥσπερ δὲ ἡ κυπάρισσος οὐκ ἀποβάλλεταί ποτε τὸ ἄνθος, ἔχει δὲ ἐν ἑαυτῇ πάντοτε τὴν μορφὴν καὶ χειμῶνος καὶ θέρους, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀπόστολοι οὐ λείπουσι πατνώματα κυπαρίσσου ἐκκλησίας ὑπάρχοντες.

Ἄρχεται λοιπὸν ἑαυτὴν ἐπάγειν καὶ λέγειν δικαιουμένη· 〈Ἐγὼ ἄνθος τοῦ ἄγρου ὡς κρίνον τῶν κοιλάδων, ὡσεὶ κρίνον ἐν μέσῳ ἀκανθῶν〉. Ἐγὼ πλάτος τοῦ κόσμου ἤδη σκορπιζομένη, σοὶ πιστεύουσα ἄνθος γεγένημαι παρὰ πᾶσιν ἀνθρώποις. Καὶ γάρ ἐστι θεωρῆσαι ἵνα, ἐάν τις ἐκ περιτομῆς πιστεύσῃ Χριστῷ, πῶς ἄνθος ἐστὶ παλαιὰ καὶ νέα φθεγγόμενος.

Τὴν εὐωδίαν τοίνυν τοῦ κρίνου παρέβαλε τῇ ὁμοιότητι τῶν ἁγίων. Ὃν γὰρ τρόπον τὸ κρίνον εὐωδιάζει, οὕτω καὶ οἱ ἅγιοι, τῶν ἐν τῷ βίῳ ἀνθρώπων ὡς ἀκανθῶν ἀποπνιγομένων, μυρίζουσι. Τῆς οὖν εὐωδίας ταύτης μετέχων λέγει αὐτῇ· 〈Ἰδοὺ εἶ καλὴ ἡ πλησίον μου, ἰδοὺ εἶ καλή〉.

Ἡ δὲ πρὸς Χριστόν· 〈Ἰδοὺ εἶ καλός· ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ οὕτως ἀδελφιδός μου〉. Ὃν γὰρ τρόπον, ἀγαπητοί, ἐν μήλῳ πάρεστιν εὐωδία παρὰ πᾶν ἀκρόδρυον, οὕτω καὶ Χριστὸς ἀνὰ μέσον πάντων προφητῶν ἐπὶ ξύλου πηγνύμενος τὴν εὐωδίαν ὡς μῆλον παρείχετο. 〈Ἀδελφιδός μου ἀποκρίνεται καὶ λέγει μοι· Ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου〉. Δικαίως ταύτην λοιπὸν περιστερὰν καλεῖ εἰς ἡμερότητα τρεπομένην. 〈Ἐχόμενα τοῦ προτειχίσματος〉 προσκαλεῖ ταύτην. Προτείχισμα δὲ πρόμαχόν ἐστι τειχῶν. Ἐλθέ, φησίν, ἐγγὺς ἀσφαλείας καὶ δικαιοσύνης τοῦ προτειχίσματος, ἵνα δικαίων κοινωνὸς γένῃ. 〈Δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου· ὅτι ἡδεῖα ἡ φωνή σου καὶ ἡ ὄψις σου ὡραία〉. Ἀκουτισθείσης γὰρ ψυχῆς, μᾶλλον δὲ τῆς συναγωγῆς, καὶ ὁμολογησάσης Χριστὸν ἐν ἀληθείᾳ, ἡδεῖα ἡ φωνή, χαροποιὰ ἡ ὄψις τῆς πίστεως, παρρησιαζομένη δὲ ἀποκρίνεται καὶ λέγει· Μυστήριον γὰρ μυστηριωδῶς σοι βούλομαι φράσαι ἀπὸ τοῦ νῦν ὅσα ἐπικεκρυμμένως εἰς τὰ μέλλοντα ἡμῖν ἐκφύεσθαι ἐξηγήσατο.