Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων (παράφρασις)

Ἱππόλυτος Ῥώμης

Ερμηνεία του Άσμ. 2, 8-15: Το άλμα του Λόγου και οι αλώπεκες

Αλληγορία της ενσάρκωσης και της καθόδου στον Άδη μέσω της δορκάδας, και ερμηνεία των μικρών αλωπέκων ως των αναφυόμενων αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 4 από 5

Εἰπούσης γὰρ αὐτῆς ὅτι 〈ἀκούτισόν με τὴν φωνήν σου〉, ἐπάγει λέγουσα· 〈Πιάσετε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας καὶ ἀμπελῶνες ἡμῖν κυπρίζουσιν〉. Οἶδά σε δὲ πυθόμενόν με καὶ περὶ τοῦ Σαμψὼν πολλάκις τί φησι τὰ «ἀλωποὺς ἐκράτησε κέρκον πρὸς κέρκον δήσας»; Μυστηριωδῶς δὲ τὰς μελλούσας ἀνακύπτειν αἱρέσεις προεσημήνατο ἐν οἷς καὶ ἡ βίβλος αὕτη ἀλώπεκας τοὺς ψευδοπροφήτας λέγει καὶ ψευδοχρίστους. Τί δέ φησι μικρούς; Ὡς γὰρ ἔτι, φησί, νηπιάζουσι, συλλάβετε αὐτάς, ἵνα μὴ αὐξήσαντες τοὺς ἀμπελῶνας κακίας ἐμπλήσωσι τοὺς κυπρίζοντας τὸ ἄνθος τῆς πίστεως. Ὅτι δὲ ἀλωποί εἰσιν οἱ ψευδοπροφῆται καὶ αἱρετικοί, ἄκουσον Ἰερεμίου λέγοντος· «Ἰδοὺ οἱ ψευδοπροφῆταί σου, Ἰσραήλ, ὡς ἀλώπεκες ἐνεδρεύονταί σοι». Τοῦτο δὲ καὶ Χριστὸς ἐν τοῖς εὐαγγελίοις ἐδήλωσε πρὸς Ἡρώδην εἰπών· «Εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ σήμερον καὶ αὔριον δυνάμεις ἐπιτελῶ καὶ τῇ τρίτῃ ἡμέρᾳ δοξασθήσομαι».

Τούτοις δὲ καὶ αὐτὸς ὁ Σαμψὼν τοὺς τʹ ἀλωποὺς κέρκον πρὸς κέρκον δήσας, λαμπάδα ὀπίσω αὐτῶν τὰς αἱρέσεις τὰς μελλούσας ἀναφύειν ᾐνίττετο, ὧν τὰ ἔσχατα πῦρ φλέγον. Κέρκον δὲ πρὸς κέρκον δήσας, τὸ ἀνόμοιον ἔδειξεν αὐτῶν ὅτι καὶ αἱ αἱρέσεις ἀλλήλαις ἀντιλέγουσι.

Τούτων κρατουμένων, οἱ ἀμπελῶνες κυπρίζουσι καὶ καρπὸν πέπειρον τῷ θεῷ προσφέρουσιν. Ἀποκρίνεται πάλιν καὶ λέγει· 〈Ἰδοὺ ἀδελφιδός μου πηδῶν ἥκει ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ τοὺς βουνούς. Ὅμοιος ἦν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ〉.

Τί τὸ πήδημα; Τοῦ λόγου τὸ ταχύ. Ἐπήδα γὰρ ἀπὸ μὲν τοῦ οὐρανοῦ εἰς μήτραν παρθενικήν, ἀπὸ μήτρας εἰς τὸν κόσμον, ἀπὸ τοῦ κόσμου ἐπὶ τὸ ξύλον, ἀπὸ τοῦ ξύλου εἰς τὸν ᾅδην, ἀπὸ τοῦ ᾅδου ἄνεισι πάλιν εἰς γῆν, ἀπὸ γῆς εἰς οὐρανούς, ἀπ᾽ οὐρανοῦ πάλιν ἐπὶ τὴν γῆν, ἀλλὰ τότε μὲν σῶσαι, νῦν δὲ κρίναι τὸν κόσμον.

Ἐπὶ γὰρ τοῖς τὰ ὑψηλὰ ὡς ὄρη φρονοῦσι πατεῖ μέν, διάλλεται δέ· οὐκ ἀναπαύεται γὰρ ἐπ᾽ αὐτήν. 〈Ὅμοιος〉, φησί, 〈τῇ δορκάδι〉. Τὸ γὰρ ὀξὺ τοῦ λόγου καινὸν καὶ εὔκολον ἐσήμανε· θαύμασον δέ, ὦ ἄνθρωπε, τοῦ θεοῦ ὀξύτητα δρόμων, ἀπὸ ἀνατολῶν ἐπὶ δύσιν, ἀπὸ δύσεως ἐπὶ μεσημβρίαν, κάτω καὶ ἄνω σπεύδοντος, ἵνα ποτὲ μὲν ὡς δορκάς, ποτὲ δὲ ὡς ἔλαφος δειχθῇ, τῷ ὠκεῖ τῶν ποδῶν τὸ εὐαγγέλιον σημαίνων. Ἀμφότερα δὲ διχηλῆ καὶ μαρυκᾶται.

Ταῦτα μόνος καθαρὰ ἐκήρυττε. Καθαρὸς γὰρ ἐσημαίνετο Χριστός, τῶν δύο διαθηκῶν πίστιν ἐπιφερόμενος. Μαρυκᾶται γὰρ τὸ σαφὲς τοῦ λόγου, τῆς δυνάμεως τὸ ἰσχυρὸν ἀναφέρων. Εἶτα 〈ἰδοὺ ἀδελφιδός μου παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων.