Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων (παράφρασις)

Ἱππόλυτος Ῥώμης

Ερμηνεία του Άσμ. 3, 1-7: Η αναζήτηση του Νυμφίου και η κλίνη του Σολομώντος

Η νυκτερινή αναζήτηση του Νυμφίου που εκπληρώνεται στις Μυροφόρους, η κλήση των εθνών και η ερμηνεία της κλίνης ως του Χριστού και των προπατόρων του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 5 από 5

Λέγει μοι· Ἐλθέ, πλησίον μου, καλή μου, περιστερά μου〉. Θυρίδας δὲ καὶ δίκτυα τοὺς προφήτας καλεῖ, ἐξ ὧν διακύπτων ὁ λόγος κηρύσσεται Διὰ τούτων τῶν θυρίδων παρακύπτων λέγει μοι· Ἐλθέ, ἡ πλησίον μου. Διὰ πάντων γὰρ τῶν προφητῶν προσκαλεῖται ταύτην, καθὼς καὶ ὁ προφήτης λέγει· «Θυρίδες ἠνεῴχθησαν ἐν τῷ οὐρανῷ». 〈Ἐν νυξί, φησίν, ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. Εὗρόν με οἱ φρουροῦντες τὴν πόλιν. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε;

Ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτὸν ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με〉. Ὢ τῶν ἀποκρύφων μυστηρίων τοῦ θεοῦ. Θεώρησον τοῦτο πληρούμενον ἐν Μάρθᾳ καὶ Μαρίᾳ.

Τῇ νυκτὶ γὰρ ἐζήτησαν τὸν ζῶντα ὡς νεκρόν. Ἄκουσον γὰρ τοῦ ἀγγέλου· «Τίνα ζητεῖτε;» 〈Εὗρόν με οἱ φρουροῦντες τὴν πόλιν〉. Τίνες οὗτοι; Οἱ ἄγγελοι οἱ εἰς τὸν τάφον καθήμενοι. Οὐκέτι γὰρ τάφος ἦν, ἀλλὰ πόλις, ὅτι τὸν οὐράνιον βασιλέα ἐχώρησεν.

Εἶτα, ὡς ἀπέστη ἀπ᾽ αὐτῶν, φησίν· 〈Εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου〉. Ἰδοὺ γάρ, φησίν, Ἰησοῦς ἀπήντησεν αὐταῖς. 〈Ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν〉. Προσελθοῦσαι γὰρ ἐκράτησαν αὐτοῦ τοὺς πόδας. Οὐκ ἀφιεῖσαι αὐτόν, φησίν, 〈ἕως εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με〉, τῆς καρδίας μου ἔνδον καὶ τῶν σπλάγχνων καὶ τῆς ψυχῆς τὴν ἀγάπην αὐτοῦ ἔγνων, μυστηριωδῶς ὁ Σολομῶν πρὸ τοσούτων γενεῶν τῶν γυναικῶν τὸ μυστήριον αἰνιττόμενος.

Εἶτα μετὰ τοῦτο· 〈Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη, σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ〉. Πάλαι γὰρ τὰ ἔθνη ἔρημα θεῷ ὑπήρχομεν, νυνὶ δὲ χάριτι θεοῦ πολίται καὶ συγκληρονόμοι Χριστοῦ. Τὴν οὖν ἐξ ἐθνῶν ἐκκλησίαν λέγει τὴν ἔρημον ἥτις ἐγένετο πόλις τοῦ θεοῦ. 〈Ὡς στελέχη καπνοῦ τεθυμιαμένη〉. Διὰ τί καπνοῦ; Ὅτι καπνὸς ἐκ πυρὸς προερχόμενος εἰς ἀέρα ἵπταται. Τὸν αὐτὸν δὴ τρόπον τοῦ Χριστοῦ μυστήριον κατήγγειλεν ἡ οἰκονομία εἰς τὰ πέρατα τῆς γῆς, εὐωδιάσαν ἡμᾶς τῷ πυρὶ τῆς θεότητος ἀπὸ τῆς γῆς εἰς οὐρανοὺς ἀνερχόμενον.

Στέλεχος γὰρ ξύλου τὸν σταυρὸν ἐδήλωσεν, ᾧ φρουρεῖται ἡ ἐκκλησία, 〈σμύρναν καὶ λίβανον〉 τὸν ἐνταφιασμὸν ἐν ᾧ καυχᾶται· ταῦτα γὰρ τὰ εὐώδη θυμιάματα τῆς ἐκκλησίας. Ἀλλά, μετὰ πάντα, φησί· 〈Κονιορτῶν μυρεψοῦ〉. Συναγόμενα γὰρ τὰ πάθη ἀπὸ τῆς γεννήσεως αὐτοῦ μέχρι τῆς ἀναστάσεως πάντα εὐωδιάζει. Μυρεψὸν δὲ τὸ εὐαγγέλιον ὠνόμασεν· ἐν ἐκείνῳ γὰρ ἀπόκεινται πάντα τὰ εὐώδη μυστήρια. Διὰ τοῦτο λέγει· 〈Σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ〉.

Εἶτά φησιν· 〈Ἰδοὺ ἡ κλίνη τοῦ Σολομῶν, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ, ἕκαστος ῥομφαίαν ἐπὶ τὸν μηρὸν αὐτοῦ βαστάζων〉. Κλίνη τοῦ Σολομῶντος οὐκ ἄλλη τρανὴ ἐκηρύττετο, ἀλλ᾽ ἢ ὁ Χριστός. Ὃν γὰρ τρόπον ἐκ πολλοῦ κόπου τίς καὶ καμάτου ἐπιστρέψας ἐπὶ κλίνης ἑαυτὸν ἐπιρρίπτει τῶν καμάτων ἀποσοβῆσαι καὶ ἀναπαύσασθαι, οὕτω καὶ ἡμεῖς ἐπιστρέψαντες ἐκ τῆς τοῦ κόσμου ματαιότητος καὶ τῆς τούτου πλάνης, τόν τε κόπον τῶν ἁμαρτημάτων ὡς φορτίον ἐπὶ τὸν ὦμον ἐγκείμενον ἀπορρίψαντες, ἀνεπαυσάμεθα μυστικῶς ἐν τῇ κλίνῃ ταύτῃ, ἥτις ἐστὶν ὁ Χριστὸς ὁ λέγων· «Δεῦτε πάντες οἱ κοπιῶντες πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς».

Ἐπὶ ταύτην τὴν κλίνην ἀνεπαύσαντο οἱ προφῆται, οἱ πρὸ νόμου καὶ μετὰ νόμον λάμψαντες, πρὸς δὲ καὶ οἱ πατριάρχαι. 〈Ἑξήκοντα γὰρ δυνατοὶ κύκλῳ αὐτῆς ῥομφαίαν ἐπὶ τὸν μηρὸν αὐτοῦ βαστάζων ἕκαστος〉, τούτεστι σπέρμα εἰς Χριστὸν ψηφιζόμενοι ἀπὸ Ἀδὰμ μέχρι τοῦ Χριστοῦ ἑξήκοντά εἰσι προπάτορες αὐτοῦ ἀπὸ καταβολῆς τοῦ κόσμου, τουτέστιν, ὡς ἔφθην εἰπών, ἀπὸ τοῦ Ἀδὰμ καὶ καθ᾽ ἑξῆς μέχρι τοῦ Χριστοῦ.